B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Timotheos
ca. 440 - ca. 360
     
   


Π έ ρ σ α ι

Textus:
Lyrica Graeca selecta
ed. D. L. Page, Oxford 1969

Fragmentum 1
Fragmentum 2
Fragmentum 3
Fragmentum 4
Fragmentum 5


__________________________________________________
 

        Fragmentum 1 (P. 422, B. 8, D. 6A)
Plut. vit. Philopoem. 11: Πυλάδην τὸν κιθαρωιδὸν ἄιδοντα τοὺς Τιμοθέου Πέρσας ἐνάρξασθαι· 
κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον
ἐπίβλεψιν· γενέσθαι τοῦ θεάτρου πανταχόθεν εἰς τὸν Φιλοποίμενα;
 
      Fragmentum 2 (P. 423, B. 9, D. 6B)
Plut. de aud. poet. 11: ἀφ’ ὧν (Hom. Il. 13,121) καὶ Τιμόθεος ὁρμηθεὶς οὐ κακῶς ἐν τοῖς Πέρσαις τοὺς Ἕλληνας παρεκάλει·
σέβεσθ’ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου.
 
      Fragmentum 3 (P. 424, B. 10, D. 6C)
Plut. vit. Agesil. 14: πολλοῖς ἐπήιει τὰ τοῦ Τιμοθέου λέγειν·
Ἄρης τύραννος· χρυσὸν Ἑλλὰς οὐ δέδοικε.
 
      Fragmentum 4 (P. 425, D. 6E)
Papyrus Berol. 9875:
      col. II
[..].[..].[......]αντ[                       ]νων[                                  ]..
συν[εμ]βολο[ι]σι γειτ[...]σ[..]υ[.........]αντιαι[.......]πρι[..]νε
χαρα[ξ]ανπο.ιδεγε[...]λογχο[.......]αμφεθ[ε]ντοοδοντων
4  στο.[.].αιδ[.]κυρτοι[σι]κρασιν[.......
5                      ]μέναι [χε]ῖ-
ρας παρέσυρον ἐλα[τίνα]ς·
ἀλλ’ εἰ μὲν [ἐ]νθένδε[ἀπρόσο]ισ-
τος ἐπ[ιφ]έροιτο πλαγὰ
ῥηξι[κωπ]ος, πάντες [επ]ανέ-
10  πι[πτον] ἐκεῖσε να[ῦ]ται·
εἰ δ’ ἀντίτοιχος ἀκτ[ὰ
μῆχ]ος ἄξειεμ [πο]λυκροτο[ιο
πλώ]σιμον πεύκας, πάλιν ἐφέροντο·
αἱ δ’ ε[ὖτ’ ἀν]αιδῆ γυῖα [δ]ιαφέρουσα[ι
15  πλ]ευρὰς λι[νο]ζώστους ἔφαι-
νον, τας μ[έν, αἰόλας ὕβρε]ις
σκηπτ[ῶν] ἐπεμβάλλ[ο]ντες ἀνε-
[χ]αίτιζον, αἱ δὲ πρα[νέες
βάπτουσι δέμ]ας, ἀπηγ<λ>αϊ-
20  σμένα[ι] σιδα[ρ]<έ>ωι κράνει·
ἴσος δὲ πυρὶ δαμ[ασίφως
Ἄρης] ἀγκυλένδετος
μεθίετο χερσίν, ἐν δ’ ἔπιπτε γυίοις
αἰθέ[ρια δούρατ’] ὠμὰ διακραδαίνων·
25  στερεοπαγῆ δ’ ἐφέρετο φόνι-
α [.........]α[..] τά τε περίβολα
πυρὶ φλε[όμ]εν’ ἐν ἀποτομάσι
βουδό[ροισι· τῶν δὲ] βίοτος
ἐθύετ’ ἀδιν[ό]ς ὑπὸ τανυπτέ-
30  ροισι χαλκόκρασι νευρε[
σμαραγδοχαίτας δὲ πόν-
τος ἄλοκα ναΐοις ἐφοι-
νίσσετο σταλά[γμασι
κρ]αυ<γ>ᾶι βοὰ δὲ [πα]μμι[γ]ὴς κατεῖχεν·
35  ὁμοῦ δὲ νάϊος στρατὸς
βάρβαρος ἀμμι[γ.....]
αντεφέρετ’ ἐ]π’ [ἰχ]θυ[ο]-
στέφεσι μαρμαροπ[τύχ]ο[ι]ς
κόλποισιν [Ἀμφιτρίτ]ας,
40  ἔνθα τοι τ[ις Φρυγιο]πέδιος
ἀνὴρ ἁμεροδρόμοι-
ο χώρας ἄναξ [...
δυσο]μβρίαν α.ω[...
ποσί τε χ]ερσίν τε παί-
45  ω[ν ἔ]πλει νησιώ-
τας [ποντίαι]ς θεινόμε[νος ἄ-
ταις δ]ιεξόδους μ[ατεύω]ν
ἰσόρροπά τε παλευό[μενος
                      ]ηλ[                      ]ων
50  καλεῖ θ[αλάσ]σιον θεὸν
πάτερα τ[
.......].νο[...]φι[                 ].κεπ[..]..[..............]λασσων
.......]σπ[..]τε[           ]..γαν[..]ον[...........]απερσαν
.....].εφασ[..]ρ[           ]αντεκεκρατ[..........]νινκελαι
...αμ]βλυδω[χ]ρον[           ]σκατεσσφρα[.........].στα
.....]πεπα[..]ολλ[           ]υτεκ..τοσ[.........]νωτου
.....]εδιαπαλευων[           ]πουβασιμον[.....]νδιοδον
.....]εσμ[ο]ς [απ]ειρος[.]φιναοιστρυ[.....]λιχθεις
                      ]υλα[                 ]φον[..]ευμα.[           ]
      col. III
60  ὅ]τε δὲ τᾶι λείποιεν αὔραι
τᾶι δ’ ἐπεισέπιπτον, ἄφρωι
δ’ <ὗ’> ἁβακχίωτος ὄμ-
βρος, εἰς δὲ τρόφιμον ἄγγος
ἐχεῖτ’· ἐπεὶ δ’ ἀμβόλιμος ἅλ-
65  μα στόματος ὑπερέθυιεν,
ὀξυπαραυδήτωι
φωνᾶι παρακόπωι τε δόξαι φρενῶν
κατακορὴς ἀπείλει
γόμφοισιν ἐμπρίων
70  +μιμούμενος+ λυμεῶ-
νι σώματος θαλάσσαι·
ἤδη θρασεῖα καὶ πάρος
λάβρον αὐχέν’ ἔσχες ἐμ
πέδαι καταζευχθεῖσα λινοδέτωι τεόν·
75  νῦν δέ σ’ ἀναταράξει
ἐμὸς ἄναξ ἐμὸς πεύ-
καισιν ὀριγόνοισιν, ἐγ-
κλήισει δὲ πεδία πλόϊμα νομάσι ναύταις·
οἰστρομανὲς παλεομί-
80  σημ’ ἄπιστόν τ’ ἀγκάλι-
σμα κλυσιδρομάδος αὔρας.
φάτ’ ἄσθματι στρευγόμενος,
βλοσυρὰν δ’ ἐξέβαλλεν ἄ-
χναν ἐπανερευγόμενος
85  στόματι βρύχιον ἅλμαν·

φυγᾶι δὲ πάλιν ἵετο Πέρ-
σης στρατὸς βάρβαρος ἐπισπέρχων
ἄλλα δ’ ἄλλαν θραῦεν σύρτις
μακραυχενό-
90  πλους, χειρῶν δ’ ἔγβαλλον ὀρεί-
ους πόδας ναός, στόματος
δ’ ἐξήλλοντο μαρμαροφεγ-
γεῖς παῖδες συγκρουόμενοι·
κατάστερος δὲ πόντος ἐγ
95  λιποπνόης αὐγ[ο]στερέσιν
ἐγάργαιρε σώμασιν,
ἐβρίθοντο δ’ ἀϊόνες.
ο[ἱ] δ’ ἐπ’ ἀκταῖς ἐνάλοις
ἥμενοι γυμνοπαγεῖς
100  ἀυτᾶι τε καὶ δακρυ-
σταγεῖ [γ]όωι
στερνοκτύπωι γοηταὶ
θρηνώδει κατείχοντ’ ὀδυρμῶι·
ἅμα δὲ [γᾶν] πατρίαν ἐπανε-
105  κα[λ]έοντ’· ἰὼ Μύσιαι
δενδροέθειραι πτυχαί,
[ῥύσ]ασθέ μ’ ἐνθέν[δ]ε· νῦν ἀήταις
φερόμεθ’, οὐ γὰρ ἔτι ποτ’ ἀμὸν
[σῶ]μα δέξεται [πόλ]ις
110  κ[.].εγ γὰρ χερὶ πα[λ]ε[ο]νυμφαιογονον
[ἄβα]τον ἄντρον ο[...].[...]δαστακαπε[.....].ονειτεο βαθυ-
[τ]ερον ποντοιο τ[...]α απεχε μαχιμο[...].[..]
πλοιμον Ελλαν ευ[...]η
                        στέγην ἔδειμε
115  [τ]ῆλ[ε] τελεόπορον ἐμὸς
[δ]εσπότης· οὐ γὰρ ἂ[ν Τμῶ]λον οὐδ’
ἄστυ Λύδιον [λι]πὼν Σαρδέων
ἦλθον [Ἕ]λλαν’ ἀπέρξων Ἄρ[η·
νῦν] δὲ πᾶι τις δυσέκφευκ[τ]ον εὕ-
      col. IV
120  ρηι | γλυκεῖαν μόρου καταφυγήν;
Ἰλιοπόρος κακῶν λυαί-
α μόνα γένοιτ’ ἄν, εἰ
+δυναστα+ πρὸς μελαμ-
πεταλοχίτωνα Ματρὸς οὐρείας
125  δεσπόσυνα γόνατα πεσεῖν
εὐωλένους τε χεῖρας ἀμφιβάλλων
+λίσσων+ χρυσοπλόκαμε
θεὰ Μᾶτερ ἱκνοῦμαι
ἐμὸν ἐμὸν αἰῶνα δυσέκφευκτον, ἐπεί
130  μ’ αὐτίκα λαιμοτόμωι τις ἀποίσεται
ἐνθάδε μήστορι σιδάρωι,
ἢ κατακυμοτακεῖς ναυσιφθόροι
αὔραι νυκτιπαγεῖ βορέαι δια-
ραίσονται· περὶ γὰρ κλύδων
135  ἄγριος ἀνέρρηξεν ἅπαγ
γυίων εἶδος ὑφαντόν·
ἔνθα κείσομαι οἰκτρὸς ὀρ-
νίθων ἔθνεσιν ὠμοβρῶσι θοινά.
τοιάδ’ ὀδυρόμενοι κατεδάκρυον·

140  ἐπεὶ δέ τις λαβὼν ἄγοι
πολυβότων Κελαινᾶν
οἰκήτορ’ ὀρφανὸν μαχᾶν
σιδαρόκωπος Ἕλλαν,
ἄγει κόμης ἐπισπάσας,
145  ὁ δ’ ἀμφὶ γόνασι περιπλεκεὶς
ἐλίσσετ’, Ἑλλάδ’ ἐμπλέκων
Ἀσιάδι φωνᾶι διάτορον
σφραγῖδα θραύων στόματος,
Ἰάονα γλῶσσαν ἐξιχνεύων·
150  ἔπω μοί σοι κῶς καὶ τί πρᾶγμα;
αὖτις οὐδάμ’ ἔλθω·
καὶ νῦν ἐμὸς δεσπότης
δεῦρό μ’ ἐνθάδ’ ἤξει·
τὰ λοιπὰ δ’ οὐκέτι, πάτερ,
155  οὐκέτι μαχέσ’ αὖτις ἐνθάδ’ ἔρχω,
ἀλλὰ κὰθω·
ἐγώ σοι μὲν δεῦρ’, ἐγὼ
κεῖσε παρὰ Σάρδι, παρὰ Σοῦσα,
Ἀγβάτανα ναίων·
160  Ἄρτιμις ἐμὸς μέγας θεὸς
παρ’ Ἔφεσον φυλάξει.

οἱ δ’ ἐπεὶ παλίμπορον φυ-
γὴν ἔθεντο ταχύπορον,
αὐτίκα μὲν ἀμφιστόμους ἄ-
165  κοντας ἐκ χερῶν ἔριπτον,
δρύπτετο δὲ πρόσωπ’ ὄνυξι·
Περσίδα στολὴν περὶ στέρ-
νοις ἔρεικον εὐυφῆ,
σύντονος δ’ ἁρμόζετ’ Ἀσιὰς
170  οἰμωγὰ +πολυστόνωι+,
κτυπεῖ δὲ πᾶσα Βασιλέως πανήγυρις
φόβωι τὸ μέλλον εἰσορώμενοι πάθος·

ὁ δὲ παλινπόρευτον ὡς ἐσ-
      col. V

εῖδε | Βασιλεὺς εἰς φυγὴν ὁρ-
175  μῶντα παμμιγῆ στρατόν,
γονυπετὴς ἄκιζε σῶμα,
φάτο δὲ κυμαίνων τύχαισιν·
ἰὼ κατασκαφαὶ δόμων
σείριαί τε νᾶες Ἑλλανίδης, αἳ
180  κατὰ μὲν ἥλικ’ ὠλέσαθ’ ἥ-
βαν νεῶν πολύανδρον·
νᾶες δ’ οὐκ ὀπισσοπόρευ-
τον +ἄξουσιμ, πυρὸς
δ’ αἰθαλόεμ μένος ἀγρίωι
185  σώματι φλέξει, στονόεντα δ’ ἄλγη
ἔσται Περσίδι χώραι·
ἰὼ βαρεῖα συμφορά,
ἅ μ’ ἐς Ἑλλάδ’ ἤγαγες· ἀλλ’ ἴτε,
μηκέτι μέλλετε,
190  ζεύγνυτε μὲν τετράορον ἵππων
ὄχημ’, οἱ δ’ ἀνάριθμον ὄλ-
βον φορεῖτ’ ἐπ’ ἀπήνας·
πίμπρατε δὲ σκηνάς,
μηδέ τις ἡμετέρου γένοιτ’
195  ὄνησις αὐτοῖσι πλούτου.

οἱ δὲ τροπαῖα στησάμενοι Διὸς
ἁγνότατον τέμενος, Παιᾶν’
ἐκελάδησαν ἰήιον
ἄνακτα, σύμμετροι δ’ ἐπε-
200  κτύπεον ποδῶν
ὑψικρότοις χορείαις.

ἀλλ’ ὦ χρυσεοκίθαριν ἀέ-
ξων μοῦσαν νεοτευχῆ,
ἐμοῖς ἔλθ’ ἐπίκουρος ὕ-
205  μνοις ἰήιε Παιάν·
ὁ γάρ μ’ εὐγενέτας μακραί-
ων Σπάρτας μέγας ἁγεμὼν
βρύων ἄνθεσιν ἥβας
δονεῖ λαὸς ἐπιφλέγων
210  ἐλᾶι τ’ αἴθοπι μώμωι,
ὅτι παλαιοτέραν νέοις
ὕμνοις μοῦσαν ἀτιμῶ·
ἐγὼ δ’ οὔτε νέον τιν’ οὔ-
τε γεραὸν οὔτ’ ἰσήβαν
215  εἴργω τῶνδ’ ἑκὰς ὕμνων·
τοὺς δὲ μουσοπαλαιολύ-
μας, τούτους δ’ ἀπερύκω,
λωβητῆρας ἀοιδᾶν,
κηρύκων λιγυμακροφώ-
220  νων τείνοντας ἰυγάς.

πρῶτος ποικιλόμουσος Ὀρ-
φεὺς <χέλ>υν ἐτέκνωσεν
υἱὸς Καλλιόπα<ς È
È> Πιερίαθεν·
225  Τέρπανδρος δ’ ἐπὶ τῶι δέκα
ζεῦξε μοῦσαν ἐν ὠιδαῖς·
Λέσβος δ’ Αἰολία ν<ιν> Ἀν-
τίσσαι γείνατο κλεινόν·
νῦν δὲ Τιμόθεος μέτροις
230  ῥυθμοῖς τ’ ἑνδεκακρουμάτοις
κίθαριν ἐξανατέλλει,
θησαυρὸν πολύυμνον οἴ-
ξας Μουσᾶν θαλαμευτόν·
Μίλητος δὲ πόλις νιν ἁ
      col. VI
235  θρέψασ’ ἁ | δυωδεκατειχέος
λαοῦ πρωτέος ἐξ Ἀχαιῶν.

ἀλλ’ ἑκαταβόλε Πύθι’ ἁγνὰν
ἔλθοις τάνδε πόλιν σὺν ὄλβοι,
πέμπων ἀπήμονι λαῶι
240  τῶιδ’ εἰρήναν θάλλουσαν εὐνομίαι.
 
      Fragmentum 5 (P. 426, B. 12, D. 7)
Athen. III 122 C-D: εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε· κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητήν·
οὐκ ἀείδω τὰ παλαιά;
καινὰ γὰρ ἀμὰ κρείσσω·
νέος ὁ Ζεὺς βασιλεύει,
τὸ πάλαι δ’ ἦν Κρόνος ἄρχων·
5  ἀπίτω Μοῦσα παλαιά.