BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

27b.

Ἄλλως.

(ex Herodoto I, c. 141.)

 

ωνες καὶ Αἰολέες, ὡς οἱ Λυδοὶ τάχιστα κατεσράφατο ὑπὸ Περσέων, ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον, ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ Κροίσωι ἔσαν κατήκοοι. Ὁ δὲ ἀκούσας αὐτέων τὰ προΐσχοντο, ἔλεξέ σφι λόγον, ἄνδρα φὰς αὐλητὴν, [14] ἰδόντα ἰχθῦς ἐν τῆι θαλάσσηι, δοκέοντά σφεας ἐξελεύσεσθαι ἐς γῆν· ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος, λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι· ἰδόντα δὲ παλλαμένους, εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς· «παύεσθέ μοι ὀρχεόμενοι, ἐπεὶ οὐδ᾿ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι.» Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε, ὅτι δὴ οἱ Ἴωνες πρότερον, αὐτοῦ Κύρου δεηθέντος δι᾿ ἀγγέλων ἀπίσθασθαί σφεας ἀπὸ Κροίσου, οὐκ ἐπείθοντο, τότε δὲ, κατεργασμένων τῶν πρηγμάτων, ἔσαν ἕτοιμοι πείθεσθαι Κύρωι.