BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Φιλοκτήτης

 

Textus:

Euripides, Sämtliche Tragödien und Fragmente

griechisch-deutsch

Band VI: Fragmente, Kyklop, Rhesos

ed. Gustav Adolf Seek

München: Artemis (Sammlung Tusculum), 1981

 

____________________________________________________________________

 

 

 

Φιλοκτήτης

 

 

787 (1106)

πῶς δ᾽ ἂν φρονοίην, ὧι παρῆν ἀπραγμόνως

ἐν τοῖσι πολλοῖς ἠριθμημένωι στρατοῦ

ἴσον μετασχεῖν τῷ σοφωτάτωι τύχης;

Arist. Eth. Nic. 1142a 3

 

788 (1106)

οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ·

τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον

τιμῶμεν ἄνδρας τ᾽ ἐν πόλει νομίζομεν.

Stob. 3, 29, 15

 

789 (1106)

ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν

καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.

Plut. De laud. 14

 

790 (1113)

δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε.

Plut. De cur. 12

 

**790 = ad. 389 (1114)

οὐκ ἔστ᾽ ἐν ἄντροις λευκός, ὦ ξέν᾽, ἄργυρος

Plut. De pud. 10

 

791 (1123)

{lyr} ἅλις, ὦ βιοτά· πέραινε,

πρίν τινα συντυχίαν

ἢ κτεάτεσσιν ἐμοῖς ἢ σώματι τῶιδε γενέσθαι.

Stob. 4, 52, 29

 

792 (1116)

φαγέδαιν᾽ ἀεί μου σάρκα θοινᾶται ποδός

Arist. Poet. 1458b 23

 

793 (1121)

μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει·

ἐν γῆι δ᾽ ὁ φόρτος, καὶ πάλιν ναυτίλλεται.

Stob. 3, 39, 13

 

794 (1125)

ὁρᾶτε δ᾽ ὡς κἀν θεοῖσι κερδαίνειν καλόν,

θαυμάζεται δ᾽ ὁ πλεῖστον ἐν ναοῖς ἔχων

χρυσόν. τί δῆτα καὶ σὲ κωλύει ...

κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς;

‹Justin.›, De mon. 5

 

795 (1119)

τί δῆτα θάκοις μαντικοῖς ἐνήμενοι

σαφῶς διόμνυσθ᾽ εἰδέναι τὰ δαιμόνων,

οἱ τῶνδε χειρώνακτες ἄνθρωποι λόγων;

ὅστις γὰρ αὐχεῖ θεῶν ἐπίστασθαι πέρι,

οὐδέν τι μᾶλλον οἶδεν ἢ πείθειν λέγων.

Stob. 2, 1, 2

 

796 (1118)

ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ

αἰσχρὸν σιωπᾶν, βαρβάρους δ᾽ ἐᾶν λέγειν.

Plut. Adv. Col. 2

 

797 (1117)

λέξω δ᾽ ἐγώ, κἄν μου διαφθείρας δοκῆι

λόγους ὑποστὰς αὐτὸς ἠδικηκέναι·

ἀλλ᾽ ἐξ ἐμοῦ γὰρ τἀμὰ μαθήσηι κλύων,

ὃ δ᾽ αὐτὸς αὑτὸν ἐμφανιεῖ σοι λέγων.

Rhet. ad Alex. 18, 15

 

798 (1122)

πατρὶς καλῶς πράσσουσα εὐτυχοῦντ᾽ ἀεὶ

μείζω τίθησι, δυστυχοῦσα δ᾽ ἀσθενῆ.

Stob. 3, 40, 1

 

799 (1120)

ὥσπερ δὲ θνητὸν καὶ τὸ σῶμ᾽ ἡμῶν ἔφυ,

οὕτω προσήκει μηδὲ τὴν ὀργὴν ἔχειν

ἀθάνατον ὅστις σωφρονεῖν ἐπίσταται.

Stob. 3, 20, 17

 

799a (1115)

ἀνδρὸς κακῶς πράσσοντος ἐκποδῶν φίλοι

Schol. Eur. Phoe. 402

 

800 (1124)

φεῦ, μήποτ᾽ εἴην ἄλλο πλὴν θεοῖς φίλος

ὡς πᾶν τελοῦσι, κἂν βραδύνωσιν χρόνωι.

Orion Flor. 5, 4

 

801 (1128)

ἀπέπνευσεν αἰῶνα

Hesych. 2216

 

802 (1127)

αἱρεῖς

Hesych. 2068

 

803 (1129)

ἀκριβές

Hesych. 2569