Xenophon
ca. 430 - ca. 355
|
|
___________________________________________________
|
|
[1] Ὁ οὖν Κριτόβουλος ἐκ τούτων ὥδέ πως εἶπεν· Ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἀρκούντως πάνυ μοι δοκῶ τὰ λεγόμενα ὑπὸ σοῦ ἀκηκοέναι· αὐτὸς δ᾽ ἐμαυτὸν ἐξετάζων δοκῶ μοι εὑρίσκειν ἐπιεικῶς τῶν τοιούτων ἐγκρατῆ ὄντα, ὥστ᾽ εἴ μοι συμβουλεύοις ὅ τι ἂν ποιῶν αὔξοιμι τὸν οἶκον, οὐκ ἄν μοι δοκῶ ὑπό γε τούτων ὧν σὺ δεσποινῶν καλεῖς κωλύεσθαι· ἀλλὰ θαρρῶν συμβούλευε ὅ τι ἔχεις ἀγαθόν· ἢ κατέγνωκας ἡμῶν, ὦ Σώκρατες, ἱκανῶς πλουτεῖν καὶ οὐδὲν δοκοῦμέν σοι προσδεῖσθαι χρημάτων;[2] Οὔκουν ἔγωγε, ἔφη ὁ Σωκράτης, εἰ καὶ περὶ ἐμοῦ λέγεις, οὐδέν μοι δοκῶ προσδεῖσθαι χρημάτων, ἀλλ᾽ ἱκανῶς πλουτεῖν· σὺ μέντοι, ὦ Κριτόβουλε, πάνυ μοι δοκεῖς πένεσθαι, καὶ ναὶ μὰ Δί᾽ ἔστιν ὅτε καὶ πάνυ οἰκτίρω σε ἐγώ.[3] Καὶ ὁ Κριτόβουλος γελάσας εἶπε· Καὶ πόσον ἂν πρὸς τῶν θεῶν οἴει, ὦ Σώκρατες, ἔφη, εὑρεῖν τὰ σὰ κτήματα πωλούμενα, πόσον δὲ τὰ ἐμά;Ἐγὼ μὲν οἶμαι, ἔφη ὁ Σωκράτης, εἰ ἀγαθοῦ ὠνητοῦ ἐπιτύχοιμι, εὑρεῖν ἄν μοι σὺν τῆι οἰκίαι καὶ τὰ ὄντα πάντα πάνυ ῥαιδίως πέντε μνᾶς· τὰ μέντοι σὰ ἀκριβῶς οἶδα ὅτι πλέον ἂν εὕροι ἢ ἑκατονταπλασίονα τούτου.[4] Κἆιτα οὕτως ἐγνωκὼς σὺ μὲν οὐχ ἡγῆι προσδεῖσθαι χρημάτων, ἐμὲ δὲ οἰκτίρεις ἐπὶ τῆι πενίαι;Τὰ μὲν γὰρ ἐμά, ἔφη, ἱκανά ἐστιν ἐμοὶ παρέχειν τὰ ἐμοὶ ἀρκοῦντα· εἰς δὲ τὸ σὸν σχῆμα ὃ σὺ περιβέβλησαι καὶ τὴν σὴν δόξαν, οὐδ᾽ εἰ τρὶς ὅσα νῦν κέκτησαι προσγένοιτό σοι, οὐδ᾽ ὣς ἂν ἱκανά μοι δοκεῖ εἶναί σοι.[5] Πῶς δὴ τοῦτ᾽; ἔφη ὁ Κριτόβουλος.Ἀπεφήνατο ὁ Σωκράτης· Ὅτι πρῶτον μὲν ὁρῶ σοι ἀνάγκην οὖσαν θύειν πολλά τε καὶ μεγάλα, ἢ οὔτε θεοὺς οὔτε ἀνθρώπους οἶμαί σε ἂν ἀνασχέσθαι· ἔπειτα ξένους προσήκει σοι πολλοὺς δέχεσθαι, καὶ τούτους μεγαλοπρεπῶς· ἔπειτα δὲ πολίτας δειπνίζειν καὶ εὖ ποιεῖν, ἢ ἔρημον συμμάχων εἶναι. [6] ἔτι δὲ καὶ τὴν πόλιν αἰσθάνομαι τὰ μὲν ἤδη σοι προστάττουσαν μεγάλα τελεῖν, ἱπποτροφίας τε καὶ χορηγίας καὶ γυμνασιαρχίας καὶ προστατείας, ἂν δὲ δὴ πόλεμος γένηται, οἶδ᾽ ὅτι καὶ τριηραρχίας [μισθοὺς] καὶ εἰσφορὰς τοσαύτας σοι προστάξουσιν ὅσας σὺ οὐ ῥαιδίως ὑποίσεις. ὅπου δ᾽ ἆν ἐνδεῶς δόξηις τι τούτων ποιεῖν, οἶδ᾽ ὅτι σε τιμωρήσονται Ἀθηναῖοι οὐδὲν ἧττον ἢ εἰ τὰ αὑτῶν λάβοιεν κλέπτοντα. [7] πρὸς δὲ τούτοις ὁρῶ σε οἰόμενον πλουτεῖν, καὶ ἀμελῶς μὲν ἔχοντα πρὸς τὸ μηχανᾶσθαι χρήματα, παιδικοῖς δὲ πράγμασι προσέχοντα τὸν νοῦν, ὥσπερ ἐξόν σοι. ὧν ἕνεκα οἰκτίρω σε μή τι ἀνήκεστον κακὸν πάθηις καὶ εἰς πολλὴν ἀπορίαν καταστῆις. [8] καὶ ἐμοὶ μέν, εἴ τι καὶ προσδεηθείην, οἶδ᾽ ὅτι καὶ σὺ γιγνώσκεις ὡς εἰσὶν οἳ καὶ ἐπαρκέσειαν ἂν ὥστε πάνυ μικρὰ πορίσαντες κατακλύσειαν ἂν ἀφθονίαι τὴν ἐμὴν δίαιταν· οἱ δὲ σοὶ φίλοι πολὺ ἀρκοῦντα σοῦ μᾶλλον ἔχοντες τῆι ἑαυτῶν κατασκευῆι ἢ σὺ τῆι σῆι ὅμως ὡς παρὰ σοῦ ὠφελησόμενοι ἀποβλέπουσι.[9] Καὶ ὁ Κριτόβουλος εἶπεν· Ἐγὼ τούτοις, ὦ Σώκρατες, οὐκ ἔχω ἀντιλέγειν· ἀλλ᾽ ὥρα σοι προστατεύειν ἐμοῦ, ὅπως μὴ τῶι ὄντι οἰκτρὸς γένωμαι.Ἀκούσας οὖν ὁ Σωκράτης εἶπε· Καὶ οὐ θαυμαστὸν δοκεῖς, ὦ Κριτόβουλε, τοῦτο σαυτῶι ποιεῖν, ὅτι ὀλίγωι μὲν πρόσθεν, ὅτε ἐγὼ ἔφην πλουτεῖν, ἐγέλασας ἐπ᾽ ἐμοὶ ὡς οὐδὲ εἰδότι ὅ τι εἴη πλοῦτος, καὶ πρότερον οὐκ ἐπαύσω πρὶν ἐξήλεγξάς με καὶ ὁμολογεῖν ἐποίησας μηδὲ ἑκατοστὸν μέρος τῶν σῶν κεκτῆσθαι, νῦν δὲ κελεύεις προστατεύειν μέ σου καὶ ἐπιμελεῖσθαι ὅπως ἂν μὴ παντάπασιν ἀληθῶς πένης γένοιο;[10] Ὁρῶ γάρ σε, ἔφη, ὦ Σώκρατες, ἕν τι πλουτηρὸν ἔργον ἐπιστάμενον περιουσίαν ποιεῖν. τὸν οὖν ἀπ᾽ ὀλίγων περιποιοῦντα ἐλπίζω ἀπὸ πολλῶν γ᾽ ἂν πάνυ ῥαιδίως πολλὴν περιουσίαν ποιῆσαι.[11] Οὔκουν μέμνησαι ἀρτίως ἐν τῶι λόγωι ὅτε οὐδ᾽ ἀναγρύζειν μοι ἐξουσίαν ἐποίησας, λέγων ὅτι τῶι μὴ ἐπισταμένωι ἵπποις χρῆσθαι οὐκ εἴη χρήματα οἱ ἵπποι οὐδὲ ἡ γῆ οὐδὲ τὰ πρόβατα οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲ ἓν ὅτωι τις μὴ ἐπίσταιτο χρῆσθαι; εἰσὶ μὲν οὖν αἱ πρόσοδοι ἀπὸ τῶν τοιούτων· ἐμὲ δὲ πῶς τινὶ τούτων οἴει ἂν ἐπιστηθῆναι χρῆσθαι, ὧι τὴν ἀρχὴν οὐδὲν πώποτ᾽ ἐγένετο τούτων;[12] Ἀλλ᾽ ἐδόκει ἡμῖν, καὶ εἰ μὴ χρήματά τις τύχοι ἔχων, ὅμως εἶναί τις ἐπιστήμη οἰκονομίας. τί οὖν κωλύει καὶ σὲ ἐπίστασθαι;Ὅπερ νὴ Δία καὶ αὐλεῖν ἂν κωλύσειεν ἄνθρωπον ἐπίστασθαι, εἰ μήτε αὐτὸς πώποτε κτήσαιτο αὐλοὺς μήτε ἄλλος αὐτῶι παράσχοι ἐν τοῖς αὑτοῦ μανθάνειν· οὕτω δὴ καὶ ἐμοὶ ἔχει περὶ τῆς οἰκονομίας. [13] οὔτε γὰρ αὐτὸς ὄργανα χρήματα ἐκεκτήμην, ὥστε μανθάνειν, οὔτε ἄλλος πώποτέ μοι παρέσχε τὰ ἑαυτοῦ διοικεῖν ἀλλ᾽ ἢ σὺ νυνὶ ἐθέλεις παρέχειν. οἱ δὲ δήπου τὸ πρῶτον μανθάνοντες κιθαρίζειν καὶ τὰς λύρας λυμαίνονται· καὶ ἐγὼ δὴ εἰ ἐπιχειρήσαιμι ἐν τῶι σῶι οἴκωι μανθάνειν οἰκονομεῖν, ἴσως ἂν καταλυμηναίμην ἄν σου τὸν οἶκον.[14] Πρὸς ταῦτα ὁ Κριτόβουλος εἶπε· Προθύμως γε, ὦ Σώκρατες, ἀποφεύγειν μοι πειρᾶι μηδέν με συνωφελῆσαι εἰς τὸ ῥᾶιον ὑποφέρειν τὰ ἐμοὶ ἀναγκαῖα πράγματα.Οὐ μὰ Δί᾽, ἔφη ὁ Σωκράτης, οὐκ ἔγωγε, ἀλλ᾽ ὅσα ἔχω καὶ πάνυ προθύμως ἐξηγήσομαί σοι. [15] οἶμαι δ᾽ ἂν καὶ εἰ ἐπὶ πῦρ ἐλθόντος σου καὶ μὴ ὄντος παρ᾽ ἐμοί, εἰ ἄλλοσε ἡγησάμην ὁπόθεν σοι εἴη λαβεῖν, οὐκ ἂν ἐμέμφου μοι, καὶ εἰ ὕδωρ παρ᾽ ἐμοῦ αἰτοῦντί σοι αὐτὸς μὴ ἔχων ἄλλοσε καὶ ἐπὶ τοῦτο ἤγαγον, οἶδ᾽ ὅτι οὐδ᾽ ἂν τοῦτό μοι ἐμέμφου, καὶ εἰ βουλομένου μουσικὴν μαθεῖν σου παρ᾽ ἐμοῦ δείξαιμί σοι πολὺ δεινοτέρους ἐμοῦ περὶ μουσικὴν καί σοι χάριν <ἂν> εἰδότας, εἰ ἐθέλοις παρ᾽ αὐτῶν μανθάνειν, τί ἂν ἔτι μοι ταῦτα ποιοῦντι μέμφοιο;Οὐδὲν ἂν δικαίως γε, ὦ Σώκρατες.[16] Ἐγὼ τοίνυν σοι δείξω, ὦ Κριτόβουλε, ὅσα νῦν λιπαρεῖς παρ᾽ ἐμοῦ μανθάνειν πολὺ ἄλλους ἑμοῦ δεινοτέρους [τοὺς] περὶ ταῦτα. ὁμολογῶ δὲ μεμεληκέναι μοι οἵτινες ἕκαστα ἐπιστημονέστατοί εἰσι τῶν ἐν τῆι πόλει. [17] καταμαθὼν γάρ ποτε ἀπὸ τῶν αὐτῶν ἔργων τοὺς μὲν πάνυ ἀπόρους ὄντας, τοὺς δὲ πάνυ πλουσίους, ἀπεθαύμασα, καὶ ἔδοξέ μοι ἄξιον εἶναι ἐπισκέψεως ὅ τι εἴη τοῦτο. καὶ ηὗρον ἐπισκοπῶν πάνυ οἰκείως ταῦτα γιγνόμενα. [18] τοὺς μὲν γὰρ εἰκῆι ταῦτα πράττοντας ζημιουμένους ἑώρων, τοὺς δὲ γνώμηι συντεταμένηι ἐπιμελουμένους καὶ θᾶττον καὶ ῥᾶιον καὶ κερδαλεώτερον κατέγνων πράττοντας. παρ᾽ ὧν ἂν καὶ σὲ οἶμαι, εἰ βούλοιο, μαθόντα, εἴ σοι ὁ θεὸς μὴ ἐναντιοῖτο, πάνυ ἂν δεινὸν χρηματιστὴν γενέσθαι. |