Pindaros
518 - post 446
Πινδάρου γένος
Textus:Pindaros/Pindargriechisch und deutsched. Oskar Werner, München [1967]
|
|
___________________________________________________
|
|
Πίνδαρος τὸ μὲν γένος Θηβαῖος, υἱὸς Δαϊφάντου κατὰ τοὺς ἀληθεστέρους· οἱ δὲ τὸν αὐτὸν Σκοπελίνου φασίν. οἱ δὲ Παγώνδα καὶ Μυρτοῦς, ἀπὸ κώμης Κυνοκεφάλων. ἡ δὲ Μυρτὼ ἐγαμήθε Σκοπελίνωι τῶι αὐλητῆι, ὃς τὴν αὐλητικὴν διδάσκων τὸν Πίνδαρον, ἐπεὶ εἶδε μείζονος ἕξεως ὄντα, παρέδωκε Λάσωι τῶι Ἑρμιονεῖ μελοποιῶι, παρ᾽ ὧι τὴν λυρικὴν ἐπαιδέθη. γέγονε δὲ κατὰ χρόνους Αἰσχύλου καὶ συγγενένηται καὶ τέθνηκεν· ὅτε καὶ τὰ Περσικά, ἤκμαζον. ἔσχε δὲ θυγατέρας δύο, Εὔμητιν καὶ Πρωτομάχην. κατώικει δὲ τὰς Θήβας, πλησίον τοῦ ἱεροῦ τῆς μητρὸς τῶν θεῶν τὴν οἰκίαν ἔχων. ἐτίμα δὲ τὴν θεὸν σφόδρα, ὢν εὐσεβέτατος, καὶ τὸν Πᾶνα, καὶ τὸν Ἀπόλλωνα, εἰς ὃν καὶ πλεῖστα γέγραφε. νεώτεροςδὲ ἦν Σιμωνίδου, πρεσβύτερος δὲ Βακχυλίδου. κατὰ δὲ τὴν Ξέρξου κατάβασιν ἤκμαζε τῆι ἡλικίαι. ἐτιμήθη δὲ σφόδρα ὑπὸ πάντων τῶν Ἑλλήνων διὰ τὸ ὑπὸ τοῦ Ἀπόλλωνος φιλεῖσθαι οὕτως, ὡς καὶ μερίδα λαμβάνειν ἀπὸ τῶν προσφερομένων τῶι θεῶι, καὶ τὸν ἱερέα βοᾶν ἐν ταῖς θυσίαις· Πίνδαρον ἐπὶ τὸ δεῖπνον τοῦ θεοῦ. λόγος καὶ τὸν Πᾶνα εὑρῆσαί ποτε ἆιδοντα περὶ τοῦ Πέλοπος· λόγος δὲ ὅτι ποτὲ Λακεδαιμόνιοι Βοιωτοὺς ἐμπρήσαντες καὶ Θήβας ἀπέσχοντο μόνης τῆς οἰκίας αὐτοῦ, θεασάμενοι ἐπιγεγραμμένον τὸν στίχον τοῦτον· Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ καίετε. ὅπερ καὶ τὸν Ἀλέξανδρον μετὰ ταῦτά φασι πεποιηκέναι· καὶ γὰρ οὗτος ἐμπρήσας τὰς Θήβας μόνης ἐκείνης ἐφείσατο. ἐχθρωδῶς δέ διακειμένων τῶν Ἀθηναίων πρὸς τοῦς Θηβαίους, ἐπεὶ εἶπεν ἐν τοῖς ποιήμασιν· ὦ ταὶ λιπαραὶ καὶ μεγαλοπόλιες Ἀθᾶναι, ἐζημίωσαν αὐτὸν χρήμασι Θηβαῖοι, ἅπερ ὑπὲρ αὐτοῦ ἔτισαν Ἀθηναῖοι. γέγραπται δὲ αὐτῶι ἑπτακαίδεκα βιβλία, ὧν τέσσαρα ἡ λεγομένη περίοδος λέγει τάδε· Ὀλυμπιονίκας Πυθιονίκας Ἰσθμιονίκας Νεμεονίκας.Τέθνηκε δὲ ὁ Πίνδαρος ἓξ καὶ ἑξήκοντα ἐτῶν γεγονὼς ἐπὶ Ἀβίωνος ἄρχοντος κατὰ τὴν ἕκτην ὀγδοηκοστὴν Ὀλυμπίαδα. ἤκουσε δὲ Σιμωνίδου.
(Thomas Magister, ca. 1270-1325) |