Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
21.Ἀλέκτορες.(C. 145. B. 5.)
Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας, εἰς ὕψος ἀρθεὶς καὶ ἐφ᾿ ὑψηλοῦ τοίχου στὰς, μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δ᾿ ἐν σκότωι κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινεν.Ὁ μῦθος δηλοῖ, ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. |