BIBLIOTHECA AUGUSTANA

 

Pindaros

518 - post 446

 

Ὀλυμπιονίκαις αʹ

 

476 a. Chr. n.

 

   Audio (Olymp. αʹ, v. 1-59)

Fons: Society for the oral reading of greek and

latin literature (read in the restored pronunciation of

classical Greek by William Mullen, Bard College)

 

_________________________________________________________

 

 

 

Ἱέρωνι Συρακοσίωι κέλητι

 

str.

 

 

1

υ – –   υ υ –   υ –         – υ   – υ υ – –

2

υ υ   υ –        υ – – υ υ – υ υ – υ υ – –

3

– υ –   υ – υ   –

4

– υ   – υ υ – –

5

– υ –   υ – υ   –

6

– υ –   υ   υ υ   υ –   υ –   υ – υ υ – – υ – υ –

7

– υ –   υ – υ   –                υ – υ υ – –      υ –

8

υ   υ υ   υ   υ υ   υ – υ   –   υ –   υ –

9

υ   υ υ   – υ   –     υ υ   υ –

10

υ – –   υ – υ   –     υ υ   υ –

11

υ – υ   υ υ       – υ   –            υ –

 

epo.

 

 

1

υ – υ   υ υ – υ –   – υ   υ –   υ – –   υ –   υ –

2

υ –   – υ   υ –   – υ   υ υ   υ – υ –

3

– υ – υ   – υ    – υ υ –   – υ   –

4

υ – –   υ –   – υ υ –   υ –    υ   – υ υ – –

5

υ υ – υ    – υ υ –      – υ   – υ –

6

– – υ υ –   υ –   – υ   – υ –

7

υ υ υ       – υ υ –          – υ –

8

υ – –     υ –     – υ υ –   υ –   – υ υ – υ – –

 

 

Αʹ

str.1

ριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ 

ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου· 

εἰ δ᾽ ἄεθλα γαρύεν 

ἔλδεαι, φίλον ἦτορ, 

5

μηκέτ᾽ ἀελίου σκόπει 

ἄλλο θαλπνότερον ἐν ἁμέραι φαεν-

νὸν ἄστρον ἐρήμας δι᾽ αἰθέρος, 

μηδ᾽ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν· 

ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται 

σοφῶν μητίεσσι, κελαδεῖν 

10

Κρόνου παῖδ᾽ ἐς ἀφνεὰν ἱκομένους 

μάκαιραν Ἱέρωνος ἑστίαν, 

 

ant.1

θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμήλωι 

Σικελίαι δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν, 

ἀγλαΐζεται δὲ καί 

15

μουσικᾶς ἐν ἀώτωι, 

οἷα παίζομεν φίλαν 

ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δω-

ρίαν ἀπὸ φόρμιγγα πασσάλου 

λάμβαν᾽, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις 

νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν, 

20

ὅτε παρ᾽ Ἀλφεῶι σύτο δέμας 

ἀκέντητον ἐν δρόμοισι παρέχων, 

κράτει δὲ προσέμειξε δεσπόταν, 

 

epo.1

Συρακόσιον ἱπποχάρ-

μαν βασιλῆα· λάμπει δέ οἱ κλέος 

ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίαι· 

25

τοῦ μεγασθενὴς ἐράσσατο Γαιάοχος 

Ποσειδάν, ἐπεί νιν καθαροῦ λέβη-

τος ἔξελε Κλωθώ, 

ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον. 

ἦ θαύματα πολλά, καί πού τι καὶ βροτῶν 

28b

φάτιν ὑπὲρ τὸν ἀλαθῆ λόγον 

δεδαιδαλμένοι ψεύδεσι ποικίλοις 

ἐξαπατῶντι μῦθοι. 

 

Βʹ

str.2

Χάρις δ᾽, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς, 

31

ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστόν 

ἔμμεναι τὸ πολλάκις 

ἁμέραι δ᾽ ἐπίλοιποι 

μάρτυρες σοφώτατοι. 

35

ἔστι δ᾽ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαι-

μόνων καλά· μείων γὰρ αἰτία. 

υἱὲ Ταντάλου, σὲ δ᾽ ἀντία προτέρων φθέγξομαι, 

ὁπότ᾽ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον 

ἐς ἔρανον φίλαν τε Σίπυλον, 

ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων, 

40

τότ᾽ Ἀγλαοτρίαιναν ἁρπάσαι, 

 

ant.2

δαμέντα φρένας ἱμέρωι, χρυσέαισί τ᾽ ἀν᾽ ἵπποις 

ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι· 

ἔνθα δευτέρωι χρόνωι 

ἦλθε καὶ Γανυμήδης 

45

Ζηνὶ τωὔτ᾽ ἐπὶ χρέος. 

ὡς δ᾽ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολ-

λὰ μαιόμενοι φῶτες ἄγαγον, 

ἔννεπε κρυφᾶι τις αὐτίκα φθονερῶν γειτόνων, 

ὕδατος ὅτι τε πυρὶ ζέοισαν εἰς ἀκμάν 

μαχαίραι τάμον κατὰ μέλη, 

50

τραπέζαισί τ᾽ ἀμφὶ δεύτατα κρεῶν 

σέθεν διεδάσαντο καὶ φάγον. 

 

epo.2

ἐμοὶ δ᾽ ἄπορα γαστρίμαρ-

γον μακάρων τιν᾽ εἰπεῖν· ἀφίσταμαι· 

ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους. 

εἰ δὲ δή τιν᾽ ἄνδρα θνατὸν Ὀλύμπου σκοποί 

55

ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλ-

λὰ γὰρ καταπέψαι 

μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρωι δ᾽ ἕλεν 

ἄταν ὑπέροπλον, ἅν τοι πατὴρ ὕπερ 

57b

κρέμασε καρτερὸν αὐτῶι λίθον, 

τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν 

εὐφροσύνας ἀλᾶται. 

 

Γʹ

str.3

ἔχει δ᾽ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον 

60

μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτους ὅτι κλέψαις 

ἁλίκεσσι συμπόταις 

νέκταρ ἀμβροσίαν τε 

δῶκεν, οἷσιν ἄφθιτον 

θέν νιν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί 

<τι> λαθέμεν ἔρδων, ἁμαρτάνει. 

65

τοὔνεκα οἱ προῆκαν υἱὸν ἀθάνατοί <οἱ> πάλιν 

μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος. 

πρὸς εὐάνθεμον δ᾽ ὅτε φυάν 

λάχναι νιν μέλαν γένειον ἔρεφον, 

ἑτοῖμον ἀνεφρόντισεν γάμον 

 

ant.3

Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν 

71

σχεθέμεν. ἐγγὺς δ᾽ ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφναι 

ἄπυεν βαρύκτυπον 

Εὐτρίαιναν· ὁ δ᾽ αὐτῶι 

πὰρ ποδὶ σχεδὸν φάνη. 

75

τῶι μὲν εἶπε· ᾽Φίλια δῶρα Κυπρίας 

ἄγ᾽ εἴ τι, Ποσείδαον, ἐς χάριν 

τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον, 

ἐμὲ δ᾽ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων 

ἐς Ἆλιν, κράτει δὲ πέλασον. 

ἐπεὶ τρεῖς τε καὶ δέκ᾽ ἄνδρας ὀλέσαις 

80

μναστῆρας ἀναβάλλεται γάμον 

 

epo.3

θυγατρός. ὁ μέγας δὲ κίν-

δυνος ἄναλκιν οὐ φῶτα λαμβάνει. 

θανεῖν δ᾽ οἷσιν ἀνάγκα, τά κέ τις ἀνώνυμον 

γῆρας ἐν σκότωι καθήμενος ἕψοι μάταν, 

ἁπάντων καλῶν ἄμμορος; ἀλλ᾽ ἐμοὶ 

μὲν οὗτος ἄεθλος 

85

ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.᾽ 

ὣς ἔννεπεν· οὐδ᾽ ἀκράντοις ἐφάψατο 

86b

ἔπεσι. τὸν μὲν ἀγάλλων θεός 

ἔδωκεν δίφρον τε χρύσεον πτεροῖ-

σίν τ᾽ ἀκάμαντας ἵππους. 

 

Δʹ

str.4

ἕλεν δ᾽ Οἰνομάου βίαν παρθένον τε σύνευνον· 

ἔτεκε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς. 

90

νῦν δ᾽ ἐν αἱμακουρίαις 

ἀγλααῖσι μέμικται, 

Ἀλφεοῦ πόρωι κλιθείς, 

τύμβον ἀμφίπολον ἔχων πολυξενω-

τάτωι παρὰ βωμῶι· τὸ δὲ κλέος 

τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων, ἐν δρόμοις 

95

Πέλοπος ἵνα ταχυτὰς ποδῶν ἐρίζεται 

ἀκμαί τ᾽ ἰσχύος θρασύπονοι· 

ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον 

ἔχει μελιτόεσσαν εὐδίαν 

 

ant.4

ἀέθλων γ᾽ ἕνεκεν· τὸ δ᾽ αἰεὶ παράμερον ἐσλόν 

100

ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι 

κεῖνον ἱππίωι νόμωι 

Αἰοληΐδι μολπᾶι 

χρή· πέποιθα δὲ ξένον 

μή τιν᾽ ἀμφότερα καλῶν τε ἴδριν <ἐόν-

τα> καὶ δύναμιν κυριώτερον 

105

τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς. 

θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται 

ἔχων τοῦτο κᾶδος, Ἱέρων, 

μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι, 

ἔτι γλυκυτέραν κεν ἔλπομαι 

 

epo.4

σὺν ἅρματι θοῶι κλεΐ-

ξειν ἐπίκουρον εὑρὼν ὁδὸν λόγων 

111

παρ᾽ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν 

Μοῖσα καρτερώτατον βέλος ἀλκᾶι τρέφει· 

<ἐν ἄλλοις> δ᾽ ἄλλοι μεγάλοι· τὸ δ᾽ ἔ-

σχατον κορυφοῦται 

βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον. 

115

εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, 

115b

ἐμέ τε τοσσάδε νικαφόροις 

ὁμιλεῖν πρόφαντον σοφίαι καθ᾽ Ἕλ-

λανας ἐόντα παντᾶι.