Euripides
485/84 - 406/05 a. Chr. n.
Κρήσσαι
Textus:Euripides, Sämtliche Tragödien und Fragmentegriechisch-deutschBand VI: Fragmente, Kyklop, Rhesosed. Gustav Adolf SeekMünchen: Artemis (Sammlung Tusculum), 1981
|
|
____________________________________________________________________
|
|
Κρήσσαι
460 (632) λύπη μὲν ἄτηι περιπεσεῖν αἰσχρᾶι τινι·εἰ δ᾽ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶςκρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε·γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.Stob. 4, 45, 7
461 (627) οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν,αἰσχρόν τε μοχθεῖν μὴ θέλειν νεανίαν.Stob. 3, 29, 23
462 (630) ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίανὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.οὐδεὶς γὰρ ἕρπει πρὸς τὸ μὴ τροφὴν ἔχονἀλλ᾽ εἰς τὸ πλοῦτον καὶ συνουσίαν ἔχον·καὶ τῶν ἐχόντων ηὑγένεια κρίνεται·ἀνὴρ δ᾽ ἀχρήμων εἰ θάνοι πράσσει καλῶς.Stob. 4, 31, 11
463 (629) οὐ γάρ ποτ᾽ ἄνδρα τὸν σοφὸν γυναικὶ χρὴδοῦναι χαλινοὺς οὐδ᾽ ἀφέντ᾽ ἐᾶν κρατεῖν·πιστὸν γὰρ οὐδέν ἐστιν· εἰ δέ τις κυρεῖγυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών.Stob. 4, 23, 2
464 (628) γαμεῖτε νῦν, γαμεῖτε, κἆιτα θνήισκετεἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις.Stob. 4, 22, 121
465 (621) <Ἅιδης> κρινεῖ ταῦτ᾽Schol. Aristoph. Vesp. 763
466 (622) ἐγὼ χάριν σὴν παῖδά σου κατακτάνω;Apoll. Dysk., De coni. 247, 1
467 (623) τί γὰρ ποθεῖ τράπεζα; τῶι δ᾽ οὐ βρίθεται;πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲμόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶςκαὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρουπελάνωι μελίσσης ἀφθόνως δεδευμένα.Athen. 14, 46
468 (624) τὰ δ᾽ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλωι.Athen. 11, 111
469 (625) νόμος δὲ <δείπνου> λείψαν᾽ ἐκβάλλειν κυσίν.Athen. 3, 51
790 (1113) πρὶν ἂν <τιν᾽> ἐκφλῆναί με καὶ μαθεῖν λόγονEtym. magn. 796, 6 |