BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Οἰκονομικός

 

Κεφάλαιον ιεʹ

 

___________________________________________________

 

 

 

[1] λλὰ μέντοι ἐπειδάν γε ἐμποιήσηις τινὶ τὸ βούλεσθαί σοι εἶναι τἀγαθά, ἐμποιήσηις δὲ τῶι αὐτῶι τούτωι <τὸ> ἐπιμελεῖσθαι ὅπως ταῦτά σοι ἐπιτελῆται, ἔτι δὲ πρὸς τούτοις ἐπιστήμην κτήσηι αὐτῶι ὡς ἂν ποιούμενα ἕκαστα τῶν ἔργων ὠφελιμώτερα γίγνοιτο, πρὸς δὲ τούτοις ἄρχειν ἱκανὸν αὐτὸν ποιήσηις, ἐπὶ δὲ τούτοις πᾶσιν ἥδηταί σοι τὰ ἐκ τῆς γῆς ὡραῖα ἀποδεικνύων ὅτι πλεῖστα ὥσπερ σὺ σαυτῶι, οὐκέτι ἐρήσομαι περὶ τούτου εἰ ἔτι τινὸς ὁ τοιοῦτος προσδεῖται· πάνυ γάρ μοι δοκεῖ ἤδη πολλοῦ ἂν ἄξιος εἶναι ἐπίτροπος ὢν τοιοῦτος. ἐκεῖνο μέντοι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, μὴ ἀπολίπηις, ὃ ἡμῖν ἀργότατα ἐπιδεδράμηται τοῦ λόγου.

[2] Τὸ ποῖον; ἔφη ὁ Ἰσχόμαχος.

Ἔλεξας δήπου, ἔφην ἐγώ, ὅτι μέγιστον εἴη μαθεῖν ὅπως δεῖ ἐξεργάζεσθαι ἕκαστα· εἰ δὲ μή, οὐδὲ τῆς ἐπιμελείας ἔφησθα ὄφελος οὐδὲν γίγνεσθαι, εἰ μή τις ἐπίσταιτο ἃ δεῖ καὶ ὡς δεῖ ποιεῖν.

[3] Ἐνταῦθα δὴ εἶπεν ὁ Ἰσχόμαχος· Τὴν τέχνην με ἤδη, ὦ Σώκρατες, κελεύεις αὐτὴν διδάσκειν τῆς γεωργίας;

Αὕτη γὰρ ἴσως, ἔφην ἐγώ, ἤδη ἐστὶν ἡ ποιοῦσα τοὺς μὲν ἐπισταμένους αὐτὴν πλουσίους, τοὺς δὲ μὴ ἐπισταμένους πολλὰ πονοῦντας ἀπόρως βιοτεύειν.

[4] Νῦν τοίνυν, ἔφη, ὦ Σώκρατες, καὶ τὴν φιλανθρωπίαν ταύτης τῆς τέχνης ἀκούσηι. τὸ γὰρ ὠφελιμωτάτην οὖσαν καὶ ἡδίστην ἐργάζεσθαι καὶ καλλίστην καὶ προσφιλεστάτην θεοῖς τε καὶ ἀνθρώποις, ἔτι πρὸς τούτοις καὶ ῥάιστην εἶναι μαθεῖν πῶς οὐχὶ γενναῖόν ἐστι; γενναῖα δὲ δήπου καλοῦμεν καὶ τῶν ζώιων ὁπόσα καλὰ καὶ μεγάλα καὶ ὠφέλιμα ὄντα πραέα ἐστὶ πρὸς τοὺς ἀνθρώπους.

[5] Ἀλλὰ ταῦτα μὲν ἐγώ, ἔφην, ὦ Ἰσχόμαχε, ἱκανῶς δοκῶ καταμεμαθηκέναι ἧι εἶπας, καθ᾽ ἃ δεῖ διδάσκειν τ3ον ἐπίτροπον· καὶ γὰρ ἧι ἔφησθα εὔνουν σοι ποιεῖν αὐτὸν μαθεῖν δοκῶ, καὶ ἧι ἐπιμελῆ καὶ ἀρχικὸν καὶ δίκαιον. [6] ὃ δὲ εἶπας ὡς δεῖ μαθεῖν τὸν μέλλοντα ὀρθῶς γεωργίας ἐπιμελεῖσθαι καὶ ἃ δεῖ ποιεῖν καὶ ὡς δεῖ καὶ ὁπότε ἕκαστα, ταῦτά μοι δοκοῦμεν, ἔφην ἐγώ, ἀργότερόν πως ἐπιδεδραμηκέναι τῶι λόγωι· [7] ὥσπερ εἰ εἴποις ὅτι δεῖ γράμματα ἐπίστασθαι τὸν μέλλοντα δυνήσεσθαι τὰ ὑπαγορευόμενα γράφειν καὶ τὰ γεγραμμένα ἀναγιγνώσκειν. ταῦτα γὰρ ἐγὼ ἀκούσας, ὅτι μὲν δεῖ γράμματα ἐπίστασθαι ἠκηκόη ἄν, τοῦτο δὲ εἰδὼς οὐδέν τι οἶμαι μᾶλλον ἂν ἐπισταίμην γράμματα. [8] οὕτω δὲ καὶ νῦν ὅτι μὲν δεῖ ἐπίστασθαι γεωργίαν τὸν μέλλοντα ὀρθῶς ἐπιμελεῖσθαι αὐτῆς ῥαιδίως πέπεισμαι, τοῦτο μέντοι εἰδὼς οὐδέν τι μᾶλλον ἐπίσταμαι ὅπως δεῖ γεωργεῖν. [9] ἀλλ᾽ εἴ μοι αὐτίκα μάλα δόξειε γεωργεῖν, ὅμοιος ἄν μοι δοκῶ εἶναι τῶι περιιόντι ἰατρῶι καὶ ἐπισκοποῦντι τοὺς κάμνοντας, εἰδότι δὲ οὐδὲν ὅ τι συμφέρει τοῖς κάμνουσιν. ἵν᾽ οὖν μὴ τοιοῦτος ὦ, ἔφην ἐγώ, δίδασκέ με αὐτὰ τὰ ἔργα τῆς γεωργίας.

[10] Ἀλλὰ μήν, ἔφη, ὦ Σώκρατες, οὐχ ὥσπερ γε τὰς ἄλλας τέχνας κατατριβῆναι δεῖ μανθάνοντας πρὶν ἄξια τῆς τροφῆς ἐργάζεσθαι τὸν διδασκόμενον, οὐχ οὕτω καὶ ἡ γεωργία δύσκολός ἐστι μαθεῖν, ἀλλὰ τὰ μὲν ἰδὼν ἂν ἐργαζομέμους, τὰ δὲ ἀκούσας εὐθὺς ἂν ἐπίσταιο, ὥστε καὶ ἄλλων, εἰ βούλοιο, διδάσκειν. οἴομαι δ᾽, ἔφη, πάνυ καὶ λεληθέναι πολλά σε αὐτὸν ἐπιστάμενον αὐτῆς. [11] καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι τεχνῖται ἀποκρύπτονταί πως τὰ ἐπικαιριώτατα ἧς ἕκαστος ἔχει τέχνης, τῶν δὲ γεωργῶν ὁ κάλλιστα μὲν φυτεύων μάλιστ᾽ ἂν ἥδοιτο, εἴ τις αὐτὸν θεῶιτο, ὁ κάλλιστα δὲ σπείρων ὡσαύτως· ὅ τι δὲ ἔροιο τῶν καλῶς πεποιημένων, οὐδὲν ὅ τι ἄν σε ἀποκρύψαιτο ὅπως ἐποίησεν. [12] οὕτω καὶ τὰ ἤθη, ὦ Σώκρατες, ἔφη, γενναιοτάτους τοὺς αὐτῆι συνόντας ἡ γεωργία ἔοικε παρέχεσθαι.

[13] Ἀλλὰ τὸ μὲν προοίμιον, ἔφην ἐγώ, καλὸν καὶ οὐχ οἷον ἀκούσαντα ἀποτρέπεσθαι τοῦ ἐρωτήματος· σὺ δέ, ὅτι εὐπετές ἐστι μαθεῖν, διὰ τοῦτο πολύ μοι μᾶλλον διέξιθι αὐτήν. οὐ γὰρ σοὶ αἰσχρὸν τὰ ῥάιδια διδάσκειν ἐστίν, ἀλλ᾽ ἐμοὶ πολὺ αἴσχιον μὴ ἐπίστασθαι ἄλλως τε καὶ εἰ χρήσιμα ὄντα τυγχάνει.