<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ὑ π ε ρ η φ α ν ί α ς   κ δ ’

________________________________________
 
 
 
(1) Ἔστι δὲ ἡ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν ἄλλων, ὁ δὲ ὑπερήφανος τοιόσδε τις, 

(2) οἷος τῶι σπεύδοντι ἀπὸ δείπνου ἐντεύξεσθαι φάσκειν ἐν τῶι περιπατεῖν. 

(3) καὶ εὖ ποιήσας μεμνῆσθαι φάσκειν. 

(4) καὶ βαδίζων [ἐν ταῖς ὁδοῖς] τὰς διαίτας κρίνειν [ἐν] τοῖς ἐπιτρέψασι. 

(5) καὶ χειροτονούμενος ἐξόμνυσθαι τὰς ἀρχάς, οὐ φάσκων σχολάζειν. 

(6) καὶ προσελθεῖν πρότερος οὐδενὶ θελῆσαι. 

(7) καὶ τοὺς πωλοῦντάς τι ἢ μεμισθωμένους δεινὸς κελεῦσαι ἥκειν πρὸς αὑτὸν ἅμ' ἡμέραι. 

(8) καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι, κάτω κεκυφώς, ὅταν δὲ αὐτῶι δόξηι, ἄνω πάλιν. 

(9) καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφ' αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι. 

(10) καὶ προαποστέλλειν δὲ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται. 

(11) καὶ οὔτε ἐπ' ἀλειφόμενον αὑτὸν οὔτε λουόμενον οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν. 

(12) ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα τῶι παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν καὶ κεφάλαιον ποιήσαντι γράψαι αὐτῶι εἰς λόγον. 

(13) καὶ ἐπιστέλλων μὴ γράφειν, ὅτι Χαρίζοιο ἄν μοι, ἀλλ' ὅτι Βούλομαι γενέσθαι, καὶ Ἀπέσταλκα πρὸς σὲ ληψόμενος, καὶ Ὅπως ἄλλως μὴ ἔσται, καὶ Τὴν ταχίστην.

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>