Empedocles
ca. 485 - ca. 425 a. Chr. n.
Καθαρμοί
|
|
――――――――――――――――――――――――
| |
Προοίμιον
Diog. Laert. VIII 54/62; versus 3: Diod. Sicil. VIII 62 (Diels-Kranz 31, B 112):ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντοςναίετ' ἀν' ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων,ξείνων αἰδοῖοι λιμένες κακότητος ἄπειροι,χαίρετ'· ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός | |
(5) | πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα,ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις·τοῖσιν δ' εὖτ' ἂν ἵκωμαι ἐς ἄστεα τηλεθάοντα,ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι· οἱ δ' ἅμ' ἕπονταιμυρίοι ἐξερέοντες, ὅπηι πρὸς κέρδος ἀταρπός, |
(10) | οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ' ἐπὶ νούσωιπαντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξινδηρὸν δὴ χαλεποῖσι πεπαρμένοι ἀμφ' ὀδύνηισιν.
Sext. Emp., Adv. math. I 302 (Diels-Kranz 31, B 113):ἀλλὰ τί τοῖσδ' ἐπίκειμ' ὡσεὶ μέγα χρῆμά τι ποάσσων,εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων;
Clem. Alex., Strom. V 9,1 (Diels-Kranz 31, B 114):ὦ φίλοι, οἶδα μὲν οὕνεκ' ἀληθείη πάρα μύθοις,οὓς ἐγὼ ἐξερέω· μάλα δ' ἀργαλέη ἥ γε τέτυκταιἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή.
Hippol., Haer. VII 31,4 (Diels-Kranz 31, B 131):εἰ γὰρ ἐφημερίων ἕνεκέν τινος, ἄμβροτε Μοῦσα,ἡμετέρας μελέτας ἅδε τοι διὰ φροντίδος ἐλθεῖν,εὐχομένωι νῦν αὖτε παρίστασο, Καλλιόπεια,ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι. |