<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ ν α ι σ χ υ ν τ ί α ς   θ ’

________________________________________
 
 
 
(1) Ἡ δὲ ἀναισχυντία ἐστὶ μέν, ὡς ὅρωι λαβεῖν, καταφρόνησις δόξης αἰσχροῦ ἕνεκα κέρδους, ὁ δὲ ἀναίσχυντος τοιοῦτος, 

(2) οἷος πρῶτον μὲν ὃν ἀποστερεῖ πρὸς τοῦτον ἀπελθὼν δανείζεσθαι, εἶτα . . .

(3) ‹καὶ› θύσας τοῖς θεοῖς αὐτὸς μὲν δειπνεῖν παρ' ἑτέρωι, τὰ δὲ κρέα ἀποτιθέναι ἁλσὶ πάσας, καὶ προσκαλεσάμενος τὸν ἀκόλουθον δοῦναι ἀπὸ τῆς τραπέζης ἄρας κρέας καὶ ἄρτον καὶ εἰπεῖν ἀκουόντων πάντων· Εὐωχοῦ, Τίβειε. 

(4) καὶ ὀψωνῶν δὲ ὑπομιμνήσκειν τὸν κρεωπώλην, εἴ τι χρήσιμος αὐτῶι γέγονε, καὶ ἑστηκὼς πρὸς τῶι σταθμῶι μάλιστα μὲν κρέας, εἰ δὲ μή, ὀστοῦν εἰς τὸν ζωμὸν ἐμβαλεῖν, καὶ ἐὰν μὲν λάβηι, εὖ ἔχει, εἰ δὲ μή, ἁρπάσας ἀπὸ τῆς τραπέζης χολίκιον ἅμα γελῶν ἀπαλλάττεσθαι. 

(5) καὶ ξένοις δὲ αὑτοῦ θέαν ἀγοράσας μὴ δοὺς τὸ μέρος θεωρεῖν, ἄγειν δὲ καὶ τοὺς ‹υἱεῖς› εἰς τὴν ὑστεραίαν καὶ τὸν παιδαγωγόν. 

(6) καὶ ὅσα ἐωνημένος ἄξιά τις φέρει, μεταδοῦναι κελεῦσαι καὶ αὑτῶι. 

(7) καὶ ἐπὶ τὴν ἀλλοτρίαν οἰκίαν ἐλθὼν δανείζεσθαι κριθάς, ποτὲ ‹δὲ› ἄχυρα, καὶ ταῦτα ‹τοὺς› χρήσαντας ἀναγκάσαι ἀποφέρειν πρὸς αὑτούς.

(8) δεινὸς δὲ καὶ πρὸς τὰ χαλκεῖα τὰ ἐν τῶι βαλανείωι προσελθὼν καὶ βάψας ἀρύταιναν βοῶντος τοῦ βαλανέως αὐτὸς αὑτοῦ καταχέασθαι καὶ εἰπεῖν, ὅτι λέλουται, ἀπιὼν ‹δὲ›· Κακίζεις; οὐδεμία σοι χάρις. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>