|
persona
Ξενοφῶν, ὁ ἱστορικός, Γρύλλου υἱός, Ἀθηναῖος ἦν τὸ γένος, τῶν δήμων Ἐρχιεύς· ἐγένετο περὶ τὸ ἔτος 430. ἀκροατὴς καὶ μαθητὴς Σωκράτους ἦν. μετὰ δὲ τήν Κύρου ἀνάβασιν (401 – 399) καὶ τὰς ἐν τῶι Πόντωι συμφορὰς ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν Λακεδαιμονίων βασιλέα.
παρ' ὃν καιρὸν ἐπὶ Λακωνισμῶι φυγὴν ὑπ' Ἀθηναίων κατεγνώσθη.
περὶ τὸ ἔτος 380 Ξενοφῶν ἦλθεν εἰς Σκιλλοῦντα, χωρίον τῆς Ἠλείας ὀλίγον τῆς πόλεως ἀπέχον. εἵπετο δὲ αὐτῶι καὶ γύναιον ὄνομα Φιλησία καὶ δύο υἱεῖς, Γρύλλος καὶ Διόδωρος. ἐκεῖ διετέλει κυνηγετῶν καὶ τοὺς φίλους ἑστιῶν καὶ τὰς ἱστορίας συγγράφων.
φασὶν Ἠλείους τε στρατευσαμένους εἰς τὸν Σκιλλοῦντα ἐξελεῖν τὸ χωρίον,
Ξενοφῶν σὺν αὐτοῖς εἰς Κόρινθον διασωθῆναι καὶ αὐτόθι κατοικῆσαι.
ἐτελεύτησε περὶ τὸ ἔτος 355.
opera
secundaria
Diogenes Laertios, Xenophon
Βιβλιογραφία
|