Euripides
485/84 - 406/05 a. Chr. n.
Κύκλωψ
ca. 411/408
|
|
____________________________________________________________________
|
|
Κύκλωψ
ΣΙΛΗΝΟΣὮ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνουςνῦν χὤτ᾽ ἐν ἥβηι τοὐμὸν εὐσθένει δέμας·πρῶτον μὲν ἡνίκ᾽ ἐμμανὴς Ἥρας ὕποΝύμφας ὀρείας ἐκλιπὼν ὤιχου τροφούς· | |
5 | ἔπειτά γ᾽ ἀμφὶ γηγενῆ μάχην δορὸςἐνδέξιος σῶι ποδὶ παρασπιστὴς βεβὼςἘγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶἔκτεινα – φέρ᾽ ἴδω, τοῦτ᾽ ἰδὼν ὄναρ λέγω;οὐ μὰ Δί᾽, ἐπεὶ καὶ σκῦλ᾽ ἔδειξα Βακχίωι. |
10 | καὶ νῦν ἐκείνων μείζον᾽ ἐξαντλῶ πόνον.ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸνληιστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶσέθεν κατὰ ζήτησιν. ἐν πρύμνηι δ᾽ ἄκραι |
15 | αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,παῖδες δ᾽ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλαῥοθίοισι λευκαίνοντες ἐζήτουν σ᾽, ἄναξ.ἤδη δὲ Μαλέας πλησίον πεπλευκόταςἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ |
20 | ἐξέβαλεν ἡμᾶς τήνδ᾽ ἐς Αἰτναίαν πέτραν,ἵν᾽ οἱ μονῶπες ποντίου παῖδες θεοῦΚύκλωπες οἰκοῦσ᾽ ἄντρ᾽ ἔρημ᾽ ἀνδροκτόνοι.τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοιςδοῦλοι· καλοῦσι δ᾽ αὐτὸν ὧι λατρεύομεν |
25 | Πολύφημον· ἀντὶ δ᾽ εὐίων βακχευμάτωνποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοιςνέμουσι μῆλα νέα νέοι πεφυκότες,ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας |
30 | μένων τέταγμαι τάσδε, τῶιδε δυσσεβεῖΚύκλωπι δείπνων ἀνοσίων διάκονος.καὶ νῦν, τὰ προσταχθέντ᾽, ἀναγκαίως ἔχεισαίρειν σιδηρᾶι τῆιδέ μ᾽ ἁρπάγηι δόμους,ὡς τόν τ᾽ ἀπόντα δεσπότην Κύκλωπ᾽ ἐμὸν |
35 | καθαροῖσιν ἄντροις μῆλά τ᾽ ἐσδεχώμεθα.ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδωνὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίωικῶμος συνασπίζοντες Ἀλθαίας δόμους |
40 | προσῆιτ᾽ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
ΧΟΡΟΣ ΣΑΤΥΡΩΝ{στρ.} παῖ γενναίων μὲν πατέρωνγενναίων δ᾽ ἐκ τοκάδων,πᾶι δή μοι νίσηι σκοπέλους;οὐ τᾶιδ᾽ ὑπήνεμος αὔρα |
45 | καὶ ποιηρὰ βοτάνα,δινᾶέν θ᾽ ὕδωρ ποταμῶνἐν πίστραις κεῖται πέλας ἄν-τρων, οὗ σοι βλαχαὶ τεκέων;
{ἐφυμν.} ψύττ᾽· οὐ τᾶιδ᾽ οὔ, οὐ τᾶιδε νεμῆι |
50 | κλιτὺν δροσεράν;ὠή, ῥίψω πέτρον τάχα σου·ὕπαγ᾽ ὦ ὕπαγ᾽ ὦ κεράστα,μηλοβότα στασιωρὸνΚύκλωπος ἀγροβάτα.
|
55 | {ἀντ.} σπαργῶντας μαστοὺς χάλασον·δέξαι θηλαῖσι σπορὰςἃς λείπεις ἀρνῶν θαλάμοις.ποθοῦσί σ᾽ ἁμερόκοιτοιβλαχαὶ σμικρῶν τεκέων. |
60 | εἰς αὐλὰν πότ᾽ ἀμφιβαλειςποιηροὺς λείπουσα νομοὺςΑἰτναίων εἴσω σκοπελῶν;
|
62a | {ἐφυμν.} <ψύττ᾽· οὐ τᾶιδ᾽ οὔ; οὐ τᾶιδε νεμῆι |
62b | κλιτὺν δροσεράν; |
62c | ὠή, ῥίψω πέτρον τάχα σου |
62d | ὕπαγ᾽ ὦ ὕπαγ᾽ ὦ κεράστα, |
62e | μηλοβότα στασιωρὸν |
62f | Κύκλωπος ἀγροβάτα>
{ἐπωιδός} οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶΒάκχαι τε θυρσοφόροι, |
65 | οὐ τυμπάνων ἀλαλαγμοὶοὐκ οἴνου χλωραὶ σταγόνεςκρήναις παρ᾽ ὑδροχύτοις,οὐδ᾽ ἐν Νύσαι μετὰ Νυμφᾶνἴακχον ἴακχον ὠιδὰν |
70 | μέλπω πρὸς τὰν Ἀφροδίταν,ἃν θηρεύων πετόμανΒάκχαις σὺν λευκόποσιν.ὦ φίλος·ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς |
75 | <ποῖ> ξανθὰν χαίταν σείεις;ἐγὼ δ᾽ ὁ σὸς πρόπολοςθητεύω Κύκλωπιτῶι μονοδέρκται δοῦλος ἀλαίνων |
80 | σὺν τᾶιδε τράγου χλαίναι μελέαισᾶς χωρὶς φιλίας.
Σι. σιγήσατ᾽, ὦ τέκν᾽, ἄντρα δ᾽ ἐς πετρηρεφῆποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.Χο. χωρεῖτ᾽· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις; |
85 | Σι. ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφοςκώπης τ᾽ ἄνακτας σὺν στρατηλάτηι τινὶστείχοντας ἐς τόδ᾽ ἄντρον· ἀμφὶ δ᾽ αὐχέσιτεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,κρωσσούς θ᾽ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι, |
90 | τίνες ποτ᾽ εἰσίν; οὐκ ἴσασι δεσπότηνΠολύφημον οἷός ἐστιν, ἄξενον στέγηντήνδ᾽ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθοντὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.ἀλλ᾽ ἥσυχοι γίγνεσθ᾽, ἵν᾽ ἐκπυθώμεθα |
95 | πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
ΟΔΥΣΣΕΥΣξένοι, φράσαιτ᾽ ἂν νᾶμα ποτάμιον πόθενδίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλειβορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν· |
100 | Σατύρων πρὸς ἄντροις τόνδ᾽ ὅμιλον εἰσορῶ.χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.Σι. χαῖρ᾽, ὦ ξέν᾽, ὅστις δ᾽ εἶ φράσον πάτραν τε σήν.Οδ. Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.Σι. οἶδ᾽ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος. |
105 | Οδ. ἐκεῖνος αὐτός εἰμι· λοιδόρει δὲ μή.Σι. πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;Οδ. ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.Σι. πῶς; πορθμὸν οὐκ ἤιδησθα πατρώιας χθονός;Οδ. ἀνέμων θύελλαι δεῦρό μ᾽ ἥρπασαν βίαι. |
110 | Σι. παπαῖ· τὸν αὐτὸν δαίμον᾽ ἐξαντλεῖς ἐμοί.Οδ. ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;Σι. ληιστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.Οδ. τίς δ᾽ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;Σι. Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος. |
115 | Οδ. τείχη δὲ ποῦ ᾽στι καὶ πόλεως πυργώματα;Σι. οὐκ ἔστ᾽· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.Οδ. τίνες δ᾽ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;Σι. Κύκλωπες, ἄντρ᾽ ἔχοντες, οὐ στέγας δόμων.Οδ. τίνος κλύοντες; ἢ δεδήμευται κράτος; |
120 | Σι. νομάδες· ἀκούει δ᾽ οὐδὲν οὐδεὶς οὐδενός.Οδ. σπείρουσι δ᾽ – ἢ τῶι ζῶσι; – Δήμητρος στάχυν;Σι. γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾶι.Οδ. Βρομίου δὲ πῶμ᾽ ἔχουσιν, ἀμπέλου ῥοαῖς;Σι. ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα. |
125 | Οδ. φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;Σι. γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.Οδ. τί φήις; βορᾶι χαίρουσιν ἀνθρωποκτόνωι;Σι. οὐδεὶς μολὼν δεῦρ᾽ ὅστις οὐ κατεσφάγη.Οδ. αὐτὸς δὲ Κύκλωψ ποῦ ᾽στιν; ἦ δόμων ἔσω; |
130 | Σι. φροῦδος πρὸς Αἴτνηι θῆρας ἰχνεύων κυσίν.Οδ. οἶσθ᾽ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;Σι. οὐκ οἶδ᾽, Ὀδυσσεῦ· πᾶν δέ σοι δρώιημεν ἄν.Οδ. ὅδησον ἡμῖν σῖτον, οὖ σπανίζομεν.Σι. οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας. |
135 | Οδ. ἀλλ᾽ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.Σι. καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.Οδ. ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.Σι. σὺ δ᾽ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;Οδ. οὐ χρυσὸν, ἀλλὰ πῶμα Διονύσου φέρω. |
140 | Σι. ὦ φίλτατ᾽ εἰπών, οὖ σπανίζομεν πάλαι.Οδ. καὶ μὴν Μάρων μοι πῶμ᾽ ἔδωκε, παῖς θεοῦ.Σι. ὃν ἐξέθρεψα ταῖσδ᾽ ἐγώ ποτ᾽ ἀγκάλαις;Οδ. ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθηις.Σι. ἐν σέλμασιν νεώς ἐστιν ἢ φέρεις σύ νιν; |
145 | Οδ. ὅδ᾽ ἁσκός, ὃς κεύθει νιν· ὡς ὁρᾶις, γέρον.Σι. οὗτος μὲν οὐδ᾽ ἂν τὴν γνάθον πλήσειέ μου.Οδ. ναί· δὶς τόσον πῶμ᾽ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῆι.Σι. καλήν γε κρήνην εἶπας ἡδεῖάν τ᾽ ἐμοί.Οδ. βούληι σε γεύσω πρῶτον ἄκρατον μέθυ; |
150 | Σι. δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.Οδ. καὶ μὴν ἐφέλκω καὶ ποτῆρ᾽ ἀσκοῦ μέτα.Σι. φέρ᾽ ἐγκάναξον, ὡς ἀναμνησθῶ πιών.Οδ. ἰδού. Σι. παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.Οδ. εἶδες γὰρ αὐτήν; Σι. οὐ μὰ Δί᾽, ἀλλ᾽ ὀσφραίνομαι. |
155 | Οδ. γεῦσαί νυν, ὡς ἂν μὴ λόγωι ᾽παινῆις μόνον.Σι. βαβαί· χορεῦσαι παρακαλεῖ μ᾽ ὁ Βάκχιος.ἆ ἆ ἆ.Οδ. μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;Σι. ὥστ᾽ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο. |
160 | Οδ. πρὸς τῶιδε μέντοι καὶ νόμισμα δώσομεν.Σι. χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.Οδ. ἐκφέρετέ νυν τυρεύματ᾽ ἢ μήλων τόκον.Σι. δράσω τάδ᾽, ὀλίγον φροντίσας γε δεσποτῶν.ὡς ἐκπιών γ᾽ ἂν κύλικα μαινοίμην μίαν, |
165 | πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,ῥῖψαι τ᾽ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·ἵν᾽ ἔστι τουτί τ᾽ ὀρθὸν ἐξανιστάναι |
170 | μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένουψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ᾽ ἅμακακῶν τε λῆστις. εἶτ᾽ ἐγὼ <οὐ> κυνήσομαιτοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίανκλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
|
175 | <Χο.> ἄκου᾽, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.Οδ. καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.Χο. ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;Οδ. καὶ πάντα γ᾽ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.Χο. οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε, |
180 | ἅπαντες αὐτὴν διεκροτήσατ᾽ ἐν μέρει,ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλουςπερὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεονκλωιὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα |
185 | ἐξεπτοήθη, Μενέλεων ἀνθρώπιονλῶιστον λιποῦσα. μηδαμοῦ γένος ποτὲφῦναι γυναικῶν ὤφελ᾽ – εἰ μὴ ᾽μοὶ μόνωι.Σι. ἰδοὺ τάδ᾽ ὑμῖν ποιμνίων βοσκήματα,ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί, |
190 | πηκτοῦ γάλακτός τ᾽ οὐ σπάνια τυρεύματα.φέρεσθε· χωρεῖθ᾽ ὡς τάχιστ᾽ ἄντρων ἄπο,βότρυος ἐμοὶ πῶμ᾽ ἀντιδόντες εὐίου.οἴμοι· Κύκλωψ ὅδ᾽ ἔρχεται· τί δράσομεν;Οδ. ἀπολώλαμέν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν; |
195 | Σι. ἔσω πέτρας τῆσδ᾽, οὗπερ ἂν λάθοιτέ γε.Οδ. δεινὸν τόδ᾽ εἶπας, ἀρκύων μολεῖν ἔσω.Σι. οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.Οδ. οὐ δῆτ᾽· ἐπεί τἂν μεγάλα γ᾽ ἡ Τροία στένοι,εἰ φευξόμεσθ᾽ ἕν᾽ ἄνδρα, μυρίον δ᾽ ὄχλον |
200 | Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.ἀλλ᾽, εἰ θανεῖν δεῖ, κατθανούμεθ᾽ εὐγενῶς,ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
ΚΥΚΛΩΨἄνεχε πάρεχε· τί τάδε· τίς ἡ ῥαιθυμία;τί βακχιάζετ᾽; οὐχὶ Διόνυσος τάδε, |
205 | οὐ κρόταλα χαλκοῦ τυμπάνων τ᾽ ἀράγματα.πῶς μοι κατ᾽ ἄντρα νεόγονα βλαστήματα;ἦ πρός τε μαστοῖς εἰσι χὑπὸ μητέρωνπλευρὰς τρέχουσι, σχοινίνοις τ᾽ ἐν τεύχεσινπλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον; |
210 | τί φάτε; τί λέγετε; τάχα τις ὑμῶν τῶι ξύλωιδάκρυα μεθήσει· βλέπετ᾽ ἄνω καὶ μὴ κάτω.Χο. ἰδού· πρὸς αὐτὸν τὸν Δί᾽ ἀνακεκύφαμεν,καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.Κυ. ἄριστόν ἐστιν εὖ παρεσκευασμένον; |
215 | Χο. πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.Κυ. ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέωι;Χο. ὥστ᾽ ἐκπιεῖν γέ σ᾽, ἢν θέληις, ὅλον πίθον.Κυ. μήλειον ἢ βόειον ἢ μεμειγμένον;Χο. ὃν ἂν θέληις σύ, μὴ ᾽μὲ καταπίηις μόνον. |
220 | Κυ. ἥκιστ᾽· ἐπεί μ᾽ ἂν ἐν μέσηι τῆι γαστέριπηδῶντες ἀπολέσαιτ᾽ ἂν ὑπὸ τῶν σχημάτων.ἔα· τίν᾽ ὄχλον τόνδ᾽ ὁρῶ πρὸς αὐλίοις;ληισταί τινες κατέσχον ἢ κλῶπες χθόνα;ὁρῶ γέ τοι τούσδ᾽ ἄρνας ἐξ ἄντρων ἐμῶν |
225 | στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τεπληγαῖς πρόσωπον φαλακρὸν ἐξωιδηκότα.Σι. ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.Κυ. ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ᾽ ἐπύκτευσεν, γέρον; |
230 | Σι. ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ᾽ οὐκ εἴων φέρειν.Κυ. οὐκ ἦισαν ὄντα θεόν με καὶ θεῶν ἄπο;Σι. ἔλεγον ἐγὼ τάδ᾽· οἱ δ᾽ ἐφόρουν τὰ χρήματα·καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιοντούς τ᾽ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ |
235 | κλωιῶι τριπήχει, κατὰ τὸν ὀφθαλμὸν μέσοντὰ σπλάγχν᾽ ἔφασκον ἐξαμήσεσθαι βίαι,μάστιγί τ᾽ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,κἄπειτα συνδήσαντες ἐς θἀδώλιατῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶ |
240 | πέτρους μοχλεύειν ἢ πυλῶνα καταβαλεῖν.Κυ. ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ᾽ ἰὼνθήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλωνἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκαπλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ᾽ ἄνθρακος |
245 | θερμὴν διδόντες δαῖτα τῶι κρεανόμωι,τὰ δ᾽ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.ὡς ἔκπλεώς γε δαιτός εἰμ᾽ ὀρεσκόου·ἅλις λεόντων ἐστί μοι θοινωμένωιἐλάφων τε, χρόνιος δ᾽ εἴμ᾽ ἀπ᾽ ἀνθρώπων βορᾶς. |
250 | Σι. τὰ καινά γ᾽ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,ἡδίον᾽ ἐστίν. οὐ γὰρ αὖ νεωστί γεἄλλοι πρὸς ἄντρα τὰ σά γ᾽ ἀφίκοντο ξένοι.Οδ. Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.ἡμεῖς βορᾶς χρήιζοντες ἐμπολὴν λαβεῖν |
255 | σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.τοὺς δ᾽ ἄρνας ἡμῖν οὖτος ἀντ᾽ οἴνου σκύφουἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼνἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίαι.ἀλλ᾽ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει, |
260 | ἐπεὶ κατελήφθη σοῦ λάθραι πωλῶν τὰ σά.Σι. ἐγώ; κακῶς γὰρ ἐξόλοι᾽. Οδ. εἰ ψεύδομαι.Σι. μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ᾽, ὦ Κύκλωψ,μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας, |
265 | μὰ θ᾽ ἱερὰ κύματ᾽ ἰχθύων τε πᾶν γένος,ἀπώμοσ᾽, ὦ κάλλιστον ὦ Κυκλώπιον,ὦ δεσποτίσκε, μὴ τὰ σ᾽ ἐξοδᾶν ἐγὼξένοισι χρήματ᾽. ἢ κακῶς οὗτοι κακοὶοἱ παῖδες ἀπόλοινθ᾽, οὓς μάλιστ᾽ ἐγὼ φιλῶ. |
270 | Χο. αὐτὸς ἔχ᾽. ἔγωγε τοῖς ξένοις τὰ χρήματαπερνάντα σ᾽ εἶδον· εἰ δ᾽ ἐγὼ ψευδῆ λέγω,ἀπόλοιθ᾽ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.Κυ. ψεύδεσθ᾽· ἔγωγε τῶιδε τοῦ Ῥαδαμάνθυοςμᾶλλον πέποιθα καὶ δικαιότερον λέγω. |
275 | θέλω δ᾽ ἐρέσθαι· πόθεν ἐπλεύσατ᾽, ὦ ξένοι;ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;Οδ. Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ᾽ ἄπο,πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοιςσὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ. |
280 | Κυ. ἦ τῆς κακίστης οἳ μετήλθεθ᾽ ἁρπαγὰςἙλένης Σκαμάνδρου γείτον᾽ Ἰλίου πόλιν;Οδ. οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.Κυ. αἰσχρὸν στράτευμά γ᾽, οἵτινες μιᾶς χάρινγυναικὸς ἐξεπλεύσατ᾽ ἐς γαῖαν Φρυγῶν. |
285 | Οδ. θεοῦ τὸ πρᾶγμα· μηδέν᾽ αἰτιῶ βροτῶν.ἡμεῖς δέ σ᾽, ὦ θεοῦ ποντίου γενναῖε παῖ,ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·μὴ τλῆις πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλουςκτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις· |
290 | οἳ τὸν σόν, ὦναξ, πατέρ᾽ ἔχειν νεῶν ἕδραςἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.ἱερᾶς τ᾽ ἄθραυστος Ταινάρου μένει λιμὴνΜαλέας τ᾽ ἄκροι κευθμῶνες ἥ τε Σουνίουδίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα |
295 | Γεραίστιοί τε καταφυγαί· τά θ᾽ Ἑλλάδοςδύσφορά γ᾽ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺςοἰκεῖς ὑπ᾽ Αἴτνηι, τῆι πυριστάκτωι πέτραι.νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφηι, |
300 | ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένουςξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέληὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.ἅλις δὲ Πριάμου γαῖ᾽ ἐχήρωσ᾽ Ἑλλάδα, |
305 | πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνονἀλόχους τ᾽ ἀνάνδρους γραῦς τ᾽ ἄπαιδας ὤλεσενπολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένουςσὺ συμπυρώσας δαῖτ᾽ ἀναλώσεις πικράν,ποῖ τρέψεταί τις; ἀλλ᾽ ἐμοὶ πιθοῦ, Κύκλωψ· |
310 | πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ᾽ εὐσεβὲςτῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρκέρδη πονηρὰ ζημίαν ἠμείψατο.Σι. παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶνμηδὲν λίπηις τοῦδ᾽, ἢν δὲ τὴν γλῶσσαν δάκηις, |
315 | κομψὸς γενήσηι καὶ λαλίστατος, Κύκλωψ.Κυ. ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,τὰ δ᾽ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.ἄκρας δ᾽ ἐναλίας ἃς καθίδρυται πατὴρχαίρειν κελεύω· τί τάδε προυστήσω λόγωι; |
320 | Ζηνὸς δ᾽ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,οὐδ᾽ οἶδ᾽ ὅ τι Ζεύς ἐστ᾽ ἐμοῦ κρείσσων θεός.οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ᾽ οὔ μοι μέλει,ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέηι,ἐν τῆιδε πέτραι στέγν᾽ ἔχων σκηνώματα, |
325 | ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκοςδαινύμενος, εὖ τέγγων τε γαστέρ᾽ ὑπτίαν,ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλονκρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.ὅταν δὲ βορέας χιόνα Θρήικιος χέηι, |
330 | δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸνκαὶ πῦρ ἀναίθων – χιόνος οὐδέν μοι μέλει.ἡ γῆ δ᾽ ἀνάγκηι, κἂν θέληι κἂν μὴ θέληι,τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ᾽ οὔ, |
335 | καὶ τῆι μεγίστηι, γαστρὶ τῆιδε, δαιμόνων.ὡς τοὐμπιεῖν γε κἀμφαγεῖν τοὐφ᾽ ἡμέραν,Ζεὺς οὖτος ἀνθρώποισι τοῖσι σώφροσιν,λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμουςἔθεντο ποικίλλοντες ἀνθρώπων βίον, |
340 | κλαίειν ἄνωγα· τὴν <δ᾽> ἐμὴν ψυχὴν ἐγὼοὐ παύσομαι δρῶν εὖ – κατεσθίων τε σέ.ξένιά τὲ λήψηι τοιάδ᾽, ὡς ἄμεμπτος ὦ,πῦρ καὶ πατρῶιον τόνδε χαλκόν, ὃς ζέσαςσὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς. |
345 | ἀλλ᾽ ἕρπετ᾽ εἴσω, τοῦ κατ᾽ αὔλιον θεῶιἵν᾽ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.Οδ. αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυνθαλασσίους τε, νῦν δ᾽ ἐς ἀνδρὸς ἀνοσίουγνώμην κατέσχον ἀλίμενόν τε καρδίαν. |
350 | ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίουπόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.σύ τ᾽, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδραςΖεῦ ξένι᾽, ὅρα τάδ᾽· εἰ γὰρ αὐτὰ μὴ βλέπεις, |
355 | ἄλλως νομίζηι Ζεὺς τὸ μηδὲν ὢν θεός.
{στρ.} Χο. εὐρείας φάρυγγος, ὦ Κύκλωψ,ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοιἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο <θερμὰ>χναύειν βρύκεινκρεοκοπεῖν μέλη ξένων |
360 | δασυμάλλωι ἐν αἰγίδι κλινομένωι.
{ἐφυμν.} μὴ ᾽μοὶ μὴ προσδίδου·μόνος μόνωι γέμιζε πορθμίδος σκάφος.χαιρέτω μὲν αὖλις ἅδε,χαιρέτω δὲ θυμάτων |
365 | ἀποβώμιος ἃν ἔχει θυσίανΚύκλωψ Αἰτναῖος ξενικῶνκρεῶν κεχαρμένος βορᾶι.
{ἀντ.} νηλὴς ὦ τλᾶμον, ὅστις δωμάτων |
370 | ἐφεστίους [ξενικοὺς] ἱκτῆρας ἐκθύει δόμων,ἑφθά τε δαινύμενος, μυσαροῖσί τ᾽ ὀδοῦσινκόπτων βρύκων[ἀνθρώπων] θέρμ᾽ ἀπ᾽ ἀνθράκων κρέα,* * * |
374a | {ἐφυμν.} <μή μοι μὴ προσδίδου· |
374b | μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος. |
374c | χαιρέτω μὲν αὖλις ἅδε, |
374d | χαιρέτω δὲ θυμάτων |
374e | ἀποβώμιος ἃν ἔχει θυσίαν |
374f | Κύκλωψ Αἰτναῖος ξενικῶν |
374g | κρεῶν κεχαρμένος βορᾶι>
|
375 | Οδ. ὦ Ζεῦ, τί λέξω, δείν᾽ ἰδὼν ἄντρων ἔσωκοὐ πιστά, μύθοις εἰκότ᾽, οὐδ᾽ ἔργοις βροτῶν;Χο. τί δ᾽ ἔστ᾽, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθενφίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;Οδ. δισσούς γ᾽ ἀθρήσας κἀπιβαστάσας χεροῖν, |
380 | οἳ σαρκὸς εἶχον εὐτρεφέστατον πάχος.Χο. πῶς, ὦ ταλαίπωρ᾽, ἦτε πάσχοντες τάδε;Οδ. ἐπεὶ πετραίαν τήνδ᾽ ἐσήλθομεν χθόνα,ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸςκορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι, |
385 | τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος,καὶ χάλκεον λέβητ᾽ ἐπέζεσεν πυρί.ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆἔστησεν εὐνὴν πλησίον πυρὸς φλογί.κρατῆρα δ᾽ ἐξέπλησεν ὡς δεκάμφορον, |
390 | μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.σκύφος τε κισσοῦ παρέθετ᾽ εἰς εὖρος τριῶνπήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο,ὀβελούς τ᾽, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,ξεστοὺς δὲ δρεπάνωι τἄλλα, παλιούρου κλάδων, |
395 | †Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.†ὡς δ᾽ ἦν ἕτοιμα πάντα τῶι θεοστυγεῖἍιδου μαγείρωι, φῶτε συμμάρψας δύοἔσφαζ᾽ ἑταίρων τῶν ἐμῶν, ῥυθμῶι τινιτὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον, |
400 | τὸν δ᾽ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσαςλάβρωι μαχαίραι σάρκας ἐξώπτα πυρί,τὰ δ᾽ ἐς λέβητ᾽ ἐφῆκεν ἕψεσθαι μέλη. |
405 | ἐγὼ δ᾽ ὁ τλήμων δάκρυ᾽ ἀπ᾽ ὀφθαλμῶν χέωνἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·ἅλλοι δ᾽ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτραςπτήξαντες εἶχον, αἷμα δ᾽ οὐκ ἐνῆν χροΐ.ἐπεὶ δ᾽ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς |
410 | ἀνέπεσε, φάρυγος αἰθέρ᾽ ἐξιεὶς βαρύν,ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφοςΜάρωνος αὐτῶι τοῦδε προσφέρω πιεῖν,λέγων τάδ᾽· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,σκέψαι τόδ᾽ οἷον Ἑλλὰς ἀμπέλων ἄπο |
415 | θεῖον κομίζει πῶμα, Διονύσου γάνος.ὁ δ᾽ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶςἐδέξατ᾽ ἔσπασέν <τ᾽> ἄμυστιν ἑλκύσαςκἀπήινεσ᾽ ἄρας χεῖρα· Φίλτατε ξένων,καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῆι δίδως. |
420 | ἡσθέντα δ᾽ αὐτὸν ὡς ἐπηισθόμην ἐγώ,ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτιτρώσει νιν οἶνος καὶ δίκην δώσει τάχα.καὶ δὴ πρὸς ὠιδὰς εἷρπ᾽. ἐγὼ δ᾽ ἐπεγχέωνἄλλην ἐπ᾽ ἄλληι σπλάγχν᾽ ἐθέρμαινον ποτῶι. |
425 | ἄιδει δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖςἄμουσ᾽, ἐπηχεῖ δ᾽ ἄντρον. ἐξελθὼν δ᾽ ἐγὼσιγῆι, σὲ σῶσαι κἄμ᾽, ἐὰν βούληι, θέλω.ἀλλ᾽ εἴπατ᾽ εἴτε χρήιζετ᾽ εἴτ᾽ οὐ χρήιζετεφεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου |
430 | ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα.ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ᾽ ἤινεσεν.ἀλλ᾽ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,ὥσπερ πρὸς ἰξῶι τῆι κύλικι λελημμένοςπτέρυγας ἀλύει· σὺ δέ – νεανίας γὰρ εἶ – |
435 | σώθητι μετ᾽ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλονΔιόνυσον ἀνάλαβ᾽, οὐ Κύκλωπι προσφερῆ.Χο. ὦ φίλτατ᾽, εἰ γὰρ τήνδ᾽ ἴδοιμεν ἡμέρανΚύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον |
440 | χηρεύομεν. – τόνδ᾽ οὐκ ἔχομεν κατ᾽ αὖ φαγεῖν.Οδ. ἄκουε δή νυν ἣν ἔχω τιμωρίανθηρὸς πανούργου σῆς τε δουλείας φυγήν.Χο. λέγ᾽, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφονκιθάρας κλύοιμεν ἢ Κύκλωπ᾽ ὀλωλότα. |
445 | Οδ. ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλειΚύκλωπας ἡσθεὶς τῶιδε Βακχίου ποτῶι.Χο. ξυνῆκ᾽· ἔρημον ξυλλαβὼν δρυμοῖσί νινσφάξαι μενοινᾶις ἢ πετρῶν ὦσαι κάτω.Οδ. οὐδὲν τοιοῦτον· δόλιος ἡ προθυμία. |
450 | Χο. πῶς δαί; σοφόν τοί σ᾽ ὄντ᾽ ἀκούομεν πάλαι.Οδ. κώμου μὲν αὐτὸν τοῦδ᾽ ἀπαλλάξαι, λέγωνὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,μόνον δ᾽ ἔχοντα βίοτον ἡδέως ἄγειν.ὅταν δ᾽ ὑπνώσσηι Βακχίου νικώμενος, |
455 | ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,ὃν φασγάνωι τῶιδ᾽ ἐξαποξύνας ἄκρονἐς πῦρ καθήσω· κἆιθ᾽ ὅταν κεκαυμένονἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶΚύκλωπος ὄψιν, ὄμμα τ᾽ ἐκτήξω πυρί. |
460 | ναυπηγίαν δ᾽ ὡσεί τις ἁρμόζων ἀνὴρδιπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρωιΚύκλωπος ὄψει καὶ συναυανῶ κόρας.Χο. ἰοὺ ἰού, |
465 | γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.Οδ. κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τενεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφοςδιπλαῖσι κώπαις τῆσδ᾽ ἀποστελῶ χθονός.Χο. ἔστ᾽ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ |
470 | κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματαδαλοῦ; πόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.Οδ. δεῖ γοῦν· μέγας γὰρ δαλός, ὃν ξυλληπτέον.Χο. ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου |
475 | ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.Οδ. σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·χὤταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιπείθεσθ᾽. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλουςτοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι. |
480 | καίτοι φύγοιμ᾽ ἂν κἀκβέβηκ᾽ ἄντρου μυχῶν·ἀλλ᾽ οὐ δίκαιον ἀπολιπόντ᾽ ἐμοὺς φίλους,ξὺν οἷσπερ ἦλθον δεῦρο σωθῆναι μόνον.
Χο. ἄγε, τίς πρῶτος, τίς δ᾽ ἐπὶ πρώτωιταχθεὶς δαλοῦ κώπην ὀχμάσας |
485 | Κύκλωπος ἔσω βλεφάρων ὤσαςλαμπρὰν ὄψιν διακναίσει;
(ὠιδὴ ἔνδοθεν.)
σίγα σίγα. καὶ δὴ μεθύωνἄχαριν κέλαδον μουσιζόμενος |
490 | σκαιὸς ἀπωιδὸς καὶ κλαυσόμενοςχωρεῖ πετρίνων ἔξω μελάθρων.φέρε νιν κώμοις παιδεύσωμεντὸν ἀπαίδευτον·πάντως μέλλει τυφλὸς εἶναι.
|
495 | {στρ. α} Ημιχ. μάκαρ ὅστις εὐιάζειβοτρύων φίλαισι πηγαῖςἐπὶ κῶμον ἐκπετασθεὶς,φίλον ἄνδρ᾽ ὑπαγκαλίζωνἐπὶ δεμνίοις τε ξανθὸν |
500 | χλιδανῆς ἔχων ἑταίραςμυρόχριστος λιπαρὸν βό-στρυχον, αὐδᾶι δέ· Θύραν τίς οἴξει μοι;
{στρ. β} Κυ. παπαπᾶ· πλέως μὲν οἴνου,γάνυμαι <δὲ> δαιτὸς ἥβηι, |
505 | σκάφος ὁλκὰς ὣς γεμισθεὶςποτὶ σέλμα γαστρὸς ἄκρας.ὑπάγει μ᾽ ὁ φόρτος εὔφρωνἐπὶ κῶμον ἦρος ὥραιςἐπὶ Κύκλωπας ἀδελφούς. |
510 | φέρε μοι, ξεῖνε, φέρ᾽, ἀσκὸν ἔνδος μοι.
{στρ. γ} Ημιχ. καλὸν ὄμμασιν δεδορκὼςκαλὸς ἐκπερᾶι μελάθρων.* * * φιλεῖ τίς ἡμᾶς. –λύχνα δ᾽ ἀμμένει δαΐα σὸν |
515 | χρόα χὡς τέρεινα νύμφαδροσερῶν ἔσωθεν ἄντρων.στεφάνων δ᾽ οὐ μία χροιὰπερὶ σὸν κρᾶτα τάχ᾽ ἐξομιλήσει.
Οδ. Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου |
520 | τούτου τρίβων εἴμ᾽, ὃν πιεῖν ἔδωκά σοι.Κυ. ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;Οδ. μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.Κυ. ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.Οδ. τοιόσδ᾽ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν. |
525 | Κυ. θεὸς δ᾽ ἐν ἀσκῶι πῶς γέγηθ᾽ οἴκους ἔχων;Οδ. ὅπου τιθῆι τις, ἐνθάδ᾽ ἐστὶν εὐπετής.Κυ. οὐ τοὺς θεοὺς χρὴ σῶμ᾽ ἔχειν ἐν δέρμασιν.Οδ. τί δ᾽, εἴ σε τέρπει γ᾽; ἢ τὸ δέρμα σοι πικρόν;Κυ. μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε. |
530 | Οδ. μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.Κυ. οὐ χρή μ᾽ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;Οδ. ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῆι.Κυ. διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.Οδ. πυγμὰς ὁ κῶμος λοίδορόν τ᾽ ἔριν φιλεῖ. |
535 | Κυ. μεθύω μέν, ἔμπας δ᾽ οὔτις ἂν ψαύσειέ μου.Οδ. ὦ τᾶν, πεπωκότ᾽ ἐν δόμοισι χρὴ μένειν.Κυ. ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.Οδ. ὃς δ᾽ ἂν μεθυσθείς γ᾽ ἐν δόμοις μείνηι, σοφός.Κυ. τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ; |
540 | Σι. δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;Οδ. καὶ μὴν λαχνῶδές γ᾽ οὖδας ἀνθηρᾶς χλόης.Σι. καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.Κυ. ἰδού. |
545 | τί δῆτα τὸν κρατῆρ᾽ ὄπισθέ μου τίθης;Σι. ὡς μὴ παριών τις καταβάληι. Κυ. πίνειν μὲν οὖνκλέπτων σὺ βούληι· κάτθες αὐτὸν ἐς μέσον.σὺ δ᾽, ὦ ξέν᾽, εἰπὲ τοὔνομ᾽ ὅτι σε χρὴ καλεῖν.Οδ. Οὖτιν· χάριν δὲ τίνα λαβών σ᾽ ἐπαινέσω; |
550 | Κυ. πάντων σ᾽ ἑταίρων ὕστερον θοινάσομαι.Σι. καλόν γε τὸ γέρας τῶι ξένωι δίδως, Κύκλωψ.Κυ. οὗτος, τί δρᾶις; τὸν οἶνον ἐκπίνεις λάθραι;Σι. οὔκ, ἀλλ᾽ ἔμ᾽ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.Κυ. κλαύσηι, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε. |
555 | Σι. ναὶ μὰ Δί᾽, ἐπεί μού φησ᾽ ἐρᾶν ὄντος καλοῦ.Κυ. ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.Σι. πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.Κυ. ἀπολεῖς· δὸς οὕτως. Σι. ναὶ μὰ Δί᾽, οὐ πρὶν ἄν γέ σεστέφανον ἴδω λαβόντα γεύσωμαί τ᾽ ἔτι. |
560 | Κυ. οἱνοχόος ἄδικος. Σι. <ναὶ> μὰ Δί᾽, ἀλλ᾽ οἷνος γλυκύς.ἀπομυκτέον δέ σοί γ᾽ ὅπως λήψηι πιεῖν.Κυ. ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.Σι. θές νυν τὸν ἀγκῶν᾽ εὐρύθμως, κἆιτ᾽ ἔκπιε,ὥσπερ μ᾽ ὁρᾶις πίνοντα – χὤσπερ οὐκ ἐμέ. |
565 | Κυ. ἆ ἆ, τί δράσεις; Σι. ἡδέως ἠμύστισα.Κυ. λάβ᾽, ὦ ξέν᾽, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.Οδ. γιγνώσκεται γοῦν ἡ ἅμπελος τἠμῆι χερί.Κυ. φέρ᾽ ἔγχεόν νυν. Οδ. ἐγχέω, σίγα μόνον.Κυ. χαλεπὸν τόδ᾽ εἶπας, ὅστις ἂν πίνηι πολύν. |
570 | Οδ. ἰδού, λαβὼν ἔκπιθι καὶ μηδὲν λίπηις.συνεκθανεῖν δὲ σπῶντα χρὴ τῶι πώματι.Κυ. παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.Οδ. κἂν μὲν σπάσηις γε δαιτὶ πρὸς πολλῆι πολύν,τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ, |
575 | ἢν δ᾽ ἐλλίπηις τι, ξηρανεῖ σ᾽ ὁ Βάκχιος.Κυ. ἰοὺ ἰού·ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.ὁ δ᾽ οὐρανός μοι συμμεμειγμένος δοκεῖτῆι γῆι φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον |
580 | λεύσσω τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.οὐκ ἂν φιλήσαιμ᾽· αἱ Χάριτες πειρῶσί με.ἅλις Γανυμήδη τόνδ᾽ ἔχων ἀναπαύσομαι.κάλλιστα, νὴ τὰς Χάριτας. ἥδομαι δέ πωςτοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν. |
585 | Σι. ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;Κυ. ναὶ μὰ Δί᾽, ὃν ἁρπάζω γ᾽ ἐγὼ ᾽κ τῆς Δαρδάνου.Σι. ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.Κυ. μέμφηι τὸν ἐραστὴν κἀντρυφᾶις πεπωκότι;<Σι.> οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.
|
590 | Οδ. ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,ἔνδον μὲν ἁνήρ· τῶι δ᾽ ὕπνωι παρειμένοςτάχ᾽ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.δαλὸς δ᾽ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν.παρευτρέπισται δ᾽ οὐδὲν ἄλλο πλὴν πυροῦν |
595 | Κύκλωπος ὄψιν· ἀλλ᾽ ὅπως ἀνὴρ ἔσηι.Χο. πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.χώρει δ᾽ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖνἀπάλαμνον· ὥς σοι τἀνθάδ᾽ ἐστὶν εὐτρεπῆ.Οδ. Ἥφαιστ᾽, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ |
600 | λαμπρὸν πυρώσας ὄμμ᾽ ἀπαλλάχθηθ᾽ ἅπαξ,σύ τ᾽, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ᾽, Ὕπνε,ἄκρατος ἐλθὲ θηρὶ τῶι θεοστυγεῖ,καὶ μὴ ᾽πὶ καλλίστοισι Τρωικοῖς πόνοιςαὐτόν τε ναύτας τ᾽ ἀπολέσητ᾽ Ὀδυσσέα |
605 | ὑπ᾽ ἀνδρός, ὧι θεῶν οὐδὲν ἢ βροτῶν μέλει.ἢ τὴν τύχην μὲν δαίμον᾽ ἡγεῖσθαι χρεών,τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
Χο. λήψεται τὸν τράχηλονἐντόνως ὁ καρκίνος |
610 | τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχαφωσφόρους ὀλεῖ κόρας.ἤδηδαλὸς ἠνθρακωμένος |
615 | κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετονἔρνος· ἀλλ᾽ ἴτω Μάρων·πρασσέτω·μαινομένου ᾽ξελέτω βλέφαρον Κύ-κλωπος, ὡς πίηι κακῶς.κἀγὼ |
620 | τὸν φιλοκισσοφόρον Βρόμιον πο-θεινὸν εἰσιδεῖν θέλω,Κύκλω-πος λιπὼν ἐρημίαν·ἆρ᾽ ἐς τοσόνδ᾽ ἀφίξομαι;
Οδ. σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε, |
625 | συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,ὡς μὴ ᾽ξεγερθῆι τὸ κακόν, ἔστ᾽ ἂν ὄμματοςὄψις Κύκλωπος ἐξαμιλληθῆι πυρί.Χο. σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις. |
630 | Οδ. ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖνἔσω μολόντες· διάπυρος δ᾽ ἐστὶν καλῶς.Χο. οὔκουν σὺ τάξεις οὕστινας πρώτους χρεὼνκαυτὸν μοχλὸν λαβόντας ἐκκαίειν τὸ φῶςΚύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα; |
635 | Χο.α. ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶνἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.Χο.β. ἡμεῖς δὲ χωλοί γ᾽ ἀρτίως γεγενήμεθα.Χο.γ. ταὐτὸν πεπόνθατ᾽ ἆρ᾽ ἐμοί· τοὺς γὰρ πόδαςἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ᾽ ἐξ ὅτου. |
640 | Οδ. ἑστῶτες ἐσπάσθητε; Χο.δ. καὶ τά γ᾽ ὄμματαμέστ᾽ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.Οδ. ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.Χο. ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ᾽ οἰκτίρομενκαὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι |
645 | τυπτόμενος, αὕτη γίγνεται πονηρία;ἀλλ᾽ οἶδ᾽ ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ,ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίονστείχονθ᾽ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.Οδ. πάλαι μὲν ἤιδη σ᾽ ὄντα τοιοῦτον φύσει, |
650 | νῦν δ᾽ οἶδ᾽ ἄμεινον. τοῖσι δ᾽ οἰκείοις φίλοιςχρῆσθαί μ᾽ ἀνάγκη. χειρὶ δ᾽ εἰ μηδὲν σθένεις,ἀλλ᾽ οὖν ἐπεγκέλευέ γ᾽, ὡς εὐψυχίανφίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.Χο. δράσω τάδ᾽. ἐν τῶι Καρὶ κινδυνεύσομεν. |
655 | κελευσμάτων δ᾽ ἕκατι τυφέσθω Κύκλωψ.
ἰὼ ἰώ· γενναιότατ᾽ ὠ-θεῖτε σπεύδετ᾽, ἐκκαίετε τὰν ὀφρὺνθηρὸς τοῦ ξενοδαίτα.τυφέτω, καιέτω |
660 | τὸν Αἴτνας μηλονόμον.τόρνευ᾽ ἕλκε, μή σ᾽ ἐξοδυνηθεὶςδράσηι τι μάταιον.
Κυ. ὤμοι, κατηνθρακώμεθ᾽ ὀφθαλμοῦ σέλας.Χο. καλός γ᾽ ὁ παιάν· μέλπε μοι τόνδ᾽, ὦ Κύκλωψ. |
665 | Κυ. ὤμοι μάλ᾽, ὡς ὑβρίσμεθ᾽, ὡς ὀλώλαμεν.ἀλλ᾽ οὔτι μὴ φύγητε τῆσδ᾽ ἔξω πέτραςχαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρσταθεὶς φάραγγος τῆσδ᾽ ἐναρμόσω χέρας.Χο. τί χρῆμ᾽ ἀυτεῖς, ὦ Κύκλωψ; Κυ. ἀπωλόμην. |
670 | Χο. αἰσχρός γε φαίνηι. Κυ. κἀπὶ τοῖσδέ γ᾽ ἄθλιος.Χο. μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;Κυ. Οὖτίς μ᾽ ἀπώλεσ᾽. Χο. οὐκ ἄρ᾽ οὐδεὶς ἠδίκει.Κυ. Οὖτίς με τυφλοῖ βλέφαρον. Χο. οὐκ ἄρ᾽ εἶ τυφλός.Κυ. ὣς δὴ σύ. Χο. καὶ πῶς σ᾽ οὔτις ἂν θείη τυφλόν; |
675 | Κυ. σκώπτεις. ὁ δ᾽ Οὖτις ποῦ ᾽στιν; Χο. οὐδαμοῦ, Κύκλωψ.Κυ. ὁ ξένος, ἵν᾽ ὀρθῶς ἐκμάθηις, μ᾽ ἀπώλεσεν,ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.<Χο.> δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.<Κυ.> πρὸς θεῶν, πεφεύγασ᾽ ἢ μένουσ᾽ ἔσω δόμων; |
680 | Χο. οὗτοι σιωπῆι τὴν πέτραν ἐπήλυγαλαβόντες ἑστήκασι. Κυ. ποτέρας τῆς χερός;Χο. ἐν δεξιᾶι σου. Κυ. ποῦ; Χο. πρὸς αὐτῆι τῆι πέτραι.ἔχεις; Κυ. κακόν γε πρὸς κακῶι· τὸ κρανίονπαίσας κατέαγα. Χο. καί σε διαφεύγουσί γε. |
685 | Κυ. οὐ τῆιδ᾽· ἐπεὶ τῆιδ᾽ εἶπας; Χο. οὔ· ταύτηι λέγω.Κυ. πῆι γάρ; Χο. περιάγου κεῖσε, πρὸς τἀριστερά.Κυ. οἴμοι γελῶμαι· κερτομεῖτέ μ᾽ ἐν κακοῖς.Χο. ἀλλ᾽ οὐκέτ᾽, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.Κυ. ὦ παγκάκιστε, ποῦ ποτ᾽ εἶ; Οδ. τηλοῦ σέθεν |
690 | φυλακαῖσι φρουρῶ σῶμ᾽ Ὀδυσσέως τόδε.Κυ. πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.Οδ. ὅπερ μ᾽ ὁ φύσας ὠνόμαζ᾽ Ὀδυσσέα.δώσειν δ᾽ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·καλῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμεν |
695 | εἰ μή σ᾽ ἑταίρων φόνον ἐτιμωρησάμην.Κυ. αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ᾽ ἔφηΤροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοιδίκας ὑφέξειν ἀντὶ τῶνδ᾽ ἐθέσπισεν, |
700 | πολὺν θαλάσσηι χρόνον ἐναιωρούμενον.Οδ. κλαίειν σ᾽ ἄνωγα· καὶ δέδραχ᾽ ὅπερ λέγω.ἐγὼ δ᾽ ἐπ᾽ ἀκτὰς εἶμι καὶ νεὼς σκάφοςἥσω ᾽πὶ πόντον Σικελὸν ἔς τ᾽ ἐμὴν πάτραν.Κυ. οὐ δῆτ᾽, ἐπεί σε τῆσδ᾽ ἀπορρήξας πέτρας |
705 | αὐτοῖσι συνναύταισι συντρίψω βαλών.ἄνω δ᾽ ἐπ᾽ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,δι᾽ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.Χο. ἡμεῖς δὲ συνναῦταί γε τοῦδ᾽ Ὀδυσσέωςὄντες τὸ λοιπὸν Βακχίωι δουλεύσομεν. |