Pindaros
518 - post 446
Πινδάρου ἀποφθέγματα
Textus:Pindaros/Pindargriechisch und deutsched. Oskar Werner, München [1967]
|
|
___________________________________________________
|
|
Πίνδαρος ὁ μελοποιὸς ἐρωτηθεὶς ὑπό τινος, τί πρίονος ὀξύτερον, εἶπε· διαβολή.
Παραγενόμενος δὲ εἰς Δελφοὺς καὶ ἐρωτώμενος, τί πάρεστι θύσων, εἶπε· παιᾶνα.
Ἐπερωτηθεὶς πάλιν, διὰ τί Σιμωνίδης πρὸς τοὺς τυράννους άπεδήμησεν εἰς Σιχελίαν, αὐτὸς δὲ οὐ θέλει· ὅτι βούλομαι, εἶπεν, ἑμαυτῶι ζῆν, οὐκ ἄλλωι.
Ἐρωτηθεὶς δὲ, διὰ τὶ οὐ τῶι εὖ πράττοντι τὴν δυγατέρα δίδωσιν, οὐ μόνον δεῖσθαί φησιν εὖ πράττοντος, ἀλλὰ καὶ πράξοντος εὖ.
Ἐρωτηθεὶς πάλιν ὑπό τινος, διὰ τὶ μέλη γράφων ἄιδειν οὐκ ἐπίσταται, εἶπε· καὶ γὰρ οἱ ναυπηγοὶ πηδάλια κατασκευάζοντες κυβερνᾶν οὐκ ἐπίστανται.
Τους φυσιολογοῦντας ἔφη ἀτελῆ σοφίας δρέπειν καρπόν. |