|
|
- Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς
Ἀ ν ε λ ε υ θ ε ρ ί α ς κ β ’
- ________________________________________
- (1) Ἡ δὲ ἀνελευθερία ἐστὶν ἀπουσία τις φιλοτιμίας δαπάνην ἐχούσης, ὁ δὲ ἀνελεύθερος τοιοῦτός τις,
- (2) οἷος νικήσας τραγωιδοῖς ταινίαν ἀναθεῖναι ξυλίνην τῶι Διονύσωι ἐπιγράψας μόνον αὐτοῦ τὸ ὄνομα.
- (3) καὶ ἐπιδόσεων γινομένων ἐκ τοῦ δήμου, ἀναστὰς σιωπῆι ἐκ τοῦ μέσου ἀπελθεῖν.
- (4) καὶ ἐκδιδοὺς αὑτοῦ θυγατέρα τοῦ μὲν ἱερείου πλὴν τῶν ἱερέων τὰ κρέα ἀποδόσθαι, τοὺς δὲ διακονοῦντας ἐν τοῖς γάμοις οἰκοσίτους μισθώσασθαι.
- (5) καὶ τριηραρχῶν τὰ τοῦ κυβερνήτου στρώματα αὑτῶι ἐπὶ τοῦ καταστρώματος ὑποστορέννυσθαι, τὰ δὲ αὑτοῦ ἀποτιθέναι.
- (6) καὶ τὰ παιδία δὲ δεινὸς μὴ πέμψαι εἰς διδασκάλου, ὅταν ἦι [τοῦ ἀποτιθέναι καὶ τὰ παιδία] Μουσεῖα, ἀλλὰ φῆσαι κακῶς ἔχειν, ἵνα μὴ συμβάλωνται.
- (7) καὶ ἐξ ἀγορᾶς δὲ ὀψωνήσας τὰ κρέα αὐτὸς φέρειν καὶ τὰ λάχανα ἐν τῶι προκολπίωι.
- (8) καὶ ἔνδον μένειν, ὅταν ἐκδῶι θοἰμάτιον ἐκπλῦναι.
- (9) καὶ φίλου ἔρανον συλλέγοντος καὶ διειλεγμένου αὐτῶι, προσιόντα προϊδόμενος ἀποκάμψας ἐκ τῆς ὁδοῦ τὴν κύκλωι οἴκαδε πορευθῆναι.
- (10) καὶ τῆι γυναικὶ δὲ τῆι ἑαυτοῦ προῖκα <πολλὴν> εἰσενεγκαμένηι μὴ πρίασθαι θεράπαιναν, ἀλλὰ μισθοῦσθαι εἰς τὰς ἐξόδους ἐκ τῆς γυναικείας παιδίον τὸ συνακολουθῆσον.
- (11) καὶ τὰ ὑποδήματα παλιμπήξει κεκαττυμένα φορεῖν καὶ λέγειν, ὅτι Κέρατος οὐδὲν διαφέρει.
- (12) καὶ ἀναστὰς τὴν οἰκίαν καλλῦναι καὶ τὰς κλίνας ἐκκορίσαι.
- (13) καὶ καθεζόμενος παραστρέψαι τὸν τρίβωνα, ὃν αὐτὸν φορεῖ.
|
|