BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Δίκτυς

 

Textus:

Euripides, Sämtliche Tragödien und Fragmente

griechisch-deutsch

Band VI: Fragmente, Kyklop, Rhesos

ed. Gustav Adolf Seek

München: Artemis (Sammlung Tusculum), 1981

 

____________________________________________________________________

 

 

 

Δίκτυς

 

 

**330b = ad. 604 (425)

Σέριφος ἅκμηι ποντίαι περίρρυτος

Philodem., Pa. Hercul. 1676

 

331 (426)

φίλος γὰρ ἦν μοι, καί μ᾽ ἔρως ἕλοι ποτὲ

οὐκ εἰς τὸ μῶρον οὐδέ μ᾽ εἰς Κύπριν τρέπων.

Stob. 1, 9, 4a

 

332 (**442)

δοκεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων

καὶ παῖδ᾽ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;

παῦσαι· βλέπουσα δ᾽ εἰς τὰ τῶν πέλας κακὰ

ῥάιων γένοι᾽ ἄν, εἰ λογίζεσθαι θέλοις

ὅσοι τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν

ὅσοι τε γηράσκουσιν ὀρφανοὶ τέκνων,

τοὺς δ᾽ ἐκ μέγιστον ὀλβίας τυραννίδος

τὸ μηδὲν ὄντας· ταῦτά σε σκοπεῖν χρεών.

‹Plut.›, Cons. ad Ap. 8

 

333 (438)

φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·

οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός.

Stob. 4, 30, 5

 

334 (440)

πολλοῖς παρέστην κἀφθόνησα δὴ βροτῶν

ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ἦι,

λόγων ματαίων εἰς ἅμιλλαν ἐξιών.

τὸ δ᾽ ἦν ἄρ᾽ οὐκ ἀκουστὸν οὐδ᾽ ἀνασχετόν,

σιγᾶν κλύοντα δεινὰ πρὸς κακιόνων.

Stob. 4, 42, 2

 

335 (428)

τυραννικόν τοι πόλλ᾽ ἐπίστασθαι λέγειν.

Stob. 3, 36, 15

 

336 (437)

εἰς δ᾽ εὐγένειαν ὀλίγ᾽ ἔχω φράσαι καλά·

ὁ μὲν γὰρ ἐσθλὸς εὐγενὴς ἔμοιγ᾽ ἀνήρ,

ὁ δ᾽ οὐ δίκαιος κἂν ἀμείνονος πατρὸς

Ζηνὸς πεφύκηι, δυσγενὴς εἶναι δοκεῖ.

Stob. 4, 29, 1

 

337 (430)

μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου·

σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος.

Stob. 4, 2, 2

 

338 (436)

ὄντων δὲ παίδων καὶ πεφυκότος γένους

καινοὺς φυτεῦσαι παῖδας ἐν δόμοις θέλεις,

ἔχθραν μεγίστην σοῖσι συμβάλλων τέκνοις.

Stob. 4, 26, 21

 

339 (433)

πατέρα τε παισὶν ἡδέως συνεκφέρειν

φίλους ἔρωτας ἐκβαλόντ᾽ αὐθαδίαν,

παῖδάς τε πατρί· καὶ γὰρ οὐκ αὐθαίρετοι

βροτοῖς ἔρωτες οὐδ᾽ ἑκουσία νόσος.

σκαιόν τι δὴ τὸ χρῆμα γίγνεσθαι φιλεῖ,

θεῶν ἀνάγκας ὅστις ἰᾶσθαι θέλει.

Stob. 4, 26, 16

 

340 (432)

Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾶι,

ἤν τ᾽ αὖ βιάζηι, μᾶλλον ἐντείνειν φιλεῖ,

κἄπειτα τίκτει πόλεμον· εἰς δ᾽ ἀνάστασιν

δόμων περαίνει πολλάκις τὰ τοιάδε.

Stob. 4, 20, 48

 

341 (439)

μή μοί ποτ᾽ εἴη χρημάτων νικωμένωι

κακῶι γενέσθαι, μηδ᾽ ὁμιλοίην κακοῖς.

Stob. 4, 31, 57

 

342 (441)

τί μ᾽ ἄρτι πημάτων λελησμένην

ὀρθοῖς;

Schol. Soph. Aias 787

 

343 (427)

θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα.

Stob. 3, 13, 5

 

344 (431)

νέος, πόνοις δέ γ᾽ οὐκ ἀγύμναστος φρένας

Stob. 4, 11, 10

 

345 (431)

ἐγὼ νομίζω πατρὶ φίλτατον τέκνα

παισίν τε τοὺς τεκόντας, οὐδὲ συμμάχους

ἄλλους γενέσθαι φήμ᾽ ἂν ἐνδικωτέρους.

Stob. 4, 26, 18

 

346 (434)

εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος

καὶ θεοῖσι τοῦτο δόξαν, ὡς σαφῶς λέγω,

θηρσίν τε πᾶσι, τέκνα τίκτουσιν φιλεῖν·

τὰ δ᾽ ἄλλα χωρὶς χρώμεθ᾽ ἀλλήλων νόμοις.

Stob. 4, 26, 17

 

347 (429)

εἰ δ᾽ ἦσθα μὴ κάκιστος, οὔποτ᾽ ἂν πάτραν

τὴν σὴν ἀτίζων τήνδ᾽ ἂν ηὐλόγεις πόλιν·

ὡς ἔν γ᾽ ἐμοὶ κρίνοιτ᾽ ἂν οὐ καλῶς φρονεῖν

ὅστις πατρώιας γῆς ἀτιμάζων ὅρους

ἄλλην ἐπαινεῖ καὶ τρόποισιν ἥδεται.

Stob. 3, 39, 7

 

348 (443)

ἁζοίμην

Hesych. 1475