<<< auctoris paginam



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



[ Τ ὰ   μ ε τ ὰ   τ ὰ   φ υ σ ι κ ά ]

________________________________________
 
 
 
* * *
Σκόλιον·
12a4
Τοῦτο τὸ βιβλίον Ἀνδρόνικος μὲν καὶ Ἕρμιππος
12a5
ἀγνοῦσιν, οὐδὲ γὰρ μνείαν αὐτοῦ ὅλως πεποίην-
12b1
ται ἐν τῆι ἀναγραφῆι τῶν Θεοφράστου βιβλίων·
Νικόλαος δὲ ἐν τῆι θεωρίαι τῶν Ἀριστοτέλους Μετὰ
τὰ φυσικὰ μνημονεύει αὐτοῦ, λέγων εἷναι Θεοφρά-
στου. Εἰσὶ δ' ἐν αὐτῶι οἷον προδιαπορίαι τινὲς ὀλί-
12b5
γαι τῆς ὅλης πραγματείας.

* * *



4a1
[Θεοφράστου τῶν μετὰ τὰ φυσικά]

          I
____________
 
          Πῶς ἀφορίσαι δεῖ καὶ ποίοις τὴν ὑπὲρ τῶν
πρώτων θεωρίαν; ἡ γὰρ δὴ τῆς φύσεως πολυ-
χουστέρα, καὶ ὥς γε δή τινές φασιν, ἀτακτοτέρα,
4a5
μεταβολὰς ἔχουσα παντοίας· ἡ δὲ τῶν πρώτων
ὡρισμένη καὶ ἀεὶ κατὰ ταὐτά· διὸ δὴ καὶ ἐν νοη-
τοῖς, οὐκ αἰσθητοῖς αὐτὴν τιθέασιν ὡς ἀκινήτοις
καὶ ἀμεταβλήτοις, καὶ τὸ ὅλον δὲ σεμνοτέραν
καὶ μείζω νομίζουσιν αὐτήν.

          Ἀρχὴ δέ, πότερα συν-
4a10
αφή τις καὶ οἷον κοινωνία πρὸς ἄλληλα τοῖς τε
νοητοῖς καὶ τοῖς τῆς φύσεως, ἢ οὐδεμία ἀλλ' ὥσ-
περ ἑκάτερα κεχωρισμένα, συνεργοῦντα δέ πως εἰς
τὴν πᾶσαν οὐσίαν. εὐλογώτερον δ' οὖν εἶναί τινα
συναφὴν καὶ μὴ ἐπεισοδιῶδες τὸ πᾶν, ἀλλ' οἷον
4a15
τὰ μὲν πρότερα τὰ δ' ὕστερα, καὶ ἀρχὰς τὰ δ'
ὑπὸ τὰς ἀρχάς, ὥσπερ καὶ τὰ ἀίδια τῶν φθαρ-
τῶν.

          Εἰ δ' οὖν οὕτω, τίς ἡ φύσις αὐτῶν καὶ ἐν
ποίοις; εἰ μὲν γὰρ ἐν τοῖς μαθηματικοῖς μόνον
τὰ νοητά, καθάπερ τινές φασιν, οὔτ' ἄγαν εὔ-
4a20
σημος ἡ συναφὴ τοῖς αἰσθητοῖς, οὔθ' ὅλως ἀξιό-
χρεα φαίνεται τοῦ παντός· οἷον γὰρ μεμηχανημένα
δοκεῖ δι' ἡμῶν εἶναι σχήματά τε καὶ μορφὰς καὶ
λόγους περιτιθέντων, αὐτὰ δὲ δι' αὑτῶν οὐδεμίαν
4b2
ἔχει φύσιν· εἰ δὲ μή, οὐχ ὥστε συνάπτειν
τοῖς τῆς φύσεως ὥστ' ἐμποιῆσαι καθάπερ ζωὴν
καὶ κίνησιν αὐτοῖς· οὐδὲ γὰρ αὐτὸς ὁ ἀριθμός,
4b5
ὅνπερ δὴ πρῶτον καὶ κυριώτατόν τινες τιθέασιν.

          Εἰ δ' ἑτέρα τις οὐσία προτέρα καὶ κρείττων ἐστίν,
ταύτην πειρατέον λέγειν πότερον μία τις κατ'
ἀριθμὸν ἢ κατ' εἶδος ἢ κατὰ γένος. εὐλογώτερον
δ' οὖν ἀρχῆς φύσιν ἐχούσας ἐν ὀλίγοις
4b10
εἶναι καὶ περιττοῖς, εἰ μὴ ἄρα καὶ πρώτοις καὶ ἐν
τῶι πρώτωι.

          Τίς δ' οὖν αὕτη καὶ τίνες, εἰ πλείους,
πειρατέον ἐμφαίνειν ἁμῶς γέ πως εἴτε κατ' ἀνα-
λογίαν εἴτε κατ' ἄλλην ὁμοίωσιν. ἀνάγκη δ' ἴσως
δυνάμει τινὶ καὶ ὑπεροχῆι τῶν ἄλλων λαμβάνειν,
4b15
ὥσπερ ἂν εἰ τὸν θεόν· θεία γὰρ ἡ πάντων ἀρχή,
δι' ἧς ἅπαντα καὶ ἔστιν καὶ διαμένει. τάχα μὲν
οὖν ῥάιδιον τὸ οὕτως ἀποδοῦναι, χαλεπὸν δὲ σα-
φεστέρως ἢ πειστικωτέρως.

          Τοιαύτης δ' οὔσης
τῆς ἀρχῆς, ἐπείπερ συνάπτει τοῖς αἰσθητοῖς, ἡ
4b20
δὲ φύσις ὡς ἁπλῶς εἰπεῖν ἐν κινήσει καὶ τοῦτ'
αὐτῆς τὸ ἴδιον, δῆλον ὡς αἰτίαν θετέον ταύτην
τῆς κινήσεως· ἐπεὶ δ' ἀκίνητος καθ' αὑτήν, φα-
νερὸν ὡς οὐκ ἂν εἴη τῶι κινεῖσθαι τοῖς τῆς φύ-
5a1
σεως αἰτία. ἀλλὰ λοιπὸν ἄλληι τινὶ δυνάμει κρείτ-
τονι καὶ πρότεραι· τοιαύτη δ' ἡ τοῦ ὀρεκτοῦ φύ-
σις, ἀφ' ἧς ἡ κυκλικὴ ἡ συνεχὴς καὶ
ἄπαυστος. ὥστε κατ' ἐκεῖνο λύοιτο ἂν τὸ μὴ εἶναι
5a5
κινήσεως ἀρχὴν ἢ εἰ κινούμενον κινήσει.

          Μέχρι
μὲν δὴ τούτων οἷον ἄρτιος ὁ λόγος, ἀρχήν τε
ποιῶν μίαν πάντων καὶ τὴν ἐνέργειαν καὶ τὴν
οὐσίαν ἀποδιδούς, ἔτι δὲ μὴ διαιρετὸν μηδὲ ποσόν
τι λέγων ἀλλ' ἁπλῶς ἐξαίρων εἰς κρείττω τινὰ
5a10
μερίδα καὶ θειοτέραν· οὕτω γὰρ μᾶλλον ἀποδο-
τέον ἢ τὸ διαιρετὸν καὶ μεριστὸν ἀφαιρετέον·
ἅμα γὰρ ἐν ὑψηλοτέρωι τε καὶ ἀληθινωτέρωι λόγωι
τοῖς λέγουσιν ἡ ἀπόφασις.

 
          II
____________
 
          Τὸ δὲ μετὰ ταῦτ' ἤδη λόγου δεῖται πλείονος
5a15
περὶ τῆς ἐφέσεως, ποία καὶ τίνων, ἐπειδὴ πλείω
τὰ κυκλικὰ καὶ αἱ φοραὶ τρόπον τινὰ ὑπεναντίαι,
καὶ τὸ ἀνήνυτον· καὶ οὗ χάριν ἀφανές. εἴτε γὰρ
ἓν τὸ κινοῦν, ἄτοπον τὸ μὴ πάντα τὴν αὐτήν·
εἴτε καθ' ἕκαστον ἕτερον αἵ τ' ἀρχαὶ πλείους,
5a20
ὥστε τὸ σύμφωνον αὐτῶν εἰς ὄρεξιν ἰόντων τὴν
ἀρίστην οὐθαμῶς φανερόν. τὸ δὲ κατὰ τὸ πλῆ-
θος τῶν σφαιρῶν τῆς αἰτίας μείζονα ζητεῖ λόγον·
οὐ γὰρ ὅ γε τῶν ἀστρολόγων. ἄπορον δὲ καὶ πῶς
ποτε φυσικὴν ὄρεξιν ἐχόντων οὐ τὴν ἠρεμίαν διώ-
5a25
κουσιν ἀλλὰ τὴν κίνησιν. τί οὖν ἅμα τῆι μιμήσει
φασὶν ἐκεῖνο, ὁμοίως ὅσοι τε τὸ ἓν καὶ ὅσοι
τοὺς ἀριθμοὺς λέγουσιν; καὶ γὰρ αὐτοὶ τοὺς ἀρι-
θμούς φασιν τὸ ἕν.

          Εἰ δ' ἡ ἔφεσις ἄλλως τε καὶ τοῦ
5b1
ἀρίστου μετὰ ψυχῆς, εἰ μή τις λέγοι καθ' ὁμοιό-
τητα καὶ μεταφοράν, ἔμψυχ' ἂν εἴη τὰ κινούμενα·
ψυχῆι δ' ἅμα δοκεῖ καὶ κίνησις ὑπάρχειν· ζωὴ γὰρ
τοῖς ἔχουσιν, ἀφ' ἧς καὶ αἱ ὀρέξεις πρὸς ἕκα-
5b5
στον, ὥσπερ καὶ τοῖς ζώιοις, ἐπεὶ καὶ αἱ αἰσθήσεις
καίπερ ἐν τῶι πάσχειν οὖσαι δι' ἑτέρων ὅμως ἐν
ψυχῆι γίνονται. εἰ δ' οὖν τῆς κυκλικῆς αἴτιον τὸ
πρῶτον, οὐ τῆς ἀρίστης ἂν εἴη· κρεῖττον γὰρ ἡ
τῆς ψυχῆς, καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς δια-
5b10
νοίας, ἀφ' ἧς καὶ ἡ ὄρεξις.

          Τάχα δὲ καὶ τοῦτ' ἄν
τις ἐπιζητήσειεν, διὰ τί τὰ κυκλικὰ μόνον ἐφετικά,
τῶν δὲ περὶ τὸ μέσον οὐθὲν καίπερ κινητῶν ὄν-
των, πότερον ὡς ἀδύνατα ἢ ὡς οὐ διικνουμένου
τοῦ πρώτου· ἀλλὰ τοῦτό γ' ἄτοπον, εἰ δι' ἀσθέ-
5b15
νειαν· ἰσχυρότερον γὰρ ἄν τις ἀξιώσειεν τοῦ Ὁμή-
ρου Διός, ὅς φησιν

          «αὐτῆι κεν γαίηι ἐρύσαιμ' αὐτῆι τε θαλάσσηι».

ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνδετον εἶναι.
τάχα δὲ πρότερον ζητήσειεν ἄν τις πῶς ἔχει, πό-
5b20
τερα μέρη ταῦτα ἢ οὐ μέρη τοῦ οὐρανοῦ, καὶ εἰ
μέρη, πῶς μέρη· νῦν γὰρ οἷον ἀπεωσμένα τῶν
ἐντιμοτάτων οὐ μόνον κατὰ τὰς χώρας ἀλλὰ καὶ
κατὰ τὴν ἐνέργειαν, εἴπερ ἡ κυκλικὴ τοιαύτη· συμ-
βαίνει γὰρ οἷον κατὰ συμβεβηκὸς ὑπὸ τῆς κυκλι-
5b25
κῆς περιφορᾶς καὶ εἰς τοὺς τόπους καὶ εἰς ἄλληλα
τὰς μεταβολάς. Εἰ δὲ καὶ τὸ ἄριστον ἀπὸ τοῦ
ἀρίστου, κάλλιον ἄν τι παρὰ τοῦ πρώτου δέοι τῆς
κυκλοφορίας, εἰ μὴ ἄρ' ἐκωλύετο τῶι μὴ δύνασθαι
6a1
δέχεσθαι· τὸ γὰρ δὴ πρῶτον καὶ θειότατον πάντα
τὰ ἄριστα βουλόμενον. τάχα δὲ τοῦτο μὲν οἷον
ὑπερβατόν τι καὶ ἀζήτητον· ἀξιοῖ γὰρ ὁ τοῦτο
λέγων ἅπανθ' ὅμοια καὶ ἐν τοῖς ἀρίστοις εἶναι,
6a5
μικράν τιν' ἢ μηδεμίαν ἔχοντα διαφοράν.

          Τόδε δ'
ἄν τις ἴσως ἀπορήσειεν πρὸς αὐτὸν τὸν πρῶτον
οὐρανὸν ἀναφέρων, πότερον ἡ περιφορὰ τῆς οὐ-
σίας ἐστὶν αὐτοῦ καὶ ἅμα τῶι πεπαῦσθαι φθείροιτ'
ἄν, ἢ εἴπερ ἐφέσει τινὶ καὶ ὀρέξει, κατὰ συμβε-
6a10
βηκός· εἰ μὴ ἄρα σύμφυτον αὐτῶι τὸ ὀρέγεσθαι·
καὶ οὐθὲν κωλύει τοιαῦτ' ἄττα τῶν ὄντων ύπάρ-
χειν. ἴσως δ' ἂν εἴη καὶ ἀφελόντα τὴν ὄρεξιν
ὑπὲρ αὐτῆς τῆς κινήσεως ἀπορεῖν, εἰ ἀφαιρεθεῖσα
φθείροι ἂν τὸν ούρανόν. καὶ τοῦτο μὲν ὥσπερ
6a15
ἑτέρων λόγων.

 
          III
____________
 
          Ἀπὸ δ' οὖν ταύτης ἢ τούτων τῶν
ἀρχῶν ἀξιώσειεν ἄν τις (τάχα δὲ καὶ ἀπὸ τῶν
ἄλλων ἄρ', ἄν τις τίθηται) τὰ ἐφεξῆς εὐθὺς ἀπο-
διδόναι, καὶ μὴ μέχρι του προελθόντα παύεσθαι·
τοῦτο γὰρ τελέου καὶ φρονοῦντος, ὅπερ Ἀρχύτας
6a20
ποτ' ἔφη ποιεῖν Εὔρυτον διατιθέντα τινὰς ψή-
φους· λέγειν γὰρ ὡς ὅδε μὲν ἀνθρώπου ὁ ἀρι-
θμός, ὅδε δὲ ἵππου, ὅδε δ' ἄλλου τινὸς τυγχάνει.

          Νῦν δ' οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες κατα-
παύονται, καθάπερ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον
6a25
δυάδα ποιοῦντες· τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες
καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα
παραλείπουσιν πλὴν ὅσον ἐφαπτόμενοι, καὶ το-
σοῦτο μόνον δηλοῦντες, ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορί-
6b1
στου δυάδος, οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον,
τὰ δ' ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνός, οἷον ψυχὴ
καὶ ἄλλ' ἄττα· χρόνον δ' ἅμα καὶ οὐρανὸν καὶ
ἕτερα δὴ πλείω, τοῦ δ' οὐρανοῦ περὶ καὶ τῶν λοι-
6b5
πῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν· ὡσαύτως δ'
οἱ περὶ Σπεύσιππον, οὐδὲ τῶν ἄλλων οὐθεὶς πλὴν
Ξενοκράτης· οὗτος γὰρ ἅπαντά πως περιτίθησιν
περὶ τὸν κόσμον, ὁμοίως αἰσθητὰ καὶ νοητὰ καὶ
μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα. πειρᾶται δὲ καὶ
6b10
Ἑστιαῖος μέχρι τινός, οὐχ ὥσπερ εἴρηται περὶ
τῶν πρώτων μόνον. Πλάτων μὲν οὖν ἐν τῶι ἀνά-
γειν εἰς τὰς ἀρχὰς δόξειεν ἂν ἅπτεσθαι τῶν ἄλ-
λων εἰς τὰς ἰδέας ἀνάπτων, ταύτας δ' εἰς τοὺς
ἀριθμούς, ἐκ δὲ τούτων εἰς τὰς ἀρχάς· εἶτα κατὰ
6b15
τὴν γένεσιν μέχρι τῶν εἰρημένων. οἱ δὲ τῶν
ἀρχῶν μόνον. ἔνιοι δὲ καὶ τὴν ἀλήθειαν ἐν
τούτοις· τὰ γὰρ ὄντα μόνον περὶ τὰς ἀρχάς.

          Συμ-
βαίνει δὲ τοὐναντίον ἢ ἐν ταῖς ἄλλαις μεθόδοις·
ἐν ἐκείνοις γὰρ τὰ μετὰ τὰς ἀρχὰς ἰσχυρότερα
6b20
καὶ οἷον τελεώτερα τῶν ἐπιστημῶν· τάχα δὲ καὶ
εὐλόγως· ἔνθα μὲν γὰρ τῶν ἀρχῶν, ἐν δὲ ταῖς
λοιπαῖς ἀπὸ τῶν ἀρχῶν ἡ ζήτησις.

 
          IV
____________
 
          Πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑπο-
θέσθαι τάχ' ἂν ἀπορήσειέν τις, πότερον ἀμόρ-
6b25
φους καὶ οἷον δυναμικάς, ὥσπερ ὅσοι πῦρ καὶ
γῆν, ἢ μεμορφωμένας, ὡς μάλιστα δέον ταύτας
ὡρίσθαι, καθάπερ ἐν τῶι Τιμαίωι φησίν· τοῖς γὰρ
τιμιωτάτοις οἰκειότατον ἡ τάξις καὶ τὸ ὡρίσθαι.

7a1
          Φαίνεται δὲ καὶ ἐν ταῖς λοιπαῖς σχεδὸν ἔχειν
οὕτω, καθάπερ ἐν γραμματικῆι καὶ μουσικῆι καὶ
ταῖς μαθηματικαῖς· συνακολουθεῖ δὲ καὶ τὰ μετὰ
τὰς ἀρχάς. ἔτι δὲ καὶ κατὰ τὰς τέχνας ὁμοίως,
7a5
αἵπερ τὴν φύσιν μιμοῦνται· καὶ τὰ ὄργανα καὶ
τὰ ἄλλα κατὰ τὰς ἀρχάς.

          Οἱ μὲν οὖν ἐμμόρφους
πάσας, οἱ δὲ μόνον τὰς ὑλικάς· οἱ δ' ἄμφω, τάς
τ' ἐμμόρφους καὶ τὰς τῆς ὕλης, ὡς ἐν ἀμφοῖν
τὸ τέλεον· οἷον γὰρ ἐξ ἀντικειμένων τὴν
7a10
ἅπασαν οὐσίαν. ἄλογον δὲ κἀκείνοις δόξειεν ἄν,
εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν
ἅπαντ' ἐν τάξει καὶ λόγωι, καὶ μορφαῖς καὶ δυνά-
μεσιν καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὴν
τοιοῦτον ἀλλ' «ὥσπερ σωρὸς εἰκῆι κεχυμένων ὁ
7a15
κάλλιστος», φησὶν Ἡράκλειτος, «[ὁ] κόσμος». καὶ
κατὰ τοὐλάχιστον δ' ὡς εἰπεῖν λαμβάνουσιν ὁμοίως
ἐν ἀψύχοις καὶ ἐμψύχοις· ὡρισμέναι γὰρ ἑκάστων
αἱ φύσεις ὡς εἰπεῖν, καίπερ αὐτομάτως γινομέ-
νων· τὰς δ' ἀρχὰς ἀορίστους εἶναι.

          Χαλεπὸν δὲ
7a20
πάλιν αὖ τὸ τοὺς λόγους ἑκάστοις περιθεῖναι
πρὸς τὸ ἕνεκά του συνάγοντας ἐν ἅπασιν, καὶ ἐν
ζώιοις καὶ φυτοῖς καὶ ἐν αὐτῆι πομφόλυγι· πλὴν
εἰ συμβαίνει τῆι ἑτέρων τάξει καὶ μεταβολῆι μορ-
7b1
φάς τε παντοίας καὶ ποικιλίας γίνεσθαι τῶν περὶ
τὸν ἀέρα καὶ τὴν γῆν· ὧν δὴ μέγιστόν τινες πα-
ράδειγμα ποιοῦνται τὰ περὶ τὰς ὥρας τὰς ἐτη-
σίους, ἐν αἷς καὶ ζώιων καὶ φυτῶν καὶ καρπῶν
7b5
γενέσεις, οἷον γεννῶντος τοῦ ἡλίου.

          Καὶ ταῦτα
μὲν ἐνταῦθά που ζητεῖ τὴν σκέψιν, ἀφορισμὸν
ἀπαιτοῦντα μέχρι πόσου τὸ τεταγμένον, καὶ διὰ
τί τὸ πλέον ἀδύνατον ἢ εἰς τὸ χεῖρον ἡ μετάβασις.

 
          V
____________
 
          Ἐν δὲ ταῖς ἀρχαῖς, ὅθεν δὴ καὶ ὁ πρῶτος λό-
7b10
γος, εἰκότως ἄν τις καὶ τὸ περὶ τῆς ἠρεμίας ἀπο-
ρήσειεν· εἰ μὲν γὰρ ὡς βέλτιον, ἀνάψειεν ἂν ταῖς
ἀρχαῖς· εἰ δ' ὡς ἀργία καὶ στέρησίς τις κινήσεως,
οὐκ ἀνάψει, ἀλλ' εἴπερ, τὴν ἐνέργειαν ἀντιμεταλ-
λακτέον ὡς προτέραν καί τιμιωτέραν, τὴν δὲ κί-
7b15
νησιν ἐν τοῖς αἰσθητοῖς· ἐπεὶ τό γε διὰ τοῦτ'
ἠρεμεῖν ὡς ἀδύνατον ἀεὶ κινούμενον εἶναι τὸ
κινοῦν - οὐ γὰρ ἂν εἴη πρῶτον - κίνδυνος μὴ
λογῶδες, καὶ ἄλλως οὐκ ἀξιόπιστον, ἀλλὰ μείζω
τινὰ αἰτίαν ζητεῖ. δοκεῖ δὲ καὶ ἡ αἴσθησις τρόπον
7b20
τινὰ συναυδᾶν ὡς ἐνδεχόμενον μὴ ἀεὶ τὸ κι-
νοῦν ἕτερον εἶναι καὶ ὃ κινεῖ διὰ τὸ ποιεῖν
καὶ πάσχειν. ἔτι δ' ἐάν τις ἐπ' αὐτὸν ἄγηι τὸν
νοῦν καὶ τὸν θεόν.

          Ἄτοπον δὲ καὶ τὸ ἕτερον λε-
8a1
χθέν, ὡς οὐ μιμοῦνται τὰ ὀρεγόμενα τοῦ ἠρεμοῦν-
τος· τί γὰρ αὐτοῖς οὐ συνακολουθεῖ ἡ τῶν ἄλλων ...·
πλὴν ἴσως οὐχ ὁμοίως ληπτέον ὡς εἰς τὸ ἀμερὲς
ἄγοντας, ἀλλ' ὅπως ὅτι μάλιστα σύμφωνον ἑαυ-
8a5
τῶι καὶ ἀπηρτισμένον, ὡς ἂν πόλις ἢ ζῶιον ἢ ἄλλο
τι τῶν μεριστῶν, ἦι καὶ ὁ ὅλος οὐρανός, ὃν δή
φασιν εἶναι τελεώτατον.

 
          VI
____________
 
          Ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον, πῶς
ποτε τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορ-
8a10
φήν, πότερον ὡς τὸ μὲν ὄν, τὸ δὲ μὴ ὄν, δυνά-
μει δ' ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν· ἢ ὂν μέν,
ἀόριστον δὲ καθάπερ ἐν ταῖς τέχναις, ἡ δὲ γέ-
νεσις ἢ οὐσία γ' αὐτῶν τῶι μορφοῦσθαι κατὰ
τοὺς λόγους· ἀλλ' οὕτω γ' εἰς μὲν τὸ βέλτιον
8a15
τάχ' ἂν ἡ μετάβασις εἴη, τὸ δ' εἶναι οὐθὲν ἂν
ἧττον ἀληθὲς ὑπάρχοι κατ' αὐτὴν (οὐ γὰρ ἂν
οὐδὲ γίνοιτο μὴ ὑπαρχούσης), ἀλλὰ τὸ μήτε τόδε
μήτε ποιὸν μήτε ποσόν, ὡς ἀόριστον τοῖς εἴδεσιν,
δύναμιν δέ τιν' ἔχον. ὅλως δὲ κατ' ἀναλογίαν
8a20
ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη.

 
          VII
____________
 
          Δόξειεν δ' ἂν καὶ τοῦτ' ἔχειν ἀπορίαν, εἰ μὴ
ἄρα περιεργίαν τοῦ ζητεῖν, τί δή ποτε ἡ φύσις
καὶ ἡ ὅλη δ' οὐσία τοῦ παντὸς ἐν ἐναντίοις ἐστίν,
καὶ σχεδὸν ἰσομοιρεῖ τὸ χεῖρον τῶι βελτίονι, μᾶλ-
8a25
λον δὲ καὶ πολλῶι πλέον ἐστίν, ὥστε δοκεῖν καὶ
Εὐριπίδην καθόλου λέγειν ὡς «οὐκ ἂν γένοιτο
χωρὶς ἐσθλά». ὁ δὲ τοιοῦτος λόγος ἐγγὺς τοῦ
8b1
ζητεῖν ὅτι οὐ πάντ' ἀγαθὰ οὐδὲ πάντα ὅμοια,
καὶ ὅτι κατὰ πάντων μὲν τὸ εἶναι λέγομεν, οὐ-
θὲν δὲ ὅμοιον ἀλλήλοις, καθάπερ τὰ λευκὰ καὶ
μέλανα, ἐν αὐτοῖς.

          Ἔτι δὲ τὸ δοκοῦν παραδοξότε-
8b5
ρον, ὡς οὐχ οἷόν τε τὸ ὂν ἄνευ τῶν ἐναντίων.
οἱ δ' ἔτι πλέονι τῶι παραδόξωι χρώμενοι καὶ τὸ
μὴ ὂν μηδὲ γεγονὸς μηδὲ μέλλον προσκαταριθμοῦ-
σιν εἰς τὴν τοῦ παντὸς φύσιν· ἀλλ' ἥδε μὲν οἷον
ὑπερβατός τις σοφία.

 
          VIII
____________
 
8b10
          Τὸ δὲ ὂν ὅτι πολλαχῶς, φανερόν· ἡ γὰρ αἴ-
σθησις καὶ τὰς διαφορὰς θεωρεῖ καὶ τὰς αἰτίας ζη-
τεῖ· τάχα δ' ἀληθέστερον εἰπεῖν ὡς ὑποβάλλει τῆι
διανοίαι τὰ μὲν ἀπλῶς ζητοῦσα, τὰ δ' ἀπορίαν
ἐνεργαζομένη, δι' ἧς, κἂν μὴ δύνηται προβαίνειν,
8b15
ὅμως ἐμφαίνεταί τι φῶς ἐν τῶι μὴ φωτὶ ζητούν-
των ἐπὶ πλέον. τὸ ἐπίστασθαι ἄρα οὐκ ἄνευ δια-
φορᾶς τινος. εἴ τε γὰρ ἕτερα ἀλλήλων διαφορά
τις· ἔν τε τοῖς καθόλου πλειόνων ὄντων τῶν ὑπὸ
τὰ καθόλου διαφέρειν ἀνάγκη καὶ ταῦτα, ἐάν τε
8b20
γένη τὰ καθόλου εάν τ' εἴδη.

          Σχεδὸν δὲ καὶ ἐπι-
στήμη πᾶσα τῶν ἰδίων· ἥ τε γὰρ οὐσία καὶ τὸ
τί ἦν εἶναι καθ' ἕκαστον ἴδιον, τά τε θεωρούμενα
καθ' ἑαυτὰ καὶ οὐ κατὰ συμβεβηκὸς ἦν ἄν τι κατά
τινος, ὅλως δὲ τὸ ἐν πλείοσιν τὸ αὐτὸ συνι-
8b25
δεῖν ἐπιστήμης, ἤτοι κοινῆι καὶ καθόλου λεγόμενον
ἢ ἰδίαι πῶς καθ' ἕκαστον, οἷον ἀριθμοῖς γραμμαῖς,
ζώιοις φυτοῖς· τέλεος δ' ἡ ἐξ ἀμφοῖν. ἔστίν δ'
9a1
ἔνια, ὧν καθόλου τέλος (ἐν τούτωι γὰρ τὸ
αἴτιον), τῶν δὲ τὸ ἐν μέρει, καθ' ὅσα διαίρεσις
εἰς τὰ ἄτομα, καθάπερ ἐν τοῖς πρακτοῖς καὶ ποιη-
τοῖς· οὕτως γὰρ αὐτῶν ἡ ἐνέργεια. ταὐτῶι δ' ἐπι-
9a5
στάμεθα καὶ οὐσίαι καὶ ἀριθμῶι καὶ εἴδει καὶ γένει
καὶ ἀναλογίαι, καὶ εἰ ἄρα παρὰ ταῦτα διαιρέσεις·
διὰ πλείστου δὲ τὸ κατ' ἀναλογίαν, ὡς ἂν ἀπέ-
χοντες πλεῖστον, τὰ μὲν δι' ἡμὰς αὐτούς, τὰ δὲ
διὰ τὸ ὑποκείμενον, τὰ δὲ διὰ τἄμφω.

9a10
          Πλεοναχῶς δ' ὄντος τοῦ ἐπίστασθαι, πῶς ἕκα-
στα μεταδιωκτέον; ἀρχὴ καὶ μέγιστον ὁ οἰκεῖος
τρόπος, οἷον τὰ πρῶτα καὶ νοητά, καὶ τὰ κινητὰ
καὶ ὑπὸ τὴν φύσιν, αὐτῶν τε τούτων τὰ ἐν ἀρχῆι
καὶ ἑπόμενα, μέχρι ζώιων καὶ φυτῶν καὶ ἐσχά-
9a15
των τῶν ἀψύχων· ἔστιν γάρ τι καθ' ἕκαστον γέ-
νος ἴδιον, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς. ἔχει
δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καίπερ ὁμο-
γενῆ πως ὄντα· διήιρηται δ' ἱκανῶς.

          Εἰ δὲ καὶ ἔνια
γνωστὰ τῶι ἄγνωστα εἶναι, καθάπερ τινές φασιν,
9a20
ἴδιος ἂν ὁ τρόπος εἴη, διαιρέσεως δέ τινος δεῖ-
ται. τάχα δ' ἐφ' ὧν ἐνδέχεται κατ' ἀναλογίαν οἰ-
κειότερον λέγειν, ἢ αὐτῶι τῶι ἀγνώστωι, καθάπερ
εἴ τις τῶι ἀοράτωι τὸ ἀόρατον.

          Πόσοι δ' οὖν τρό-
ποι καὶ ποσαχῶς τὸ εἰδέναι πειρατέον διελεῖν. ἡ
9a25
δ' ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορί-
σαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ' ἂν δόξειεν·
οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν
9b1
τοῖς πλεοναχῶς λεγομένοις, ἧι καὶ τοῦτ'
ἄπορον ἢ οὐ ῥάιδιόν γε εἰπεῖν, μέχρι πόσου καὶ
τίνων ζητητέον αἰτίας ὁμοίως ἔν τε τοῖς αἰ-
σθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς
9b5
ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα τὸ φρονεῖν.
ἀρχαὶ δὲ τρόπον τινὰ ἄμφω· τάχα δ' ἡ μὲν ἡμῖν
ἡ δ' ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ δ' ἡμετέρα τις
ἀρχή. μέχρι μὲν οὖν τινὸς δυνάμεθα δι' αἰτίου
θεωρεῖν ἀρχὰς ἀπὸ τῶν αἰσθήσεων λαμβάνοντες·
9b10
ὅταν δὲ ἐπ' αύτὰ τὰ ἄκρα καὶ πρῶτα μεταβαίνω-
μεν οὐκέτι δυνάμεθα, εἴτε διὰ τὸ μὴ ἔχειν αἰ-
τίαν εἴτε διὰ τὴν ἡμετέραν ἀσθένειαν ὥσπερ
πρὸς τὰ φωτεινότατα βλέπειν. τάχα δ' ἐκεῖνο
ἀληθέστερον ὡς αὐτῶι τῶι νῶι τῶν τοιούτων ἡ
9b15
θεωρία θιγόντι καὶ οἷον ἁψαμένωι, διὸ καὶ οὐκ
ἔστιν ἀπάτη περὶ αὐτά.

          Χαλεπὴ δὲ καὶ εἰς αὐτὸ
τοῦθ' ἡ σύνεσις καὶ ἡ πίστις, ἐπεὶ καὶ ἄλλως μέγα
καὶ πρὸς τὰς καθ' ἕκαστα πραγματείας ἀναγκαῖον
καὶ μάλιστα τὰς μεγίστας, ἐν τίνι ποιητέον τὸν
9b20
ὅρον, οἷον περὶ τὰς τῆς φύσεως καὶ περὶ τὰς ἔτι
προτέρας. οἱ γὰρ ἁπάντων ζητοῦντες λόγον ἀναι-
ροῦσιν λόγον, ἅμα δὲ καὶ τὸ εἰδέναι· μᾶλλον δ'
ἀληθέστερον εἰπεῖν ὅτι ζητοῦσιν ὧν οὐκ ἔστιν
οὐδὲ πέφυκεν.

          Ὅσοι τὸν οὐρανὸν ἀίδιον ὑπο-
9b25
λαμβάνουσιν, ἔτι δὲ τὰ κατὰ τὰς φορὰς καὶ τὰ
μεγέθη καὶ τὰ σχήματα καὶ τὰς ἀποστάσεις καὶ
ὅσα ἄλλα ἀστρολογία δείκνυσιν, τούτοις κατάλοι-
10a1
πον τά τε πρῶτα κινοῦντα καὶ τὸ τίνος ἕνεκα λέ-
γειν καὶ τίς ἡ φύσις ἑκάστου καὶ ἡ πρὸς ἄλληλα
θέσις καὶ ἡ τοῦ σύμπαντος οὐσία καὶ ὑποβαίνοντι
δὴ πρὸς τὰ ἄλλα καθ' ἕκαστον τῶν εἰδῶν ἢ με-
10a5
ρῶν ἄχρι ζώιων καὶ φυτῶν. εἰ οὖν ἀστρολογία
συνεργεῖ μέν, οὐκ ἐν τοῖς πρώτοις δὲ τῆς φύσεως,
ἕτερα τὰ κυριώτατ' ἂν εἴη καὶ πρότερα. καὶ γὰρ
δὴ καὶ ὁ τρόπος, ὡς οἴονταί τινες, οὐ φυσικὸς ἢ
οὐ πᾶς, καίτοι τό γε κινεῖσθαι καὶ ἁπλῶς τῆς
10a10
φύσεως οἰκεῖον καὶ μάλιστα τοῦ οὐρανοῦ, διὸ καὶ
εἰ ἐνέργεια τῆς οὐσίας ἑκάστου καὶ τὸ καθ' ἕκα-
στον ὅταν ἐνεργῆι καὶ κινεῖται, καθάπερ ἐν τοῖς
ζώιοις καὶ φυτοῖς· εἰ δὲ μή, ὁμώνυμα, δῆλον ὅτι
κἂν ὁ οὐρανὸς ἐν τῆι περιφορᾶι κατὰ τὴν οὐσίαν
10a15
εἴη, χωριζόμενος δὲ καὶ ἠρεμῶν ὁμώνυμος· οἷον
γὰρ ζωή τις ἡ περιφορὰ τοῦ παντός. ἆρ' οὖν εἴ
γε μηδ' ἐν τοῖς ζώιοις τὴν ζωὴν ἢ ὡδὶ ζητητέον,
οὐδ' ἐν τῶι οὐρανῶι καὶ τοῖς οὐρανίοις τὴν φορὰν
ἢ τρόπον τινὰ ἀφωρισμένον; συνάπτει δέ πως ἡ
10a20
νῦν ἀπορία καὶ πρὸς τὴν ὑπὸ τοῦ ἀκινήτου κίνησιν.

 
          IX
____________
 
          Ὑπὲρ δὲ τοῦ πάνθ' ἕνεκά του καὶ μηδὲν μά-
την ἄλλως ‹θ'› ὁ ἀφορισμὸς οὐ ῥάιδιος, καθάπερ
πλεονάκις λέγεται· πόθεν δ' ἄρξασθαι χρὴ καὶ εἰς
10a25
ποῖα τελευτᾶν; καὶ δὴ ἔνια τῶι μὴ δοκεῖν ἔχειν
οὕτως ἀλλὰ τὰ μὲν συμπτωματικῶς τὰ δ' ἀνάγκηι
τινί, καθάπερ ἔν τε τοῖς οὐρανίοις καὶ ἐν τοῖς
περὶ τὴν γῆν πλείοσιν.

          Τίνος γὰρ ἔνεκα αἱ ἔφο-
10b1
δοι καὶ ἀνάρροιαι θαλάττης, [ἢ τίνος αἱ προχωρή-
σεις] ἢ ἀναξηράνσεις καὶ ὑγρότητες, καὶ ὅλως
πρὸς ἄλλοτ' ἄλλο μεταβολαὶ καὶ φθοραὶ καὶ
γενέσεις, ἧι αἱ μὲν ἐν αὐτῆι τῆι γῆι ἀλλοιώσεις
10b5
καὶ μεταβολαὶ γίνονται πρὸς ἄλλοτ' ἄλλο μεθι-
σταμένων, καὶ ἕτερα δ' οὐκ ὀλίγα παρόμοια
τούτοις;

          Ἔτι δ' ἐν αὐτοῖς τοῖς ζώιοις τὰ μὲν ὥσ-
περ μάταια, καθάπερ τοῖς ἄρρεσιν οἱ μαστοὶ καὶ
τοῖς θήλεσιν ἡ πρόεσις, εἴπερ μὴ συμβάλλεται,
10b10
καὶ πώγωνος δ' ἐνίοις ἢ ὅλως τριχῶν ἔκφυσις ἔν
τισιν τόποις· ἔτι δὲ κεράτων μεγέθη καθάπερ τῶν
ἐλάφων τοῖσδε καὶ λελωβημένων κνήσει τε καὶ
παραιωρήσει καὶ ἐπιπροσθήσει τῶν ὀμμάτων· καὶ
ὡς ἔνια δὴ βίαι ἢ παρὰ φύσιν, ὥσπερ ὁ ἐρωιδιὸς
10b15
ὀχεύει καὶ τὸ ἡμερόβιον ζῆι· καὶ ἕτερα οὑκ ὀλίγα
λάβοι τις ἂν τοιαῦτα. καὶ τὸ μέγιστον δὴ καὶ μά-
λιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν
ζώιων· οὐθενὸς γὰρ ταῦθ' ἕνεκα, ἀλλὰ συμπτώματα
καὶ δι' ἑτέρας ἀνάγκας. ἔδει γάρ, εἴπερ τούτων χά-
10b20
ριν, ἀεὶ κατὰ ταῦτα καὶ ὡσαύτως. 

          Ἔτι δ' ἐν τοῖς
φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν'
ἔχουσι φύσιν, ὥσπερ δοκοῦσιν, καὶ μορφαῖς καὶ
εἴδεσιν καὶ δυνάμεσιν, τίνος ἕνεκα ταῦτα ζητή-
σειεν ἄν τις. αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ μὴ ἔχειν
10b25
λόγον, καὶ ταῦτ' ἐν ἑτέροις μὴ ποιοῦσιν προτέ-
ροις καὶ τιμιωτέροις. ἧι καὶ ἔοικεν ὁ λόγος ἔχειν
τι πιστόν, ὡς ἄρα τῶι αὐτομάτωι ταῦτα καὶ τῆι τοῦ
ὅλου περιφορᾶι λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλ-
11a1
ληλα διαφοράς.

          Εἰ δὲ μή, τοῦ θ' ἕνεκά του καὶ
εἰς τὸ ἄριστον ληπτέον τινὰς ὅρους καὶ οὐκ ἐπὶ
πάντων ἁπλῶς θετέον· ἐπεί καὶ τὰ τοιάδε ἔχει
τινὰ διστασμὸν καὶ ἁπλῶς λεγόμενα καὶ καθ' ἕκα-
11a5
στον. ἁπλῶς μὲν ὅτι τὴν φύσιν ἐν ἅπα-
σιν ὀρέγεσθαι τοῦ ἀρίστου καὶ ἐφ' ὧν ἐνδέχεται
μεταδιδόναι τοῦ ἀεὶ καὶ τοῦ τεταγμένου· ὡς δ'
αὕτως καὶ ἐπὶ τῶν ζώιων ὁμοίως· ὅπου γὰρ οἷόν
τε τὸ βέλτιον, ἐνταῦθα οὐδαμοῦ παραλείπει, οἷον
11a10
τὸ ἔμπροσθεν τὴν φάρυγγα τοῦ οἰσοφάγου (τιμιώ-
τερον γάρ), καὶ ἐν τῆι μέσηι κοιλίαι τῆς καρδίας
τὴν κρᾶσιν ἀρίστην, ὅτι τὸ μέσον τιμιώτατον·
ὡσαύτως δὲ καὶ ὅσα κόσμου χάριν. εἰ γὰρ καὶ
ἡ ὄρεξις οὕτως, ἀλλ' ἐκεῖνό γ' ἐμφαίνει διότι πολὺ
11a15
τὸ οὐχ ὑπακοῦον οὐδὲ δεχόμενον τὸ εὖ, μᾶλλον
δὲ πολλῶι πλεῖον· ὀλίγον γάρ τι τὸ ἔμψυχον,
ἄπειρον δὲ τὸ ἄψυχον, καὶ αὐτῶν τῶν ἐμψύχων
ἀκαριαῖον, καὶ βέλτιον, το εἶναι.

          Τὸ δ' ὅλον σπά-
νιόν τι καὶ ἐν ὀλίγοις τὸ ἀγαθόν, πολὺ δὲ πλῆ-
11a20
θος εἶναι τὸ κακόν, οὐκ ἐν ἀοριστίαι δὲ μόνον καὶ οἷον
ὕλης εἴδει, καθάπερ τὰ τῆς φύσεως, ἀμαθέστα-
του. εἰκῆι γὰρ οἱ περὶ τῆς ὅλης οὐσίας λέγον-
τες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον
ποιεῖ τὸ περὶ τὴν τοῦ μέσου χώραν, τὰ δ' ἄκρα
11a25
καὶ ἑκατέρωθεν. τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν
ὄντα.

          Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι μακρὰν τὴν
11b1
ἀπόστασιν, ἐπεὶ μιμεῖσθαι γ' ἐθέλειν ἅπαντα.
καίτοι καθάπερ ἀντίθεσίν τινα ποιοῦσιν τῆς ἀο-
ρίστου δυάδος καὶ τοῦ ἑνός, ἐν ἧι καὶ τὸ ἄπειρον
καὶ τὸ ἄτακτον καὶ πᾶσα ὡς εἰπεῖν ἀμορφία καθ'
11b5
αὑτήν, ὅλως οὐχ οἷόν τε ἄνευ ταύτης τὴν τοῦ ὅλου
φύσιν, ἀλλ' οἷον ἰσομοιρεῖν ἢ καὶ ὑπερέχειν τῆς
ἑτέρας· ἧι καὶ τὰς ἀρχὰς ἐναντίας. διὸ καὶ οὐδὲ
τὸν θεόν, ὅσοι τῶι θεῶι τὴν αἰτίαν ἀνάπτουσιν, δύ-
νασθαι πάντ' εἰς τὸ ἄριστον ἄγειν, ἀλλ' εἴπερ, ἐφ'
11b10
ὅσον ἐνδέχεται, τάχα δ' οὐδ' ἂν προέλοιτ', εἴπερ
ἀναιρεῖσθαι συμβήσεται τὴν ὅλην οὐσίαν ἐξ ἐναν-
τίων γε καὶ ‹ἐν› ἐναντίοις οὖσαν.

          Φαίνεται δὲ
καὶ ἐν τοῖς πρώτοις ἐπιθεωρούμενα πολλὰ καὶ ὡς
ἔτυχεν, οἷον τὰ περὶ τὰς τῆς γῆς λεχθέντα μετα-
11b15
βολάς· οὔτε γὰρ τὸ βέλτιον οὔτε τὸ τινὸς χάριν,
ἀλλ' εἴπερ, ἀνάγκηι τινὶ κατακολουθεῖν· πολλὰ δὲ
καὶ ἐν τῶι ἀέρι τοιαῦτα καὶ ἐν ἄλλοις.

          Μάλιστα δ' ἂν
δόξειεν ἔχειν τήν γε τάξιν τῶν μὲν αἰσθητῶν
τὰ οὐράνια, τῶν δ' ἄλλων, εἰ μὴ ἄρα καὶ πρότερα
11b20
τούτων, τὰ μαθηματικὰ· εἰ γὰρ καὶ μὴ πᾶν ἀλλ'
ἐν τούτοις πλέον τὸ τεταγμένον. πλὴν εἴ τις τοι-
αύτας λαμβάνοι τὰς μορφὰς οἵας Δημόκριτος ὑπο-
τίθεται τῶν ἀτόμων.

          Ἀλλά δὴ τούτων μὲν περὶ σκεπτέον· ὃ δ' ἐξ
11b25
ἀρχῆς ἐλέχθη, πειρατέον τινὰ λαμβάνειν ὅρον καὶ
ἐν τῆι φύσει καὶ ἐν τῆι τοῦ σύμπαντος οὐσίαι καὶ
τοῦ ἕνεκά του καὶ τῆς εἰς τὸ βέλτιον ὁρμῆς. αὕτη
12a1
γὰρ ἀρχὴ τῆς τοῦ σύμπαντος θεωρίας, ἐν τίσιν
τὰ ὄντα καὶ πῶς ἔχει πρὸς ἄλληλα.

 
 
 
 
<<< auctoris paginam