Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
29.Ἁλκυών.(S. 25. C. 86. F. 240.)
Ἁλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττηι διαιτώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποειεῖσθαι. Καὶ δή ποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον, καὶ θεασαμένη πέτραν ἐπὶ θαλάσσηι ἐνεοττοποιεῖτο ἐνταῦθα. Ἐξελθούσης δ᾿ αὐτῆς ποτε ἐπὶ νομὴν, συνέβη τὴν θάλασσαν ὑπὸ λάβρων πνευμάτων κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς, καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ [15] ἡ ἁλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονὸς, εἶπεν· «ἀλλ᾿ ἔγωγε δειλαία, ἥτις τὴν τῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῶι μοι γέγονεν ἀπιστοτέρα.»Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῶι χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες. |