|
|
- Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς
Ἀ η δ ί α ς κ ’
- ________________________________________
- (1) Ἔστι δὲ ἡ ἀηδία, ὡς ὅρωι περιλαβεῖν, ἔντευξις λύπης ποιητικὴ ἄνευ βλάβης, ὁ δὲ ἀηδὴς τοιοῦτός τις,
- (2) οἷος ἐγείρειν ἄρτι καθεύδοντα εἰσελθών, ἵνα αὐτῶι λαλῆι.
- (3) καὶ ἀνάγεσθαι δὴ μέλλοντας κωλύειν.
- (4) καὶ προσελθόντων δεῖσθαι ἐπισχεῖν, ἕως ἂν περιπατήσηι.
- (5) καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος, μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ πανουργημάτιον τοῦ πάππου καλῶν.
- (6) καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῶι μελαντέρα <εἴη> ἡ χολή.
- (7) καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων· Εἴπ', ὦ μάμμη, ὅτ' ὤδινες καὶ ἔτικτές με, τίς ἡμέρα;
- (8) καὶ ὑπὲρ αὑτοῦ δὲ λέγειν, ὡς ἡδύς ἐστι καὶ <ἀηδής>, ἀμφότερα δὲ οὐκ ἔχοντα οὐ ῥάιδιον ἄνθρωπον λαβεῖν, (9) καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρ' αὐτῶι λακκαῖον, καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλὰ [ὥστε εἶναι ψυχρὸν] καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων, καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι - μεστὴ γὰρ ἀεί - καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον· εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι.
- (10) καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ ποῖός τίς ἐστι τῶι συνδειπνοῦντι· καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, ὁ παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπ' αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.
|
|