BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Οἰκονομικός

 

Κεφάλαιον ιθʹ

 

___________________________________________________

 

 

 

[1] στι δ᾽ οὖν, ἔφην ἐγώ, τῆς γεωργικῆς τέχνης καὶ ἡ τῶν δένδρων φυτεία;

Ἔστι γὰρ οὖν, ἔφη ὁ Ἰσχόμαχος.

Πῶς ἂν οὖν, ἔφην ἐγώ, τὰ μὲν ἀμφὶ τὸν σπόρον ἐπισταίμην, τὰ δ᾽ ἀμφὶ τὴν φυτείαν οὐκ ἐπίσταμαι;

[2] Οὐ γὰρ σύ, ἔφη ὁ Ἰσχόμαχος, ἐπίστασαι·

Πῶς; ἐγὼ ἔφην, ὅστις μήτ᾽ ἐν ὁποίαι τῆι γῆι δεῖ φυτεύειν οἶδα μήτε ὁπόσον βάθος ὀρύττειν [τὸ φυτὸν] μήτε ὁπόσον πλάτος μήτε ὁπόσον μῆκος τὸ φυτὸν ἐμβάλλειν μήτε ὅπως ἂν ἐν τῆι γῆι κείμενον τὸ φυτὸν μάλιστ᾽ ἂν βλαστάνοι.

[3] Ἴθι δή, ἔφη ὁ Ἰσχόμαχος, μάνθανε ὅ τι μὴ ἐπίστασαι. βοθύνους μὲν γὰρ οἵους ὀρύττουσι τοῖς φυτοῖς οἶδ᾽ ὅτι ἑώρακας, ἔφη.

Καὶ πολλάκις ἔγωγ᾽, ἔφην.

Ἤδη τινὰ οὖν αὐτῶν εἶδες βαθύτερον τριπόδου;

Οὐδὲ μὰ Δί᾽ ἔγωγ᾽, ἔφην, πενθημιποδίου.

Τί δέ, τὸ πλάτος ἤδη τινὰ τριπόδου πλέον εἶδες;

Οὐδὲ μὰ Δί᾽, ἔφην ἐγώ, διπόδου.

[4] Ἴθι δή, ἔφη, καὶ τόδε ἀπόκριναί μοι· ἤδη τινὰ εἶδες τὸ βάθος ἐλάττονα ποδιαίου;

Οὐδὲ μὰ Δί᾽, ἔφην, ἔγωγε τριημιποδίου. καὶ γὰρ ἐξορύττοιτο ἂν σκαπτόμενα, ἔφην ἐγώ, τὰ φυτὰ, εἰ λίαν γε οὕτως ἐπιπολῆς πεφυτευμένα εἴη.

[5] Οὐκοῦν τοῦτο μέν, ἔφη, ὦ Σώκρατες, ἱκανῶς οἶσθα, ὅτι οὔτε βαθύτερον πενθημιποδίου ὀρύττουσιν οὔτε βραχύτερον τριημιποδίου.

Ἀνάγκη γάρ, ἔφην ἐγώ, τοῦτο ὁρᾶσθαί γε οὕτω καταφανὲς ὄν.

[6] Τί δέ, ἔφη, ξηροτέραν καὶ ὑγροτέραν γῆν γιγνώσκεις ὁρῶν;

Ξηρὰ μὲν γοῦν μοι δοκεῖ, ἔφην ἐγώ, εἶναι ἡ περὶ τὸν Λυκαβηττὸν καὶ ἡ ταύτηι ὁμοία, ὑγρὰ δὲ ἡ ἐν τῶι Φαληρικῶι ἕλει καὶ ἡ ταύτηι ὁμοία.

[7] Πότερα οὖν, ἔφη, ἐν τῆι ξηρᾶι ἂν βαθὺν ὀρύττοις βόθρον τῶι φυτῶι ἢ ἐν τῆι ὑγρᾶι;

Ἐν τῆι ξηρᾶι νὴ Δί᾽, ἔφην ἐγώ· ἐπεὶ ἔν γε τῆι ὑγρᾶι ὀρύττων βαθύν, ὕδωρ ἂν εὑρίσκοις καὶ οὐκ ἂν δύναιο ἔτι ἐν ὕδατι φυτεύειν.

Καλῶς μοι δοκεῖς, ἔφη, λέγειν. οὐκοῦν ἐπειδὰν ὀρωρυγμένοι ὦσιν οἱ βόθροι, ὁπηνίκα δεῖ τιθέναι ἑκάτερα τὰ φυτὰ ἤδη εἶδες;

Μάλιστα, ἔφην ἐγώ.

[8] Σὺ οὖν βουλόμενος ὡς τάχιστα φῦναι αὐτὰ πότερον ὑποβαλὼν ἂν τῆς γῆς τῆς εἰργασμένης οἴει τὸν βλαστὸν τοῦ κλήματος θᾶττον χωρεῖν διὰ τῆς μαλακῆς ἢ διὰ τῆς ἀργοῦ εἰς τὸ σκληρόν;

Δῆλον, ἔφην ἐγώ, ὅτι διὰ τῆς εἰργασμένης θᾶττον ἂν ἢ διὰ τῆς ἀργοῦ βλαστάνοι.

[9] Οὐκοῦν ὑποβλητέα ἂν εἴη τῶι φυτῶι γῆ.

Τί δ᾽ οὐ μέλλει; ἔφην ἐγώ.

Πότερα δὲ ὅλον τὸ κλῆμα ὀρθὸν τιθεὶς πρὸς τὸν οὐρανὸν βλέπον ἡγῆι μᾶλλον ἂν ῥιζοῦσθαι αὐτὸ ἢ καὶ πλάγιόν τι ὑπὸ τῆι ὑποβεβλημένηι γῆι θείης ἄν, ὥστε κεῖσθαι ὥσπερ γάμμα ὕπτιον;

[10] Οὕτω νὴ Δία· πλείους γὰρ ἂν οἱ ὀφθαλμοὶ κατὰ τῆς γῆς εἶεν· ἐκ δὲ τῶν ὀφθαλμῶν καὶ ἄνω ὁρῶ βλαστάνοντα τὰ φυτά. καὶ τοὺς κατὰ τῆς γῆς οὖν ὀφθαλμοὺς ἡγοῦμαι τὸ αὐτὸ τοῦτο ποιεῖν. πολλῶν δὲ φυομένων βλαστῶν <κατὰ> τῆς γῆς ταχὺ ἂν καὶ ἰσχυρὸν τὸ φυτὸν ἡγοῦμαι βλαστάνειν.

[11] Κατὰ ταὐτὰ τοίνυν, ἔφη, καὶ περὶ τούτων γιγνώσκων ἐμοὶ τυγχάνεις. ἐπαμήσαιο δ᾽ ἂν μόνον, ἔφη, τὴν γῆν, ἢ καὶ σάξαις ἂν εὖ μάλα περὶ τὸ φυτόν;

Σάττοιμ᾽ ἄν, ἔφην, νὴ Δί᾽ ἐγώ. εἰ μὲν γὰρ μὴ σεσαγμένον εἴη, ὑπὸ μὲν τοῦ ὕδατος εὖ οἶδ᾽ ὅτι πηλὸς ἂν γίγνοιτο ἡ ἄσακτος γῆ, ὑπὸ δὲ τοῦ ἡλίου ξηρὰ μέχρι βυθοῦ, ὥστε τὰ φυτὰ κίνδυνος [ὑπὸ μὲν τοῦ ὕδατος] σήπεσθαι μὲν δι᾽ ὑγρότητα, αὐαίνεσθαι δὲ διὰ ξηρότητα, [ἤγουν χαυνότητα τῆς γῆς,] θερμαινομένων τῶν ῥιζῶν.

[12] Καὶ περὶ ἀμπέλων ἄρα σύγε, ἔφη, φυτείας, ὦ Σώκρατες, τὰ αὐτὰ ἐμοὶ πάντα γιγνώσκων τυγχάνεις.

Ἦ καὶ συκῆν, ἔφην ἐγώ, οὕτω δεῖ φυτεύειν;

Οἶμαι δ᾽, ἔφη ὁ Ἰσχόμαχος, καὶ τἆλλα ἀκρόδρυα πάντα. τῶν γὰρ ἐν τῆι τῆς ἀμπέλου φυτείαι καλῶς ἐχόντων τί ἂν ἀποδοκιμάσαις εἰς τὰς ἄλλας φυτείας;

[13] Ἐλαίαν δὲ πῶς, ἔφην ἐγώ, φυτεύσομεν, ὦ Ἰσχόμαχε;

Ἀποπειρᾶι μου καὶ τοῦτο, ἔφη, μάλιστα πάντων ἐπιστάμενος. ὁρᾶις μὲν γὰρ δὴ ὅτι βαθύτερος ὀρύττεται τῆι ἐλαίαι βόθροος· καὶ γὰρ παρὰ τὰς ὁδοὺς μάλιστα ὀρύττεται· ὁρᾶις δ᾽ ὅτι πρέμνα πᾶσι τοῖς φυτευτηρίοις πρόσεστιν· ὁρᾶις δ᾽, ἔφη, τῶν φυτῶν πηλὸν ταῖς κεφαλαῖς πάσαις ἐπικείμενον καὶ πάντων τῶν φυτῶν ἐστεγασμένον τὸ ἄνω.

Ὁρῶ, ἔφην ἐγώ, ταῦτα πάντα.

[14] Καὶ ὁρῶν δή, ἔφη, τί αὐτῶν οὐ γιγνώσκεις; ἢ τὸ ὄστρακον ἀγνοεῖς, ἔφη, ὦ Σώκρατες, πῶς ἂν ἐπὶ τοῦ πηλοῦ ἄνω καταθείης;

Μὰ τὸν Δί᾽, ἔφην ἐγώ, οὐδὲν ὧν εἶπας, ὦ Ἰσχόμαχε, ἀγνοῶ, ἀλλὰ πάλιν ἐννοῶ τί ποτε, ὅτε πάλαι ἤρου με συλλήβδην εἰ ἐπίσταμαι φυτεύειν, οὐκ ἔφην. οὐ γὰρ ἐδόκουν ἔχειν ἂν εἰπεῖν οὐδὲν ἧι δεῖ φυτεύειν· ἐπεὶ δέ με καθ᾽ ἓν ἕκαστον ἐπεχείρησας ἐρωτᾶν, ἀποκρίνομαί σοι, ὡς σὺ φήις, ἅπερ σὺ γιγνώσκεις ὁ δεινὸς λεγόμενος γεωργός. [15] Ἆρα, ἔφην, ὦ Ἰσχόμαχε, ἡ ἐρώτησις διδασκαλία ἐστίν; ἄρτι γὰρ δή, ἔφην ἐγώ, καταμανθάνω ἧι με ἐπηρώτησας ἕκαστα· ἄγων γάρ με δι᾽ ὧν ἐγὼ ἐπίσταμαι, ὅμοια τούτοις ἐπιδεικνὺς ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι ἀναπείθεις, οἶμαι, ὡς καὶ ταῦτα ἐπίσταμαι.

[16] Ἆρ᾽ οὖν, ἔφη ὁ Ἰσχόμαχος, καὶ περὶ ἀργυρίου ἐρωτῶν ἄν σε, πότερον καλὸν ἢ οὔ, δυναίμην ἄν σε πεῖσαι ὡς ἐπίστασαι διαδοκιμάζειν τὰ καλὰ καὶ τὰ κίβδηλα ἀργύρια; καὶ περὶ αὐλητῶν ἂν δυναίμην ἀναπεῖσαι ὡς ἐπίστασαι αὐλεῖν, καὶ περὶ ζωγράφων καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων;

Ἶσως ἄν, ἔφην ἐγώ, ἐπειδὴ καὶ γεωργεῖν ἀνέπεισάς με ὡς ἐπιστήμων εἴην, καίπερ εἰδότα ὅτι οὐδεὶς πώποτε ἐδίδαξέ με ταύτην τὴν τέχνην.

[17] Οὐκ ἔστι ταῦτ᾽, ἔφη, ὦ Σώκρατες· ἀλλ᾽ ἐγὼ καὶ πάλαι σοι ἔλεγον ὅτι ἡ γεωργία οὕτω φιλάνθρωπός ἐστι καὶ πραεῖα τέχνη ὥστε καὶ ὁρῶντας καὶ ἀκούοντας ἐπιστήμονας εὐθὺς ἑαυτῆς ποιεῖν. [18] πολλὰ δ᾽, ἔφη, καὶ αὐτὴ διδάσκει ὡς ἂν κάλλιστά τις αὐτῆι χρῶιτο. αὐτίκα ἄμπελος ἀναβαίνουσα μὲν ἐπὶ τὰ δένδρα, ὅταν ἔχηι τι πλησίον δένδρον, διδάσκει ἱστάναι αὑτήν· περιπεταννύουσα δὲ τὰ οἴναρα, ὅταν ἔτι αὐτῆι ἁπαλοὶ οἱ βότρυες ὦσι, διδάσκει σκιάζειν τὰ ἡλιούμενα ταύτην τὴν ὥραν· [19] ὅταν δὲ καιρὸς ἦι ὑπὸ τοῦ ἡλίου ἤδη γλυκαίνεσθαι τὰς σταφυλάς, φυλλορροοῦσα διδάσκει ἑαυτὴν ψιλοῦν καὶ πεπαίνειν τὴν ὀπώραν, διὰ πολυφορίαν δὲ τοὺς μὲν πέπονας δεικνύουσα βότρυς, τοὺς δὲ ἔτι ὠμοτέρους φέρουσα, διδάσκει τρυγᾶν ἑαυτήν, ὥσπερ τὰ σῦκα συκάζουσι, τὸ ὀργῶν ἀεί.