BIBLIOTHECA AUGUSTANA

 

Aristophanes

ca. 447 - ca. 386 a. Chr. n.

 

Ἐκκλησιάζουσαι

 

Πρόλογος

 

___________________________________________________

 

 

 

Πραξαγόρα

ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου

κάλλιστ᾽ ἐν εὐστόχοισιν ἐζητημένον·

γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·

τροχῶι γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο

5

μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·

ὅμμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.

σοὶ γὰρ μόνωι δηλοῦμεν εἰκότως, ἐπεὶ

κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων

πειρωμέναισι πλησίον παραστατεῖς,

10

λορδουμένων τε σωμάτων ἐπιστάτην

ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.

μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς

λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·

στοάς τε καρποῦ Βακχίου τε νάματος

15

πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·

καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.

ἀνθ᾽ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα

ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.

ἀλλ᾽ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.

20

καίτοι πρὸς ὄρθρον γ᾽ ἐστίν· ἡ δ᾽ ἐκκλησία

αὐτίκα μάλ᾽ ἔσται· καταλαβεῖν δ᾽ ἡμᾶς ἕδρας,

ἃς Φυρόμαχός ποτ᾽ εἶπεν, εἰ μέμησθ᾽ ἔτι,

δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.

τί δῆτ᾽ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους

25

ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν;

ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν

ἦν χαλεπὸν αὐταῖς; ἀλλ᾽ ὁρῶ τονδὶ λύχνον

προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,

μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνηι.

 

Γυνὴ Α

30

ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως

ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.

 

Πραξαγόρα

ἐγὼ δέ γ᾽ ὑμᾶς προσδοκῶσ᾽ ἠγρηγόρη

τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα

τήνδ᾽ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.

35

δεῖ γὰρ τὸν ἄνδρ᾽ αὐτῆς λαθεῖν.

 

Γυνὴ Β

ἤκουσά τοι

ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,

ἅτ᾽ οὐ καταδαρθοῦσ᾽. ὁ γὰρ ἀνὴρ, ὦ φιλτάτη,

Σαλαμίνιος γάρ ἐστιν ὧι ξύνειμ᾽ ἐγώ,

τὴν νύχθ᾽ ὅλην ἤλαυνέ μ᾽ ἐν τοῖς στρώμασιν,

40

ὥστ᾽ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ᾽λαβον.

 

Γυνὴ Α

καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην

προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.

 

Πραξαγόρα

οὔκουν ἐπείξεσθ᾽; ὡς Γλύκη κατώμοσεν

τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς

45

ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.

 

Γυνὴ Α

τὴν Σμικυθίωνος δ᾽ οὐχ ὁρᾶις Μελιστίχην

σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;

 

Πραξαγόρα

καίτοι δοκεῖ

κατὰ σχολὴν παρὰ τἀνδρος ἐξελθεῖν μόνη.

 

Γυνὴ Α

τὴν τοῦ καπήλου δ᾽ οὐχ ὁρᾶις Γευσιστράτην

50

ἔχουσαν ἐν τῆι δεξιᾶι τὴν λαμπάδα;

 

Γυνὴ Β

καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου

ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ

γυναῖκας, ὅ τι πέρ ἐστ᾽ ὄφελος ἐν τῆι πόλει.

 

Γυνὴ Γ

καὶ πάνυ ταλαιπώρως ἔγωγ᾽ ὦ φιλτάτη

55

ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ᾽ ὅλην

ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.

 

Πραξαγόρα

κάθησθε τοίνυν, ὡς ‹ἂν› ἀνέρωμαι τάδε

ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,

ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.

 

Γυνὴ Α

60

ἔγωγε. πρῶτον μέν γ᾽ ἔχω τὰς μασχάλας

λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον·

ἔπειθ᾽ ὁπόθ᾽ ἀνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,

ἀλειψαμένη τὸ σῶμ᾽ ὅλον δι᾽ ἡμέρας

ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.

 

Γυνὴ Β

65

κἄγωγε· τὸ ξυρὸν δέ γ᾽ ἐκ τῆς οἰκίας

ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη

καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.

 

Πραξαγόρα

ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ᾽ ἔχειν

πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;

 

Γυνὴ Α

70

νὴ τὴν Ἑκάτην καλόν γ᾽ ἔγωγε τουτονί.

 

Γυνὴ Β

κἄγωγ᾽ Ἐπικράτους οὐκ ὀλίγωι καλλίονα.

 

Πραξαγόρα

ὑμεῖς δὲ τί φατε;

 

Γυνὴ Α

φασί· κατανεύουσι γάρ.

 

Πραξαγόρα

καὶ μὴν τά γ᾽ ἄλλ᾽ ὑμῖν ὁρῶ πεπραγμένα.

Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας

75

καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν,

 

Γυνὴ Α

ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην

τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθραι.

 

Γυνὴ Β

τοῦτ᾽ ἔστ᾽ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.

 

Πραξαγόρα

νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἐπιτήδειός γ᾽ ἂν ἦν

80

τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος

εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.

ἀλλ᾽ ἄγεθ᾽ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,

ἕως ἔτ᾽ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·

ἑκκλησία δ᾽, εἰς ἣν παρεσκευάσμεθα

85

ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.

 

Γυνὴ Α

νὴ τὸν δί᾽ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας

ὑπὸ τῶι λίθωι τῶν πρυτάνεων καταντικρύ.

 

Γυνὴ Β

ταυτί γέ τοι νὴ τ`ν Δί᾽ ἐφερόμην, ἵνα

πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.

 

Πραξαγόρα

90

πληρουμένης τάλαινα;

 

Γυνὴ Β

νὴ τὴν Ἄρτεμιν

ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροώιμην ἄρα

ξαίνουσα; γυμνὰ δ᾽ ἐστί μου τὰ παιδία.

 

Πραξαγόρα

ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος

οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.

95

οὐκοῦν καλά γ᾽ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι

ὁ δῆμος ὢν κἄπειθ᾽ ὑπερβαίνουσά τις

ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.

ἢν δ᾽ ἐγκαθεζώμεσθα πρότεραι λήσομεν

ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε

100

ὅταν καθῶμεν ὃν περιδησόμεσθ᾽ ἐκεῖ,

τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ᾽ ὁρῶν;

 

Γυνὴ Α

Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων ἔχων

λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·

νυνὶ δ᾽, ὁρᾶις, πράττει τὰ μέγιστ᾽ ἐν τῆι πόλει.

 

Πραξαγόρα

105

τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν

τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,

ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα

δυνώμεθ᾽, ὥστ᾽ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·

νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ᾽ ἐλαύνομεν.

 

Γυνὴ Α

110

καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία

δημηγορήσει;

 

Πραξαγόρα

πολὺ μὲν οὖν ἄριστά που.

λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι

πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·

ἡμῖν δ᾽ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.

 

Γυνὴ Α

115

οὐκ οἶδα· δεινὸν δ᾽ ἐστὶν ἡ μὴ ᾽μπειρία.

 

Πραξαγόρα

οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,

ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.

οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη

ἄλλαι θ᾽ ὅσαι λαλεῖν μεμελετήκασί που.

 

Γυνὴ Α

120

τίς δ᾽ ὦ μέλ᾽ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;

 

Πραξαγόρα

ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·

ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι

καὐτὴ μεθ᾽ ὑμῶν, ἤν τί μοι δόξηι λέγειν.

 

Γυνὴ Α

δεῦρ᾽ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν

125

ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.

 

Πραξαγόρα

πῶς καταγέλαστον;

 

Γυνὴ Α

ὥσπερ εἴ τις σηπίαις

πώγωνα περιδήσειεν ἐσταθευμέναις.

 

Πραξαγόρα

ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.

πάριτ᾽ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.

130

κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;

 

Γυνὴ Α

ἐγώ.

 

Πραξαγόρα

περίθου δὴ τὸν στέφανον τύχἀγαθῆι.

 

Γυνὴ Α

ἰδού.

 

Πραξαγόρα

λέγοις ἄν.

 

Γυνὴ Α

εἶτα πρὶν πιεῖν λέγω;

 

Πραξαγόρα

ἰδοὺ πιεῖν.

 

Γυνὴ Α

τί γὰρ ὦ μέλ᾽ ἐστεφανωσάμην;

 

Πραξαγόρα

ἄπιθ᾽ ἐκποδών· τοιαῦτ᾽ ἂν ἡμᾶς ἠργάσω

135

κἀκεῖ.

 

Γυνὴ Α

τί δ᾽; οὐ πίνουσι κἀν τἠκκλησίαι;

 

Πραξαγόρα

ἰδού γε σοὶ πίνουσι.

 

Γυνὴ Α

νὴ τὴν Ἄρτεμιν

καὶ ταῦτα γ᾽ εὔζωρον. τὰ γοῦν βουλεύματα

αὐτῶν ὅσ᾽ ἂν πράξωσιν ἐνθυμουένοις

ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.

140

καὶ νὴ Δία σπένδουσί γ᾽ ἢ τίνος χάριν

τοσαῦτ᾽ ἂν ηὔχοντ᾽, εἴπερ οἶνος μὴ παρῆν;

καὶ λοιδοροῦνταί γ᾽ ὥσπερ ἐμπεπωκότες,

καὶ τὸν παροινοῦντ᾽ ἐκφέρουσ᾽ οἱ τοξόται.

 

Πραξαγόρα

σὺ μὲν βάδιζε καὶ κάθησ᾽· οὐδὲν γὰρ εἶ.

 

Γυνὴ Α

145

νὴ τὸν Δί᾽ ἦ μοι μὴ γενεῖαν κρεῖττον ἦν·

δίψηι γάρ, ὡς ἔοικ᾽, ἀφαυανθήσομαι.

 

Πραξαγόρα

ἔσθ᾽ ἥτις ἑτέρα βούλεται λέγειν;

 

Γυνὴ Β

ἐγώ.

 

Πραξαγόρα

ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμ᾽ ἐργάζεται.

ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς

150

διερεισαμένη τὸ σχῆμα τῆι βακτερίαι.

 

Γυνὴ Β

ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων

λέγειν τὰ βέλτισθ᾽, ἵν᾽ ἐκαθημην ἥσυχος·

νῦν δ᾽ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν

ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν

155

ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.

 

Πραξαγόρα

μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;

 

Γυνὴ Β

τί δ᾽ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ᾽ ἤιτησά σε.

 

Πραξαγόρα

μὰ Δί᾽ ἀλλ᾽ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,

καίτοι τά γ᾽ ἄλλ᾽ εἰποῦσα δεξιώτατα.

 

Γυνὴ Β

160

ὢ νὴ τὸν Ἀπόλλω.

 

Πραξαγόρα

παῦε τοίνυν, ὡς ἐγὼ

ἐκκλησιάσουσ᾽ οὐκ ἂν προβαίην τὸν πόδα

τὸν ἕτερον, εἰ μὴ ταῦτ᾽ ἀκριβωθήσεται.

 

Γυνὴ Β

φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.

οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.

165

ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι -

Πραξαγόρα

γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;

 

Γυνὴ Β

δι᾽ Ἐπίγονόν γ᾽ ἐκεῖνον· ἐπιβλέψασα γὰρ

ἐκεῖσε πρὸς γυναῖκας ὠιόμην λέγειν.

 

Πραξαγόρα

ἄπερρε καὶ σὺ καὶ κάθησ᾽ ἐντευθενί·

170

αὐτὴ γὰρ ὑμῶν γ᾽ ἕνεκά μοι λέξειν δοκῶ

τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι

τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.

ἐμοὶ δ᾽ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα

ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω

175

τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.

ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην

ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν

χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.

ἐπέτρεψας ἑτέρωι· πλείον᾽ ἔτι δράσει κακά.

180

χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,

οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,

τοὺς δ᾽ οὐκ ἐθέλοντας ἀντιβολεῖθ᾽ ἑκάστοτε.

ἐκκλησίαισιν ἦν ὅτ᾽ οὐκ ἐχρώμεθα

οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γ᾽ Ἀγύρριον

185

πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων

ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπήινεσεν,

ὁ δ᾽ οὐ λαβὼν εἶναι θανάτου φήσ᾽ ἀξίους

τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίαι.

 

Γυνὴ Α

νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.

 

Πραξαγόρα

190

τάλαιν᾽ Ἀφροδίτην ὤμοσας; χαρίεντά γ᾽ ἂν

ἔδρασας, εἰ τοῦτ᾽ εἶπας ἐν τἠκκλεσίαι.

 

Γυνὴ Α

ἀλλ᾽ οὐκ ἂν εἶπον.

 

Πραξαγόρα

μηδ᾽ ἐθίζου νῦν λέγειν.

τὸ συμμαχικὸν αὖ τοῦθ᾽, ὅτ᾽ ἐσκοπούμεθα,

εἰ μὴ γένοιτ᾽, ἀπολεῖν ἔφασκον τὴν πόλιν·

195

ὅτε δὴ δ᾽ ἐγένετ᾽, ἤχθοντο, τῶν δὲ ῥητόρων

ὁ τοῦτ᾽ ἀναπείσας εὐθὺς ἀποδρὰς ὤιχετο.

ναῦς δεῖ καθέλκειν· τῶι πένητι μὲν δοκεῖ,

τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.

Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·

200

νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.

Ἀργεῖος ἀμαθής, ἀλλ᾽ Ἱερώνυμος σοφός·

σωτηρία παρέκυψεν, ἀλλ᾽ ὡράιζεται

Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.

 

Γυνὴ Α

ὡς ξυνετὸς ἁνήρ.

 

Πραξαγόρα

νῦν καλῶς ἐπήινεσας.

205

ὑμεῖς γάρ ἐστ᾽ ὦ δῆμε τούτων αἴτιοι.

τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα

ἰδίαι σκοπεῖσθ᾽ ἕκαστος ὅ τι τις κερδανεῖ,

τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.

ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθ᾽ ἔτι.

210

ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν

ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις

ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.

 

Γυνὴ Α

εὖ γ᾽ εὖ γε νὴ Δί᾽ εὖ γε.

 

Γυνὴ

λέγε λέγ᾽ ὦγαθέ.

 

Πραξαγόρα

ὡς δ᾽ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες

215

ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια

βάπτουσι θερμῶι κατὰ τὸν ἀρχαῖον νόμον

ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας

ἴδιοις ἂν αὐτάς. ἡ δ᾽ Ἀθηναίων πόλις,

εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσώιζετο,

220

εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.

καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ·

ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ·

τὰ Θεσμοφόρι᾽ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·

πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ·

τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ·

225

μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ·

αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ·

οἶνον φίλουσ᾽ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·

βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ·

ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν

230

μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα

τί ποτ᾽ ἄρα δρᾶν μέλλουσι, ἀλλ᾽ ἁπλῶι τρόπωι

ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,

ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες

σώιζειν ἐπιθυμήσουσιν· εἶτα σιτία

235

τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
χρήματα πορίζειν εὐπορώτατον γυνή,

ἄρχουσά τ᾽ οὐκ ἂν ἐξαπατηθείη ποτέ·

αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.

τὰ δ᾽ ἄλλ᾽ ἐάσω· ταῦτ᾽ ἐὰν πίθεσθέ μοι,

240

εὐδαιμονοῦντες τὸν βίον διάξετε.

 

Γυνὴ Α

εὖ γ᾽ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.

πόθεν ὦ τάλαινα ταῦτ᾽ ἔμαθες οὕτω καλῶς;

 

Πραξαγόρα

ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ὤικησ᾽ ἐν πυκνί·

 

Γυνὴ Α

245

οὐκ ἐτὸς ἄρ᾽ ὦ μέλ᾽ ἦσθα δεινὴ καὶ σοφή·

καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν

αἱρούμεθ᾽, ἢν ταῦθ᾽ ἁπινοεῖς κατεργάσηι.

ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,

πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίαι;

 

Πραξαγόρα

250

φήσω παραφοονεῖν αὐτόν.

 

Γυνὴ Α

ἀλλὰ τοῦτό γε

ἴασι πάντες.

 

Πραξαγόρα

ἀλλὰ καὶ μελαγχολᾶν.

 

Γυνὴ

καὶ τοῦτ᾽ ἴασιν.

 

Πραξαγόρα

ἀλλὰ καὶ τὰ τρύβλια

κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.

 

Γυνὴ Α

τί δ᾽ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῆι;

 

Πραξαγόρα

255

τούτωι μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.

 

Γυνὴ Α

τί δ᾽ ἢν ὑποκρούωσίν σε;

 

Πραξαγόρα

προσκινήσομαι

ἅτ᾽ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.

 

Γυνὴ Α

ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σ᾽ οἱ τοξόται

ἕκλωσιν, ὅ τι δράσεις ποτ᾽.

 

Πραξαγόρα

ἐξαγκωνιῶ

260

ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.

 

Γυνὴ Β

ἡμεῖς δέ γ᾽, ἢν αἴρωσ᾽, ἐᾶν κελεύσομεν.

 

Γυνὴ Α

ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς

ἐκεῖνο δ᾽ οὐ πεφροντίκαμεν, ὅτωι τρόπωι

τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.

265

εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.

 

Πραξαγόρα

χαλεπὸν τὸ πρᾶγμ᾽· ὅμως δὲ χειροτονητέον

ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.

ἄγε νυν ἀναστέλλεσθ᾽ ἄνω τὰ χιτώνια·

ὑποδεῖσθε δ᾽ ὡς τάχιστα τὰς Λακωνικάς,

270

ὥσπερ τὸν ἄνδρ᾽ ἐθεᾶσθ᾽, ὅτ᾽ εἰς ἐκκλησίαν

μέλλοι βαδίζειν ἢ θύραζ᾽ ἑκάστοτε.

ἔπειτ᾽ ἐπειδὰν ταῦτα πάντ᾽ ἔχηι καλῶς,

περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ᾽ ἂν δέ γε

τούτους ἀκριβώσητε περιηρμοσμέναι,

275

καὶ θαἰμάτια τἀνδρεῖά γ᾽ ἅπερ ἐκκλέψατε

ἐπαναβάλεσθε, κἆιτα ταῖς βακτηρίαις

ἐπερειδόμεναι βαδίζετ᾽ ἄιδουσαι μέλος

πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι

τὸν τῶν ἀγροίκων.

 

Γυνὴ Β

εὖ λέγεις· ἡμεῖς δέ γε

280

προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι

ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν᾽ ἥξειν ἄντικρυς

γυναῖκας.

 

Πραξαγόρα

ἀλλὰ σπεύσαθ᾽ ὡς εἴωθ᾽ ἐκεῖ

τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα

ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.