BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Συμπόσιον φιλοσόφων

 

Κεφάλαιον γʹ

 

___________________________________________________

 

 

 

[1] κ δὲ τούτου συνηρμοσμένηι τῆι λύραι πρὸς τὸν αὐλὸν ἐκιθάρισεν ὁ παῖς καὶ ἦισεν. ἔνθα δὴ ἐπήινεσαν μὲν ἅπαντες· ὁ δὲ Χαρμίδης καὶ εἶπεν· Ἀλλ᾽ ἐμοὶ μὲν δοκεῖ, ὦ ἄνδρες, ὥσπερ Σωκράτης ἔφη τὸν οἶνον, οὕτως καὶ αὕτη ἡ κρᾶσις τῶν τε παίδῶν τῆς ὥρας καὶ τῶν φθόγγων τὰς μὲν λύπας κοιμίζειν, τὴν δ᾽ ἀφροδίτην ἐγείρειν. [2] ἐκ τούτου δὲ πάλιν εἶπεν ὁ Σωκράτης· Οὗτοι μὲν δή, ὦ ἄνδρες, ἱκανοὶ τέρπειν ἡμᾶς φαίνονται· ἡμεῖς δὲ τούτων οἶδ᾽ ὅτι πολὺ βελτίονες οἰόμεθα εἶναι· οὐκ αἰσχρὸν οὖν εἰ μήδ᾽ ἐπιχειρήσομεν συνόντες ὠφελεῖν τι ἢ εὐφραίνειν ἀλλήλους; Ἐντεῦθεν εἶπαν πολλοί· Σὺ τοίνυν ἡμῖν ἐξηγοῦ ποίων λόγων ἁπτόμενοι μάλιστ᾽ ἂν ταῦτα ποιοῖμεν. [3] ἐγὼ μὲν τοίνυν, ἔφη, ἥδιστ᾽ ἂν ἀπολάβοιμι παρὰ Καλλίου τὴν ὑπόσχεσιν. ἔφη γὰρ δήπου, εἰ συνδειπνοῖμεν, ἐπιδείξειν τὴν αὑτοῦ σοφίαν. Καὶ ἐπιδείξω γε, ἔφη, ἐὰν καὶ ὑμεῖς ἅπαντες εἰς μέσον φέρητε ὅ τι ἕκαστος ἐπιιστασθε ἀγαθόν. Ἀλλ᾽ οὐδείς σοι, ἔφη, ἀντιλέγει τὸ μὴ οὐ λέξειν ὅ τι ἕκαστος ἡγεῖται πλείστου ἄξιον ἐπίστασθαι. [4] Ἐγὼ μὲν τοίνυν, ἔφη, λέγω ὑμῖν ἐφ᾽ ὧι μέγιστον φρονῶ. ἀνθρώπους γὰρ οἶμαι ἱκανὸς εἶναι βελτίους ποιεῖν. καὶ ὁ Ἀντισθένης εἶπε· Πότερον τέχνην τινὰ βαναυσικὴν ἢ καλοκἀγαθίαν διδάσκων; Εἰ καλοκἀγαθία ἐστὶν ἡ δικαιοσύηη. Νὴ Δί᾽, ἔφη ὁ Ἀντισθένης, ἥ γε ἀναμφιλογωτάτη· ἐπεί τοι ἀνδρεία μὲν καὶ σοφία ἔστιν ὅτε βλαβερὰ καὶ φίλοις καὶ πόλει δοκεῖ εἶναι, ἡ δὲ δικαιοσύνη οὐδὲ καθ᾽ ἓν συμμίγνυται τῆι ἀδικίαι. [5] Ἐπειδὰν τοίνυν καὶ ὑμῶν ἕκαστος εἴπηι ὅ τι ὠφέλιμον ἔχει, τότε κἀγὼ οὐ φθονήσω εἰπεῖν τὴν τέχνην δι᾽ ἧς τοῦτο ἀπεργάζομαι. ἀλλὰ σὺ αὖ, ἔφη, λέγε, ὦ Νικήρατε, ἐπὶ ποίαι ἐπιστήμηι μέγα φρονεῖς. καὶ ὃς εἶπεν· Ὁ πατὴρ ὁ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοίμην ἠνάγκασέ με πάντα τὰ Ὁμήρου ἔπη μαθεῖν· καὶ νῦν δυναίμην ἂν Ἰλιάδα ὅλην καὶ Ὀδύσσειαν ἀπὸ στόματος εἰπεῖν. [6] Ἐκεῖνο δ᾽, ἔφη ὁ Ἀντισθένης, λέληθέ σε, ὅτι καὶ οἱ ῥαψωιδοὶ πάντες ἐπίστανται ταῦτα τὰ ἔπη; Καὶ πῶς ἄν, ἔφη, λελήθοι ἀκροώμενόν γε αὐτῶν ὀλίγου ἀν᾽ ἑκάστην ἡμέραν; Οἶσθά τι οὖν ἔθνος, ἔφη, ἠλιθιώτερον ῥαψωιδῶν; Οὐ μὰ τὸν Δί᾽, ἔφη ὁ Νικήρατος, οὔκουν ἔμοιγε δοκῶ. Δῆλον γάρ, ἔφη ὁ Σωκράτης, ὅτι τὰς ὑπονοίας οὐκ ἐπίστανται. σὺ δὲ Στησιμβρότωι τε καὶ Ἀναξιμάνδρωι καὶ ἄλλοις πολλοῖς πολὺ δέδωκας ἀργύριον, ὥστε οὐδέν σε τῶν πολλοῦ ἀξίων λέληθε. [7] τί γὰρ σύ, ἔφη, ὦ Κριτόβουλε, ἐπὶ τίνι μέγιστον φρονεῖς; Ἐπὶ κάλλει, ἔφη. Ἦ οὖν καὶ σύ, ἔφη ὁ Σωκράτης, ἕξεις λέγειν ὅτι τῶι σῶι κάλλει ἱκανὸς εἶ βελτίους ἡμᾶς ποιεῖν; Εἰ δὲ μή, δῆλόν γε ὅτι φαῦλος φανοῦμαι. [8] Τί γὰρ σύ, εἶπεν, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Ἀντίσθενες; Ἐπὶ πλούτωι, ἔφη. ὁ μὲν δὴ Ἑρμογένης ἀνήρετο εἰ πολὺ εἴη αὐτῶι ἀργύριον. ὁ δὲ ἀπώμοσε μηδὲ ὀβολόν. Ἀλλὰ γῆν πολλὴν κέκτησαι; Ἴσως ἄν, ἔφη, Αὐτολύκωι τούτωι ἱκανὴ γένοιτο ἐγκονίσασθαι. [9] Ἀκουστέον ἂν εἴη καὶ σοῦ. τί γὰρ σύ, ἔφη, ὦ Χαρμίδη, ἐπὶ τίνι μέγα φρονεῖς; Ἐγὼ αὖ, ἔφη, ἐπὶ πενίαι μέγα φρονῶ. Νὴ Δί᾽, ἔφη ὁ Σωκράτης, ἐπ᾽ εὐχαρίτωι γε πράγματι. τοῦτο γὰρ δὴ ἥκιστα μὲν ἐπίφθονον, ἥκιστα δὲ περιμάχητον, καὶ ἀφύλακτον ὂν σώιζεται καὶ ἀμελούμενον ἰσχυρότερον γίγνεται. [10] Σὺ δὲ δή, ἔφη ὁ Καλλίας, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Σώκρατες; καὶ ὃς μάλα σεμνῶς ἀνασπάσας τὸ πρόσωπον, Ἐπὶ μαστροπείαι, εἶπεν. ἐπεὶ δὲ ἐγέλασαν ἐπ᾽ αὐτῶι, Ὑμεῖς μὲν γελᾶτε, ἔφη, ἐγὼ δὲ οἶδ᾽ ὅτι καὶ πάνυ ἂν πολλὰ χρήματα λαμβάνοιμι, εἰ βουλοίμην χρῆσθαι τῆι τέχνηι. [11] Σύ γε μὴν δῆλον, ἔφη ὁ Λύκων τὸν Φίλιππον <προσειπών, ὅτι> ἐπὶ τῶι γελωτοποιεῖν μέγα φρονεῖς. Δικαιότερόν γ᾽, ἔφη, οἴομαι, ἢ Καλλιππίδης ὁ ὑποκριτής, ὃς ὑπερσεμνύνεται ὅτι δύναται πολλοὺς κλαίοντας καθίζειν. [12] Οὐκοῦν καὶ σύ, ἔφη ὁ Ἀντισθένης, λέξεις, ὦ Λύκων, ἐπὶ τίνι μέγα φρονεῖς; καὶ ὃς ἔφη· Οὐ γὰρ ἅπαντες ἴστε, ἔφη, <ὅτι> ἐπὶ τούτωι τῶι υἱεῖ; Οὗτός γε μήν, ἔφη τις, δῆλον ὅτι ἐπὶ τῶι νικηφόρος εἶναι. καὶ ὁ Αὐτόλυκος ἀνερυθριάσας εἶπε· Μὰ Δί᾽, οὐκ ἔγωγε. [13] ἐπεὶ δὲ ἅπαντες ἡσθέντες ὅτι ἤκουσαν αὐτοῦ φωνήσαντος προσέβλεψαν, ἤρετό τις αὐτόν· Ἀλλ᾽ ἐπὶ τῶι μήν, ὦ Αὐτόλυκε; ὁ δ᾽ εἶπεν· ἐπὶ τῶι πατρί, καὶ ἅμα ἐνεκλίθη αὐτῶι. καὶ ὁ Καλλίας ἰδών, Ἆρ᾽ οἶσθα, ἔφη, ὦ Λύκων, ὅτι πλουσιώτατος εἶ ἀνθρώπων; Μὰ Δί᾽, ἔφη, τοῦτο μέντοι ἐγὼ οὐκ οἶδα. Ἀλλὰ λανθάνει σε ὅτι οὐκ ἂν δέξαιο τὰ βασιλέως χρήματα ἀντὶ τοῦ υἱοῦ; Ἐπ᾽ αὐτοφώρωι εἴλημμαι, ἔφη, πλουσιώτατος, ὡς ἔοικεν, ἀνθρώπων ὤν. Σὺ δέ, ἔφη ὁ Νικήρατος, ὦ Ἑρμόγενες, ἐπὶ τίνι μάλιστα [14] ἀγάλληι; καὶ ὃς, Ἐπὶ φίλων, ἔφη, ἀρετῆι καὶ δυνάμει, καὶ ὅτι τοιοῦτοι ὄντες ἐμοῦ ἐπιμέλονται. ἐνταῦθα τοίνυν πάντες προσέβλεψαν αὐτῶι, καὶ πολλοὶ ἅμα ἤροντο εἰ καὶ σφίσι δηλώσοι αὐτούς. ὁ δὲ εἶπεν ὅτι οὐ φθονήσει.