Aristophanes
ca. 447 - ca. 386 a. Chr. n.
Ἐκκλησιάζουσαι
῾Υποθέσεις
|
|
___________________________________________________
|
|
῾Υπόθεσις α´.Αἱ γυναῖκες συνέθεντο πάντα μηχανήσασθαι εἰς τὸ δόξαι ἄνδρες εἶναι καὶ ἐκκλησιάσασαι πεῖσαι παραδοῦναι σφίσι τὴν πόλιν, δημηγορησάσης μιᾶς ἐξ αὐτῶν. αἱ δὲ μηχαναὶ τοῦ δόξαι αὐτὰς ἄνδρας εἶναι τοιαῦται. πώγωνας περιθέτους ποιοῦνται καὶ ἀνδρείαν ἀναλαμβάνουσι στολήν, προνοήσασαι καὶ προασκήσασαι τὸ σῶμα αὑτῶν, ὡς ὅτι μάλιστα ἀνδρικὸν εἶναι δόξαι· μία δὲ ἐξ αὐτῶν Πραξαγόρα λύχνον ἔχουσα προέρχεται κατὰ τὰς συνθήκας καὶ φησίν «ὦ λαμπρὸν ὄμμα».῾Υπόθεσις β´.Ἀριστοφάνους γραμματικοῦ.Ἐν τοῖς Σκίροις τὰ γύναι᾽ ἔκρινεν ἐν στολαῖςἀνέρων προκαθίζειν γενομένης ἐκκλησίαςπεριθέμεναι πώγωνας ἀλλοτρίων τριχῶν.ἐποίησαν οὕτος. ὑστεροῦντες οὖν στολαῖς | |
5 | ἄνδρες γυναικῶν ἐκάθισαν· καὶ δὴ μίαδημηγορεῖ περὶ τοῦ λαβούσας τῶν ὅλωντὴν ἐπιτροπὴν βέλτιον ἄρξειν μυρίωι.ἐκέλευσέ τ᾽ εἰς κοινὸν φέρειν τὰ χρήματακαὶ χρῆσθ᾽ ἅπασιν ἐξ ἴσου ταῖς οὐσίαις, |
10 | καὶ ταῖς γυναιξὶ μετατίθεσθαι τοὺς νόμους. |