BIBLIOTHECA AUGUSTANA

 

Lysias

ca. 450 - ca. 380

 

Ἐπιστολαί

 

Textus:

Lysias, discours, tome II

ed. Louis Gernet et Marcel Bizos

Paris 1926

 

___________________________________________________

 

 

 

1

Λέγων ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγιγνώσκεις· εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφάσιστον, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μή καθ᾽ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ᾽ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτος ἔχω πρὸς τὸ φρονεῖν;

(Suid., s. u. φαῦλον). Th., n° 114.

 

2

Ὤιμην δὲ ἔγωγε τοσαύτηι φιλίαι συνηρμόσθαι τὴν ἐμὴν καὶ τὴν σὴν εὔνοιαν ὥστε μηδ᾽ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἐμποδὼν γενέσθαι ἡμῖν.

(Lex. Patm., in Bull. Corr. Hell., I, 153; Suid., s. u. Ἐμπεδοκλέους ἔχθρα). Th., n° 115.