<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ὀ ψ ι μ α θ ί α ς   κ ζ ’

________________________________________
 
 
 
(1) Ἡ δὲ ὀψιμαθία φιλοπονία δόξειεν ἂν εἶναι ὑπὲρ τὴν ἡλικίαν, ὁ δὲ ὀψιμαθὴς τοιοῦτός τις, 

(2) οἷος ῥήσεις μανθάνειν ἑξήκοντα ἔτη γεγονὼς καὶ ταύτας λέγων παρὰ πότον ἐπιλανθάνεσθαι. 

(3) καὶ παρὰ τοῦ υἱοῦ μανθάνειν τὸ ἐπὶ δόρυ καὶ ἐπὶ ἀσπίδα καὶ ἐπ' οὐράν. 

(4) καὶ εἰς ἡρῶια συμβάλλεσθαι τοῖς μειρακίοις λαμπάδα τρέχειν. 

(5) ἀμέλει δὲ κἄν που κληθῆι εἰς Ἡράκλειον, ῥίψας τὸ ἱμάτιον τὸν βοῦν αἴρεσθαι, ἵνα τραχηλίσηι. 

(6) καὶ προσανατρίβεσθαι εἰσιὼν εἰς τὰς παλαίστρας. 

(7) καὶ ἐν τοῖς θαύμασι τρία ἢ τέτταρα πληρώματα ὑπομένειν τὰ ἄισματα ἐκμανθάνων. 

(8) καὶ τελούμενος τῶι Σαβαζίωι σπεῦσαι, ὅπως καλλιστεύσηι παρὰ τῶι ἱερεῖ. 

(9) καὶ ἐρῶν ἑταίρας καὶ κριοὺς προσβάλλων ταῖς θύ‹ραις› πληγὰς εἰληφὼς ὑπ' ἀντεραστοῦ δικάζεσθαι.

(10) καὶ εἰς ἀγρὸν ἐφ' ἵππου ἀλλοτρίου κατοχούμενος ἅμα μελετᾶν ἱππάζεσθαι καὶ πεσὼν τὴν κεφαλὴν κατεαγέναι. 

(11) καὶ ἐν δεκαδισταῖς συνάγειν τοὺς μετ' αὐτοῦ συναύξοντας. 

(12) καὶ μακρὸν ἀνδριάντα παίζειν πρὸς τὸν ἑαυτοῦ ἀκόλουθον. 

(13) καὶ διατοξεύεσθαι καὶ διακοντίζεσθαι τῶι τῶν παιδίων παιδαγωγῶι καὶ ἅμα μανθάνειν παρ' αὑτοῦ ‹παραινεῖν›, ὡς ἂν καὶ ἐκείνου μὴ ἐπισταμένου. 

(14) καὶ παλαίων δ' ἐν τῶι βαλανείωι πυκνὰ τὴν ἕδραν στρέφειν, ὅπως πεπαιδεῦσθαι δοκῆι. 

(15) καὶ ὅταν ὦσι‹ν ἐγγὺς› γυναῖκ‹ες›, μελετᾶν ὀρχεῖσθαι αὐτὸς αὑτῶι τερετίζων. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>