BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Κύρου Ἀνάβασις

 

Testimonia

 

___________________________________________________

 

 

 

Xenophon, Hellenica III, 1, 2:

Ὡς μὲν οὖν Κῦρος στράτευμά τε συνέλεξε καὶ τοῦτ᾽ ἔχων ἀνέβη ἐπὶ τὸν ἀδελφόν, καὶ ὡς ἡ μάχη ἐγένετο, καὶ ὡς ἀπέθανε, καὶ ὡς ἐκ τούτου ἀπεσώθησαν οἱ Ἕλληνες ἐπὶ θάλατταν, Θεμιστογένει τῶι Συρακοσίωι γέγραπται.

 

Plutarchos, De gloria Atheniensium, 345e:

Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε, καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακούσιον, ἵνα πιστότερος ἦι διηγούμενος ἑαυτόν ὡς ἄλλον, ἑτέρωι τὴν τῶν λόγων δόξαν χαριζόμενος.

 

Tzetzes, Chiliad. 7, 930 sqq.:

ταὐτὸ ποιεῖ καὶ Ξενοφῶν τῆι Κύρου Ἀναβάσει· 
ἐπέγραψε καὶ οὗτος γὰρ τοῦ ἐρωμένου χάριν, 
Κύρου μὲν ἡ Ἀνάβασις ὑπάρχει, τὸ βιβλίον,
Θεμιστογένους δέ ἐστι τοῦτο Συρακουσίου
κἂν πάλιν ἐπεκράτησε καλεῖσθαι Ξενοφῶντος.