BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Οἰκονομικός

 

Κεφάλαιον ηʹ

 

___________________________________________________

 

 

 

[1] καὶ ἐπέγνως τι, ὦ Ἰσχόμαχε, ἔφην ἐγώ, ἐκ τούτων αὐτὴν κεκινημένην μᾶλλον πρὸς τὴν ἐπιμέλειαν;

Ναὶ μὰ Δί᾽, ἔφη ὁ Ἰσχόμαχος, καὶ δηχθεῖσάν γε οἶδα αὐτὴν καὶ ἐρυθριάσασαν σφόδρα ὅτι τῶν εἰσενεχθέντων τι αἰτήσαντος ἐμοῦ οὐκ εἶχέ μοι δοῦναι. [2] καὶ ἐγὼ μέντοι ἰδὼν ἀχθεσθεῖσαν αὐτὴν εἶπον· Μηδέν τι, ἔφην, ἀθυμήσηις, ὦ γύναι, ὅτι οὐκ ἔχεις δοῦναι ὅ σε αἰτῶν τυγχάνω. ἔστι μὲν γὰρ πενία αὕτη σαφής, τὸ δεόμενόν τινος μὴ ἔχειν χρῆσθαι· ἀλυποτέρα δὲ αὕτη ἡ ἔνδεια, τὸ ζητοῦντά τι μὴ δύνασθαι λαβεῖν, ἢ τὴν ἀρχὴν μηδὲ ζητεῖν εἰδότα ὅτι οὐκ ἔστιν. ἀλλὰ γάρ, ἔφην ἐγώ, τούτων οὐ σὺ αἰτία, ἀλλ᾽ ἐγὼ οὐ τάξας σοι παρέδωκα ὅπου χρὴ ἕκαστα κεῖσθαι, ὅπως εἰδῆις ὅπου τε δεῖ τιθέναι καὶ ὁπόθεν λαμβάνειν. [3] ἔστι δ᾽ οὐδὲν οὕτως, ὦ γύναι, οὔτ᾽ εὔχρηστον οὔτε καλὸν ἀνθρώποις ὡς τάξις. καὶ γὰρ χορὸς ἐξ ἀνθρώπων συγκείμενός ἐστιν· ἀλλ᾽ ὅταν μὲν ποιῶσιν ὅ τι ἂν τύχηι ἕκαστος, ταραχή τις φαίνεται καὶ θεᾶσθαι ἀτερπές, ὅταν δὲ τεταγμένως ποιῶσι καὶ φθέγγωνται, ἅμα οἱ αὐτοὶ οὗτοι καὶ ἀξιοθέατοι δοκοῦσιν εἶναι καὶ ἀξιάκουστοι. [4] καὶ στρατιά γε, ἔφην ἐγώ, ὦ γύναι, ἄτακτος μὲν οὖσα ταραχωδέστατον, καὶ τοῖς μὲν πολεμίοις εὐχειρωτότατον, τοῖς δὲ φίλοις ἀκλεέστατον ὁρᾶν καὶ ἀχρηστότατον, ὄνος ὁμοῦ, ὁπλίτης, σκευοφόρος, ψιλός, ἱππεύς, ἅμαξα – πῶς γὰρ ἂν πορευθείησαν, <ἐὰν> ἔχοντες οὕτως ἐπικωλύσωσιν ἀλλήλους, ὁ μὲν βαδίζων τὸν τρέχοντα, ὁ δὲ τρέχων τὸν ἑστηκότα, ἡ δὲ ἅμαξα τὸν ἱππέα, ὁ δὲ ὄνος τὴν ἅμαξαν, ὁ δὲ σκευοφόρος τὸν ὁπλίτην; [5] εἰ δὲ καὶ μάχεσθαι δέοι, πῶς ἂν οὕτως ἔχοντες μαχέσαιντο; οἷς γὰρ ἀνάγκη αὐτῶν τοὺς ἐπιόντας φεύγειν, οὗτοι ἱκανοί εἰσι φεύγοντες καταπατῆσαι τοὺς ὅπλα ἔχοντας –, [6] τεταγμένη δὲ στρατιὰ κάλλιστον μὲν ἰδεῖν τοῖς φίλοις, δυσχερέστατον δὲ τοῖς πολεμίοις. τίς μὲν γὰρ οὐκ ἂν φίλος ἡδέως θεάσαιτο ὁπλίτας πολλοὺς ἐν τάξει πορευομένους, τίς δ᾽ οὐκ ἂν θαυμάσειεν ἱππέας κατὰ τάξεις ἐλαύνοντας, τίς δὲ οὐκ ἂν πολέμιος φοβηθείη ἰδὼν διηυκρινημένους ὁπλίτας, ἱππέας, πελταστάς, τοξότας, σφενδονήτας, καὶ τοῖς ἄρχουσι τεταγμένως ἑπομένους; [7] ἀλλὰ καὶ πορευομένων ἐν τάξει, κἂν πολλαὶ μυριάδες ὦσιν, ὁμοίως ὥσπερ εἷς ἕκαστος καθ᾽ ἡσυχίαν πάντες πορεύονται· εἰς γὰρ τὸ κενούμενον ἀεὶ <οἱ> ὄπισθεν ἐπέρχονται. [8] καὶ τριήρης δέ τοι ἡ σεσαγμένη ἀνθρώπων διὰ τί ἄλλο φοβερόν ἐστι πολεμίοις ἢ φίλοις ἀξιοθέατον ἢ ὅτι ταχὺ πλεῖ; διὰ τί δὲ ἄλλο ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐμπλέοντες ἢ διότι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δ᾽ ἀναπίπτουσιν, ἐν τάξει δ᾽ ἐμβαίνουσι καὶ ἐκβαίνουσιν; [9] ἡ δ᾽ ἀταξία ὅμοιόν τί μοι δοκεῖ εἶναι οἷόνπερ εἰ γεωργὸς ὁμοῦ ἐμβάλοι κριθὰς καὶ πυροὺς καὶ ὄσπρια, κἄπειτα, ὁπότε δέοι ἢ μάζης ἢ ἄρτου ἢ ὄψου, διαλέγειν δέοι αὐτῶι ἀντὶ τοῦ λαβόντα διηυκρινημένοις χρῆσθαι. [10] καὶ σὺ οὖν, ὦ γύναι, <εἰ> τοῦ μὲν ταράχου τούτου μὴ δέοιο, βούλοιο δ᾽ ἀκριβῶς διοικεῖν τὰ ὄντα εἰδέναι καὶ τῶν ὄντων εὐπόρως λαμβάνουσα ὅτωι ἂν δέηι χρῆσθαι, καὶ ἐμοί, ἐάν τι αἰτῶ, ἐν χάριτι διδόναι, χώραν τε δοκιμασώμεθα τὴν προσήκουσαν ἑκάστοις ἔχειν καὶ ἐν ταύτηι θέντες διδάξωμεν τὴν διάκονον λαμβάνειν τε ἐντεῦθεν καὶ κατατιθέναι πάλιν εἰς ταύτην· καὶ οὕτως εἰσόμεθα τά τε σῶα ὄντα καὶ τὰ μή· ἡ γὰρ χώρα αὐτὴ τὸ μὴ ὂν ποθήσει, καὶ <τὸ> δεόμενον θεραπείας ἐξετάσει ἡ ὄψις, καὶ τὸ εἰδέναι ὅπου ἕκαστόν ἐστι ταχὺ ἐγχειριεῖ, ὥστε μὴ ἀπορεῖν χρῆσθαι. [11] καλλίστην δέ ποτε καὶ ἀκριβεστάτην ἔδοξα σκευῶν τάξιν ἰδεῖν, ὦ Σώκρατες, εἰσβὰς ἑπὶ θέαν εἰς τὸ μέγα πλοῖον τὸ Φοινικικόν. πλεῖστα γὰρ σκεύη ἐν σμικροτάτωι ἀγγείωι διακεχωρισμένα ἐθεασάμην. [12] διὰ πολλῶν μὲν γὰρ δήπου, ἔφη, ξυλίνων σκευῶν καὶ πλεκτῶν ὁρμίζεται ναῦς καὶ ἀνάγεται, διὰ πολλῶν δὲ τῶν κρεμαστῶν καλουμένων πλεῖ, πολλοῖς δὲ μηχανήμασιν ἀνθώπλισται πρὸς τὰ πολέμια πλοῖα, πολλὰ δὲ ὅπλα τοῖς ἀνδράσι συμπεριάγει, πάντα δὲ σκεύη ὅσοισοερ ἐν οἰκίαι χρῶνται ἄνθρωποι τῆι συσσιτίαι ἑκάστηι κομίζει· γέμει δὲ παρὰ πάντα φορτίων ὅσα ναύκληρος κέρδους ἕνεκα ἄγεται. [13] καὶ ὅσα λέγω, ἔφη, ἐγώ, πάντα οὐκ ἐν πολλῶι τινι μείζονι χώραι ἔκειτο ἢ ἐν δεκακλίνωι στέγηι συμμέτρωι. καὶ οὕτω κείμενα ἕκαστα κατενόησα ὡς οὔτε ἄλληλα ἐμποδίζει οὔτε μαστευτοῦ δεῖται οὔτε ἀσυσκεύαστά ἐστιν οὔτε δυσλύτως ἔχει, ὥστε διατριβὴν παρέχειν, ὅταν τωι ταχὺ δέηι χρῆσθαι. [14] τὸν δὲ τοῦ κυβερνήτου διάκονον, ὃς πρωιρεὺς τῆς νεὼς καλεῖται, οὕτως ηὗρον ἐπιστάμενον ἑκάστων τὴν χώραν ὡς καὶ ἀπὼν ἂν εἴποι ὅπου ἕκαστα κεῖται καὶ ὁπόσα ἐστὶν οὐδὲν ἧττον ἢ ὁ γράμματα ἐπιστάμενος εἴποι ἂν Σωκράτους καὶ ὁπόσα γράμματα καὶ ὅπου ἕκαστον τέτακται. [15] εἶδον δέ, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἐξετάζοντα τοῦτον αὐτὸν ἐν τῆι σχολῆι πάντα ὁπόσοις ἄρα δεῖ ἐν τῶι πλοίωι χρῆσθαι. θαυμάσας δέ, ἔφη, τὴν ἐπίσκεψιν αὐτοῦ ἠρόμην τί πράττοι.

Ὁ δ᾽ εἶπεν· Ἐπισκοπῶ, ἔφη, ὦ ξένε, εἴ τι συμβαίνοι γίγνεσθαι, πῶς κεῖται, ἔφη, τὰ ἐν τῆι νηί, ἢ εἴ τι ἀποστατεῖ ἢ εἰ δυστραπέλως τι σύγκειται. [16] οὐ γάρ, ἔφη, ἐγχωρεῖ, ὅταν χειμάζηι ὁ θεὸς ἐν τῆι θαλάττηι, οὔτε μαστεύειν ὅτου ἂν δέηι οὔτε δυστραπέλως ἔχον διδόναι. ἀπειλεῖ γὰρ ὁ θεὸς καὶ κολάζει τοὺς βλᾶκας. ἐὰν δὲ μόνον μὴ ἀπολέσηι τοὺς μὴ ἁμαρτάνοντας, πάνυ ἀγαπητόν· ἐὰν δὲ καὶ πάνυ καλῶς ὑπηρετοῦντας, σώιζηι, πολλὴ χάρις, ἔφη, τοῖς θεοῖς. [17] ἐγὼ οὖν κατιδὼν ταύτην τὴν ἀκρίβειαν τῆς κατασκευῆς ἔλεγον τῆι γυναικὶ ὅτι πάνυ ἄν ἡμῶν εἴη βλακικόν, εἰ οἱ μὲν ἐν τοῖς πλοίοις καὶ μικροῖς οὖσι χώρας εὑρίσκουσι, καὶ σαλεύοντες ἰσχυρῶς ὅμως σώιζουσι τὴν τάξιν, καὶ ὑπερφοβούμενοι ὅμως εὑρίσκουσι τὸ δέον λαμβάνειν, ἡμ3εις δὲ καὶ διηιρημένων ἑκάστοις θηκῶν ἐν τῆι οἰκίαι μεγάλων καὶ βεβηκυίας τῆς οἰκίας ἐν δαπέδωι, εἰ μὴ εὑρήσομεν καλὴν καὶ εὐεύρετον χώραν ἑκάστοις αὐτῶν, πῶς οὐκ ἂν πολλὴ ἡμῶν ἀσυνεσία εἴη; [18] ὡς μὲν δὴ ἀγαθὸν τετάχθαι σκευῶν κατασκευὴν καὶ ὡς ῥάιδιον χώραν ἑκάστοις αὐτῶν εὑρεῖν ἐν οἰκίαι θεῖναι ὡς ἑκάστοις συμφέρει εἴρηται· [19] ὡς δὲ καλὸν φαίνεται, ἐπειδὰν ὑποδήματα ἐφεξῆς κέηται, κἂν ὁποῖα ἦι, καλὸν δὲ ἱμάτια κεχωρισμένα ἰδεῖν, κἂν ὁποῖα ἦι, καλὸν δὲ στρώματα, καλὸν δὲ χαλκία, καλὸν δὲ τὰ ἀμφὶ τραπέζας, καλὸν δὲ καὶ ὃ πάντων καταγελάσειεν ἂν μάλιστα οὐχ ὁ σεμνὸς ἀλλ᾽ ὁ κομψός, [ὄτι] καὶ χύτρας [φησὶν] εὔρυθμον φαίνεσθαι εὐκρινῶς κειμένας – [20] τὰ δὲ ἄλλα ἤδη που ἀπὸ τούτου ἅπαντα καλλίω φαίνεται κατὰ κόσμον κείμενα· χορὸς γὰρ σκευῶν ἕκαστα φαίνεται, καὶ τὸ μέσον δὲ πάντων τούτων καλὸν φαίνεται, ἐκποδὼν ἑκάστου κειμένου· ὥσπερ καὶ κύκλιος χορὸς οὐ μόνον αὐτὸς καλὸν θέαμά ἐστιν, ἀλλὰ καὶ τὸ μέσον αὐτοῦ καλὸν καὶ καθαρὸν φαίνεται – [21] εἰ δὲ ἀληθῆ ταῦτα λέγω, ἔξεστιν, ἔφην, ὦ γύναι, καὶ πεῖραν λαμβάνειν αὐτῶν οὔτε τι ζημιωθέντας οὔτε τι πολλὰ πονήσαντας. ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ ἀθυμῆσαι, ὦ γύναι, ἔφην ἐγώ, ὡς χαλεπὸν εὑρεῖν τὸν μαθησόμενόν τε τὰς χώρας καὶ μεμνησόμενον καταχωρίζειν ἕκαστα. [22] ἴσμεν γὰρ δήπου ὅτι μυριοπλάσια ἡμῶν ἅπαντα ἔχει ἡ πᾶσα πόλις, ἀλλ᾽ ὅμως, ὁποῖον ἂν τῶν οἰκετῶν κελεύσηις πριάμενόν τί σοι ἐξ ἀγορᾶς ἐνεγκεῖν, οὐδεὶς ἀπορήσει, ἀλλὰ πᾶς εἰδὼς φανεῖται ὅποι χρὴ ἐλθόντα λαβεῖν ἕκαστα. τούτου μέντοι, ἔφην ἐγώ, οὐδὲν ἄλλο αἴτιόν ἐστιν ἢ ὅτι ἐν χώραι κεῖται τεταγμένηι. [23] ἄνθρωπον δέ γε ζητῶν, καὶ ταῦτα ἐνίοτε ἀντιζητοῦντα, πολλάκις ἄν τις πρότερον, πρὶν εὑρεῖν, ἀπείποι. καὶ τούτου αὖ οὐδὲν ἄλλο αἴτιόν ἐστιν ἢ τὸ μὴ εἶναι τεταγμένον ὅπου ἕκαστον δεῖ ἀναμένειν. περὶ μὲν [γὰρ] δὴ τάξεως σκευῶν καὶ χρήσεως τοιαῦτα αὐτῆι διαλεχθεὶς δοκῶ μεμνῆσθαι.