BIBLIOTHECA AUGUSTANA

 

Pindaros

518 - post 446

 

Βίος Πινδάρου

 

Textus:

Pindaros/Pindar

griechisch und deutsch

ed. Oskar Werner, München [1967]

 

___________________________________________________

 

 

 

Pindaros (Museo Capitolino Roma, Ny Carlsberg Glyptotek København)

 

Πίνδαρος ὁ ποιητὴς Θηβαίος ἦν ἐκ Κυνοκεφάλων· κώμη δέ ἐστι Θηβαϊκή· υἱὸς δὲ Δαϊφάντου, κατὰ δ᾽ ἐνίους Παγώνδα. ἔνιοι δὲ Σκοπελίνου αὐτὸν γενεαλογοῦσι, τινὲς δὲ τὸν Σκοχελῖνον πατρωὸν αὐτοῦ γενέσθαι καὶ αὐλητὴν ὄντα τὴν τέχνην διδάξαι. μήτρος δὲ Κλεοδίκης· οἱ δὲ Κληδίκης γράφουσι. παῖς δὲ ὢν ὁ Πίνδαρος, ὡς Χαμαιλέων καὶ ῎Ιστρος φασί, περὶ τὸν Ἑλικῶνα θηρῶντα αὐτὸν ὑπὸ πολλοῦ καμάτου εἰς ὕπνον κατενεχθῆναι, κοιμωμένου δὲ αὐτοῦ μέλισσαν τῶι στόματι προσκαθίσασαν κηρία ποιῆσαι, οἱ δέ φασιν ὅτι ὄναρ εἶδεν ὡς μέλιτος καὶ κηροῦ πλῆρες εἶναι αὐτοῦ τὸ στόμα, καὶ ἐπὶ ποιητικὴν ἐτράπη. διδάσκαλον δὲ αὐτοῦ Ἀθήνησιν οἱ μὲν Ἀγαθοκλέα, oἱ δὲ Ἀπολλόδωρον λέγουσιν, ὃν καὶ προϊστάμενον κυκλίων χορῶν ἀποδημοῦντα πιστεῦσαι τὴν διδασκαλίαν τῶι Πινδάρωι παιδὶ ὄντι, τὸν δὲ εὖ διακοσμήσαντα διαβόητον γενέσθαι. ἔρεισμα δὲ τῆς Ἑλλάδος εἰπὼν Ἀθήνας ἐζημιώθη ὑπὸ Θηβαίων χιλίαις δραχμαῖς, ἃς ἐξέτισαν ὑπὲρ αὐτοῦ Ἀθηναῖοι. ἦν δὲ οὐ μόνον εὐφυὴς ποιητής, ἀλλὰ καὶ ἄνθρωπος θεοφιλής. ὁ γοῦν Πὰν ὁ θεὸς ὤφθη μεταξὺ τοῦ Κιθαιρῶνος καὶ τοῦ Ἑλικῶνος ἄιδων παιᾶνα Πινδάρου· διὸ καὶ αἶσμα ἐποίησεν εἰς τὸν θεὸν, ἐν ὧι χάριν ὁμολογεῖ τῆς τιμῆς αὐτῶι, οὗ ἡ ἀρχή· ὦ Πὰν Πάν Ἀρκαδίας μεδέων καὶ σεμνῶν ἀδύτων φύλαξ. ἀλλὰ καὶ ἡ Δημήτηρ ὄναρ ἐπιστᾶσα αὐτῶι ἐμέμψατο, ὅτι μόνην τῶν θεῶν οὐχ ὕμνησεν· ὁ δὲ εἰς αὐτὴν ἐποίησε ποίημα, οὗ ἡ ἀρχή· Πότνια θεσμοφόρε χρυσάνιον. ἀλλὰ καὶ βωμὸν ἀμφοτέρων τῶν θεῶν πρὸ τῆς οἰκίας τῆς ἰδίας ἱδρύσατο. Παυσανίου δὲ τοῦ Λακεδαιμονίων βασιλέως ἐμπιπρώντος τὰς Θήβας ἐπέγραψέ τις τῆι οἰκίαι· Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ καίετε· καὶ οὕτως μόνη ἀπόρθητος ἔμεινεν, καὶ ἔστι τὸ νῦν ἐν Θήβαις πρυτανεῖον. ἀλλὰ καὶ ἐν Δελφοῖς ὁ προφήτης μέλλων κλείειν τὸν νεὼν κηρύσσει καθ᾽ ἡμέραν· Πίνδαρος ὁ μουσοποιὸς παρίτω πρὸς τὸ δεῖπνον τῶι θεῶι. καὶ γὰρ ἐν τῆι τῶν Πυθίων ἑορτῆι ἐγεννήθη, ὡς αὐτός φησι· Πενταετηρὶς ἑορτὰ βουπομπὸς, ἐν ἇι πρῶτον εὐνάσθην ἀγαπατὸς ὑπὸ σπαργάνοις. λέγεται δὲ θεωροὺς ἀπιόντας εἰς Ἄμμωνος αἰτῆσαι Πινδάρωι τὸ ἐν ἀνθρώποις ἄριστον, καὶ ἀποθανειιν ἐν ἐκείνωι ἐνιαυτῶι. ἐπέβαλλε δὲ τοῖς χρόνοις Σιμωνίδηι ἧι νεώτερος πρεσβυτέρωι· τῶν γοῦν αὐτῶν μέμνηνται ἀμφότεροι πράξεων. καὶ γὰρ Σιμωνίδης τὴν ἐν Σαλαμῖνι ναυμαχίαν γέγραφε καὶ Πίνδαρος μέμνηται τῆς Κάδμου βασίλείας. ἀλλὰ καὶ ἀμφότεροι παρὰ Ἱέρωνι τῶι Συρακουσίων τυράννωι γεγένηνται. γήμας δὲ Μεγάκλειαν τὴν Λυσιθέου καὶ Καλλίνης ἔσχεν υἱὸν Δαΐφαντον, ὧι καὶ δαφνηφορικὸν ἆισμα ἔγραψεν· καὶ θυγατέρας δύο, Πρωτομάχην καὶ Εὔμητιν. γέγραφε δὲ βιβλία ἑπτακαίδεκα· ὕμνους, παιᾶνας, διθυράμβων βʹ, προσοδίων βʹ, παρθενίων βʹ, φέρεται δὲ καὶ γ᾽ ὃ ἐπιγράφεται κεχωρισμένων παρθενίων, ὑπορχημάτων βʹ, ἐγχώμια, θρήνους, ἐπινίκων δʹ. φέρεται δὲ ἐπίγραμμα ἐπὶ τῆι τελευτῆι αὐτοῦ τόδε·

 

Ἦ μάλα Πρωτομάχα σε καὶ Εὔμητις λιγύφωνοι

ἔκλαυσαν πινυταί, Πίνδαρε, θυγατέρες,

Ἀργόθεν ἦμος ἵκοντο κομίζουσ᾽ ἔνδοθι κρωσσοῦ

λείψαν᾽ ἀπὸ ξείνης ἀθρόα πυρκαϊῆς.

 

(cod. Ambrosianus)