|
|
-
- Α ἴ ν ι γ μ α
Textus:
in: Frühgriechische Lyriker II
ed. Bruno Snell, Berlin/DDR 1981
- _________________________________________
- Αἶνος τίς ἐστιν, ὡς ἀνήρ τε κοὐκ ἀνήρ
ὄρνιθα κοὐκ ὄρνιθ᾽ ἰδών τε κοὐκ ἰδών
ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην
λίθωι τε κοὐ λίθωι βάλοι τε κοὐ βάλοι.
Platon, Politeia V, 479a-c
«Τούτων
γὰρ δή, ὦ ἄριστε,
φήσομεν, τῶν
πολλῶν καλῶν
μῶν τι ἔστιν ὃ
οὐκ αἰσχρὸν
φανήσεται;
καὶ τῶν δικαίων,
ὃ οὐκ ἄδικον;
καὶ τῶν ὁσίων,
ὃ οὐκ ἀνόσιον;»
Οὔκ,
ἀλλ' ἀνάγκη, ἔφη,
καὶ καλά πως
αὐτὰ καὶ αἰσχρὰ
φανῆναι, καὶ ὅσα
ἄλλα ἐρωτᾶις.
Τί
δὲ τὰ πολλὰ
διπλάσια; ἧττόν
τι ἡμίσεα ἢ
διπλάσια
φαίνεται;
Οὐδέν.
Καὶ
μεγάλα δὴ καὶ
σμικρὰ καὶ
κοῦφα καὶ
βαρέα μή τι
μᾶλλον ἃ ἂν
φήσωμεν, ταῦτα
προσρηθήσεται
ἢ τἀναντία;
Οὔκ,
ἀλλ' ἀεί, ἔφη,
ἕκαστον ἀμφοτέρων
ἕξεται.
Πότερον
οὖν ἔστι
μᾶλλον ἢ οὐκ
ἔστιν ἕκαστον
τῶν πολλῶν
τοῦτο ὃ ἄν τις
φῆι αὐτὸ εἶναι;
Τοῖς
ἐν ταῖς ἑστιάσεσιν,
ἔφη, ἐπαμφοτερίζουσιν
ἔοικεν, καὶ τῶι
τῶν παίδων
αἰνίγματι τῶι
περὶ τοῦ
εὐνούχου, τῆς
βολῆς πέρι τῆς
νυκτερίδος, ὧι
καὶ ἐφ' οὗ αὐτὸν
αὐτὴν
αἰνίττονται
βαλεῖν· καὶ
γὰρ ταῦτα ἐπαμφοτερίζειν,
καὶ οὔτ' εἶναι
οὔτε μὴ εἶναι
οὐδὲν αὐτῶν
δυνατὸν παγίως
νοῆσαι, οὔτε ἀμφότερα
οὔτε οὐδέτερον.
Aristoteles, Poetica 22, 1458a 26
Αἰνίγματός
τε γὰρ ἰδέα αὕτη
ἐστί, τὸ λέγοντα
ὑπάρχοντα ἀδύνατα
συνάψαι.
Klearchos, Peri griphos (Athen. 10, c. 69-89)
Γρῖφος πρόβλημά ἐστι παιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν διανοίαι τὸ προβλητόν.
|
|