|
|
- Π ε ρ ὶ ἱ π π ι κ ῆ ς
ἀ π ό σ π α σ μ α
- ______________________________________
- Π ε ρ ὶ ε ἴ δ ο υ ς κ α ὶ
ἐ π ι λ ο γ ῆ ς ἱ π π ι κ ῶ ν
- [ . . . ]
Δοκεῖ μοι περὶ ἰδέας ἱππικῆς δεῖν πρῶτον εἰδέναι καλῶς τοῦτο το μάθημα, τὴν πατρίδα γιγνώσκειν ὡς ἔστιν κατά γε τὴν Ἑλλάδα χώραν κρατίστη ἡ Θετταλία.
Τὸ δὲ μέγεδος τρία τῶν ὀνομάτων ἐπιδέχεται· μέγα, μικρόν, εὐμέγεθες, ἢ εἰ βούλει σύμμετρον, καὶ δῆλον ἐφ' οὗ τῶν ὀνομάτων ἁρμόσει ἕκαστον κράτιστον δὲ ἐν παντὶ ζώιωι ἡ συμμετρία.
Χρόαν δὲ οὐκ ἔχω ἵππων ἀρίστην ὁρίσαι· δοκεῖ δέ μοι ὅμως, ἥ τις ὁμόχρους ἐστὶν αὐτὴ ἑαυτῆι ὅληι καὶ εὔθριξ μάλιστα, ἀρίστη εἶναι ὡς ἐπὶ πολὺ ἢ ἡ πορρωτάτω ὄνου καὶ ἡμιόνου.
Ὃ δὲ οὐδενὸς εἰς διάσκεψιν ἔλαττον, δεῖ τῶν ἵππον ἄνω μὲν εἶναι βραχύν, κάτωθεν δὲ μακρόν, οἷον ἀπὸ μὲν τῆς ἀκρωμίας ἐπὶ τὰ ἰσχία βραχὺ τὸ χωρίον ἔχειν, ἀπὸ δὲ τῶν ὀπισθίων μηρῶν ἐπὶ τὰ ἔμπροσθεν μακρὸν ὡς πλεῖστον, εἶτα εὔποδα εἶναι.
Ὁπλὴ μὲν οὖν ἀγαθὴ ἵππωι ἀγαθὸν καὶ τὰ τοῦ ἵππου σκέλη ἐλαφρὰ καὶ εὔφορα καὶ μήτε πλατέα μήτε ὑψηλὰ ἄγαν, ὀλίγον δὲ τὸν ὄνυχα παχὺν ἔχει. ἔστι δὲ αὐτῆι τεκμήριον καὶ ὁ ψόφος τῆς ὁπλῆς τῆς ἀγαδῆς· κυμβαλίζει γὰρ ἡ κοίλη μᾶλλον ἢ ἡ πλήρης καὶ σαρκώδης. τὸ δὲ μετακύνιον ἐχέτω ὑγρόν, κυνοβάτης δὲ μὴ ἔστω· δασέα δὲ καὶ παρὰ τὰς κνήμας ἐχέτω τὰ περὶ τὴν περόνην [ἰσχία] καὶ τὴν κνήμην καὶ νευρώδη καὶ ἄσαρκα ὡς μάλιστα ἄχρι τοῦ γόνατος, τὰ δὲ ἄνωθεν τούτου καὶ σαρκωδέστερα καὶ ἰσχυρότερα.
Τὴν δὲ διάστασιν τοῖν σκελοῖν ἐχέτω ὡς μεγίστην. τὰ δὲ στήθη μὴ στενὰ ἔχων λίαν μηδὲ πλατέα ἄγαν καὶ τὴν ὠμοπλάτην ὡς μεγίστην καὶ πλατυτάτην, τὴν δὲ μασχάλην μικράν, τὸν αὐχένα καὶ τὴν προτομὴν ὀρθὸν ἐχέτω, μὴ τὴν ἔκφυσιν ἀνάσιμον εἰς τὴν ἀκρωμίαν ὡς παχυτάτην καὶ πλατυτάτην. παρὰ δὲ τὴν σιαγόνα ὁ αὐχὴν ἔστω λεπτός, ὑγρός, ἀνάσιμος εἰς τοὔπισθεν, πάλιν δὲ ἐκ τοῦ λεπτοτάτου εἰς τὰ πρόσθεν κατακαμπτέσδω.
Καὶ τὴν κεφαλὴν προαγέτω δὴ καὶ μὴ βραχὺς ἔστω ὁ αὐχήν, τὴν δὲ κορυφὴν ὑψηλὴν ἐχέτω, ἡ δὲ κεφαλὴ ἐπισημότατ' ἐλαφρά· τὼ δὲ μυκτῆρε ὡς μεγίστω, τὼ δὲ γνάθω μὴ παχείας καὶ ὁμαλὰς πρὸς ἀλλήλας, τὼ δὲ ὀφθαλμὼ μεγάλω, ἔξω δὲ ὡς μάλιστα καὶ ἰδεῖν λαμπρώ, τὰ δὲ ὦτα μικρὰ καὶ τοὺς ὀδόντας, τὴν δὲ σιαγόνα ὡς μικροτάτην, τὰ δὲ μεταξὺ τοῦ αὐχένος καὶ τῆς σιαγόνος ὡς λαγαρώτατα.
Τὴν δὲ ἀκρωμίαν ὡς μεγίστην καὶ τὴν ῥάχιν, τὰς δὲ πλευρὰς πλατυτάτας καὶ καθειμένας κάτω, τὴν δὲ ὀσφὺν ἔχετω ὑγράν - γνοίη δ' ἄν τις τὴν ὑγράν, εἰ μὴ ἐν ἀμφοῖν τοῖν σκελοῖν σταίη, ἀλλ' ὡς τὰ πολλὰ εἰς τὸ ἕτερον μεταβαίνοι τοῖν ὄπισθεν σκελοῖν - τὸ δὲ ἰσχίον μέγιστον καὶ πλατύ, τὴν δὲ λαγόνα ὡς μικροτάτην (αἱ πλευραὶ καὶ αὐταὶ ἔστωσαν πλατεῖαι καὶ τὸ ἰσχίον μέγα - μικρότατον δὲ καὶ ἀσδενέστατον τοῦ ἵππου ἡ λαγών -).
Τὰ δὲ μηρία δεῖ μὴ σαρκώδη εἶναι, τοὺς δὲ ὄρχεις ἐχέτω μικρούς, τὸ δὲ μεταξὺ τῶν μηριαίων μὴ μετέωρον ἐχέτω μηδὲ πλῆρες, ἀλλ' ὀλίγον ἐγκολλότερον. καὶ τὴν ἕδραν ὡς μικροτάτην καὶ ὡς πορρωτάτω <τοῦ> ἰδεῖν. τὴν δὲ κέρκον μετέωρον ἐχέτω καὶ ἐκ τῶν ἰσχίων δασεῖαν καὶ μακράν.
Περὶ μὲν οὖν εἴδους ἵππων ταῦτα καὶ ὅτι ὁ μὲν ἅπαντα ταῦτα μάλιστα ἔχων ἄριστος, δεύτερος δὲ ὃς τὰ τούτων ἔχει πλεῖστα. ὅσα γὰρ κέκτηται πλεῖστα, τοσαῦτα μεγίστας ὠφελείας παρέχεται.
Ἕλκεται δὲ πῶλος ἐκ τῶν πωλίων διέτης. περὶ τοῦτον τὸν χρόνον βάλλει τοὺς πρώτους ὀδόντας τριακοντάμηνος γεγονώς, τοὺς δεύτερους δὲ ἐνιαυτῶι ὕστερον καὶ τοὺς τελευταίους ἑτέρωι ἐνιαυτῶι καὶ ἐν ἐλάττονι χρόνωι. ἀκμαῖος <δ'> αὐτὸς ἑαυτοῦ γίγνεται εἴς τε ποδώκειαν καὶ ἰταμότητα ἔργων ἑξέτης γεγονώς.
[ . . . ]
- __________
- Textus:
Simon, Peri Hippikes
in: Xenophon, Reitkunst
lateinisch und deutsch
ed. Klaus Widdra, Berlin (DDR) 1965
|
|