BIBLIOTHECA AUGUSTANA

 

Pindaros

518 - post 446

 

Πινδάρου γένος δι᾽ ἐπῶν

 

Textus:

Pindaros/Pindar

griechisch und deutsch

ed. Oskar Werner, München [1967]

 

___________________________________________________

 

 

 

Πίνδαρον ὑψαγόρην Καδμηίδος οὔδεϊ Θήβης

Κλειδίκη εὐνηθεῖσα μενεπτολέμωι Δαϊφάντωι

γείνατο, ναιετάουσα Κυνὸς κεφαλῆς παρὰ χώρωι,

οὐκ οἶον· ἅμα τῶι καὶ Ἐρίτιμον εἰδότα θήρην,

5

εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ᾽ ἀλεγεινήν.

τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ

εἰσέτι παιδνὸν ἐόντα, μέλισσά τις ὡς ἐπὶ σίμβλωι

χείλεσι νηπιάχοισι τιθαιβώσσουσα ποτᾶτο.

τῶι δὲ λιγυφθόγγων ἐπέων μελέων θ᾽ ὑποθήμων

10

ἔπλετο δῖα Κόριννα· θεμείλια δ᾽ ὤπασε μύθων

τὸ πρῶτον· μετὰ τὴν δ᾽ Ἀγαθοκλέος ἔμμορεν αὐδῆς,

ὅς τέ ῥά οἱ κατέδειξεν ὁδὸν καὶ μέτρον ἀοιδῆς.

εὖτε δ᾽ Ἀλεξάνδροιο Φιλιππιάδαο μενοινῆ

Καδμείων ἀφίχοντο Μακηδόνες ἄστεα πέρσαι,

15

Πινδαρέων μεγάρων οὐχ ἥψατο θεσπιδαὲς πῦρ.

ἀλλὰ τὰ μὲν μετόπισθεν. ἔτι ζώοντι δ᾽ ἀοιδῶι

Φοῖβος ἄναξ ἐκέλευσε πολυχρύσου παρὰ Πυθοῦς

ἤια καὶ μέθυ λαρὸν ἀεὶ Θήβηνδε κομίζειν.

καὶ μέλος, ὡς ἐνέπουσιν, ἐν οὔρεσιν ἠυκέρως Πάν

20

Πινδάρου αἰὲν ἄειδε, καὶ οὐκ ἐμέγηρεν ἀείδων.

ἦμος δ᾽ ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι παρέσταν

αἰναρέται Πέρσαι μετὰ Δάτιδος ἀγριοφώνου,

τῆμος ἔτι ζώεσκεν, ὅτ᾽ Αἰσχύλος ἦν ἐν Ἀθήναις.

τῶι δὲ Τιμοξείνη παρελέξατο δῖα γυναικῶν,

25

ἥ τέκεν Εὔμητιν, μεγαλήτορα καὶ Δαΐφαντον,

Πρωτομάχην δ᾽ ἐπὶ τοῖσιν. ἔμελψε δὲ κῦδος ἀγώνων

τῶν πισύρων, μακάρων παιήονας ἄνδρασι θρήνους,

καὶ μέλος ὀρχηθμοῖο, θεῶν τ᾽ ἐρικυδέας ὕμνους,

ἠδὲ μελιφθόγγων μελεδήματα παρθενικάων.

30

τοῖος ἐὼν καὶ τόσσα παθὼν καὶ τόσσα τελέσσας

κάτθανεν ὀγδώκοντα τελειομένων ἐνιαυτῶν.

 

(cod. Laurentianus 32, 37; 32, 35; Parisinus 2403; Vita metrica ex Eustathii vita Pind. excerpta)