Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
16b.Ἄλλως. Ὄρνις καὶ Αἴλουρος.(F. 157. C. p. 347. B. 121.)
Ὄρνις δήποτε κατακλιθεὶς ἠῤῥώστει· εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα· «πῶς ἔχεις, φίλε; τί δέ σοι; ἐάν τι χρήζηις, ἀνάγγειλόν μοι, καὶ πάντα σοι παρέξω· ὅμως ἔγειρε, καὶ τεύξηι τῆς ὑγιείας.» Ἡ δὲ ἀπεκρίθη πρὸς τὸν αἴλουρον ταῦτα· «ἐὰν σὺ παρέλθηις, ἐγὼ οὐκ ἀποθνήσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.»[9] Τοὺς δολίους ὑποκριτὰς, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει. |