BIBLIOTHECA AUGUSTANA

 

Empedocles

ca. 485 - ca. 425 a. Chr. n.

 

Καθαρμοί

 

――――――――――――――――――――――――

 

 

Βιβλίον βʹ

 

Theophr., Caus. plant. I 13, 2 (Diels-Kranz 31, ad B 77.78):

‹δένδρεα δ'› ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τέθηλεν

καρπῶν ἀφθονίηισι κατ' ἠέρα πάντ' ἐνιαυτόν.

 

Herod. Alex., Περὶ καθ. προσ., fol. 7r, p. 26, Hunger, add.: Lasserre, Mansfeld:

τῶν γὰρ ὅσα ῥίζαις ἐπασσύτερ' ‹ἐστὶν› ἔνερθε

μανοτέροις ‹θ' ὅ›ρπ‹ηξ›ιν, ἀποστῆι τηλεθ‹αόντων›.

 

Plut. Quaest. conv. 683 D (Diels-Kranz 31, B 80):

οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα.

 

Theophr., Piet., ap. Porph., Abst. II 20 (Diels-Kranz 31, B 128):

(1) οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμός

οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,

ἀλλὰ Κύπρις βασίλεια.

(2) τὴν οἵ γ' εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο

γραπτοῖς τε ζώιοισι μύροισί τε δαιδαλεόδμοις

σμύρνης τ' ἀκράτου θυσίαις λιβάνου τε θυώδους,

ξανθῶν τε σπονδὰς μελίτων ῥιπτοῦντες ἐς οὖδας·

(3) ταύρων δ' ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός.

 

Porph., Abst. II 27 (Diels-Kranz 31, B 128):

ταύρων δ' ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός,

ἀλλὰ μύσος τοῦτ' ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,

θυμὸν ἀπορραίσαντας ἐνέδμεναι ἠέα γυῖα.

 

Schol. ad. Nicandros, Ther. 452 (Diels-Kranz 31, B 130):

ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ,

θῆρές τ' οἰωνοί τε, φιλοφροσύνη τε δεδήει.

 

Porph., Vit. Pyth. 30 (Diels-Kranz 31, B 129):

ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς,

ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον

παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων·

ὁππότε γὰρ πάσηισιν ὀρέξαιτο πραπίδεσσιν,

(5)

ῥεῖ' ὅ γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον

καί τε δέκ' ἀνθρώπων καί τ' εἴκοσιν αἰώνεσσιν.

 

Arist., Rhet. A 13, 1373b 16 sq. (Diels-Kranz 31, B 135):

ἀλλὰ τὸ μὲν πάντων νόμιμομ διά τ' εὐρυμέδοντος

αἰθέρος ἠνεκέως τέταται διά τ' ἀπλέτου αὐγῆς.

 

Clem. Alex., Strom. V 140, 5 (Diels-Kranz 31, B 132):

ὄλβιος, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον,

δειλὸς δ', ὧι σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.

 

Sext. Empir., Adv. math. IX 129 (Diels-Kranz 31, B 136):

οὐ παύσεσθε φόνοιο δυσηχέος; οὐκ ἐσορᾶτε

ἀλλήλους δάπτοντες ἀκηδείηισι νόοιο;

 

Arist., Poet. 21, 1457b 14 (Diels-Kranz 31, B 138):

. . . χαλκῶι ἀπὸ ψυχὴν ἀρύσας . . .

 

Theon Smyrn., p. 15, 11 Hiller (Diels-Kranz 31, B 143):

κρηνάων ἄπο πέντε ταμόντ' ‹ἐν› ἀτειρέι χαλκῶι . . .

 

Sext. Empir., Adv. math. IX 129 (Diels-Kranz 31, B 137):

μορφὴν δ' ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας

σφάζει ἐπευχόμενος μέγα νήπιος· οἱ δ' ἐπορεῦνται

λισσόμενοι θύοντας, ὁ δ' αὖ νήκουστος ὁμοκλέων

σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα.

(5)

ὡς δ' αὔτως πατέρ' υἱὸς ἑλὼν καὶ μητέρα παῖδες

θυμὸν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν.

 

Plut., Quaest. conv. 646 D (Diels-Kranz 31, B 140):

. . . δάφνης φύλλων ἄπο πάμπαν ἔχεσθαι.

 

Gell., Noct. Att. IV 11, 9 (Diels-Kranz 31, B 141):

δειλοί, πάνδειλοι, κυάμων ἄπο χεῖρας ἔχεσθαι.

 

Plut., De coh. ira 464 B (Diels-Kranz 31, B 144):

. . . νηστεῦσαι κακότητος.

 

Clem. Alex., Protr. II 27, 4 (Diels-Kranz 31, B 145):

τοιγάρτοι χαλεπῆισιν ἀλύοντες κακότησιν

οὔποτε δειλαίων ἀχέων λωφήσετε θυμόν.