Platon
427 - 347 a. Chr. n.
Θεάγης
ἤ περὶ φιλοσοφίας, μαιευτικός
Textus:Platonis opera, vol. 1, ed. John BurnetOxford: Oxford University Press. 1903Versio digitalis: Bogdan-Ionut Mercin
|
|
________________________________________________________
|
|
Δημοδοκος · Σωκρατης · Θεαγης_________
| |
[121a] | Δημόδοκοςὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν.Σωκράτηςἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ. ἀλλ᾽ εἴ τι βούλει λέγειν, ἔξεστιν.Δημόδοκοςβούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;Σωκράτηςεἰ σοὶ δοκεῖ. [121b]Δημόδοκοςἴωμεν δή. ὦ Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῶια τά τε ἄλλα καὶ ἅνθρωπος. καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾶιστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῶι, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος [121c] γίγνεται. οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα. καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥάιστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβωι περὶ αὐτοῦ δεδιότι. τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτωι πάνυ με φοβεῖ – ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ – ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς [121d] φησι, σοφὸς γενέσθαι. δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει. ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον [122a] μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει. τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῶι, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τωι διαφθαρῆι. νῦν οὖν ἥκω ἐπ᾽ αὐτὰ ταῦτα, ἵνα τωι τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. σὺ οὖν ἡμῖν εἰς καλὸν παρεφάνης, ὧι ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. ἀλλ᾽ εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε [122b] καὶ χρή.Σωκράτηςἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι. εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύηι· οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ [122c] μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμβουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι.Δημόδοκοςἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω.Σωκράτηςκαὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε· σμικρὸν γάρ τι μετατίθεμαι. ἐννοῶ γὰρ μὴ καὶ ὁ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα [122d] ἐπιθυμεῖν ἀλλ᾽ ἑτέρου, εἶτ᾽ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι. ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπ᾽ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ.Δημόδοκοςκινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.Σωκράτηςεἰπὲ δή μοι, τί καλὸν ὄνομα τῶι νεανίσκωι; τί αὐτὸν προσαγορεύωμεν;ΔημόδοκοςΘεάγης ὄνομα τούτωι, ὦ Σώκρατες.Σωκράτηςκαλόν γε, ὦ Δημόδοκε, τῶι ὑεῖ τὸ ὄνομα ἔθου καὶ [122e] ἱεροπρεπές. εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φὴις σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;Θεάγηςναί.Σωκράτηςσοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή;Θεάγηςτοὺς ἐπιστήμονας ἔγωγε.Σωκράτηςτί οὖν; οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν;Θεάγηςἐμέ γε. [123a]Σωκράτηςἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;Θεάγηςἔγωγε.Σωκράτηςτίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.Θεάγηςοἶδεν καὶ οὗτος, ὦ Σώκρατες – ἐπεὶ πολλάκις ἐγὼ αὐτῶι εἴρηκα – ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.Σωκράτηςἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα [123b] ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ἧι οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· «ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφηι τῶι πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρ᾽ ὧν ἂν σὺ σοφὸς γένοιο;» τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;Θεάγηςναί. [123c]Σωκράτηςεἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ἧι τὰ ἅρματα κυβερνῶσιν εἶτ᾽ ἐμέμφου τῶι πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρ᾽ οὐχὶ ἡνιοχικήν;Θεάγηςναί.Σωκράτηςἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;Θεάγηςοἶμαι ἔγωγε ἔχειν.Σωκράτηςπότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;Θεάγηςκαὶ τὸ ὄνομα ἔγωγε.Σωκράτηςτί οὖν ἔστιν; εἰπέ. [123d]Θεάγηςτί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῆι ὄνομά τις φαίη ἂν εἶναι ἀλλ᾽ ἢ σοφίαν;Σωκράτηςοὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;Θεάγηςοὐκ ἔμοιγε.Σωκράτηςἀλλὰ σοφία;Θεάγηςναί.Σωκράτηςἧι τί χρώμεθα; οὐχ ἧι ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;Θεάγηςναί.Σωκράτηςοὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;Θεάγηςἔμοιγε δοκεῖ.Σωκράτηςἆρ᾽ οὐχ αὕτη ἧι πλοίων ἐπιστάμεθα ἄρχειν;Θεάγηςαὕτη μὲν οὖν.Σωκράτηςἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ἧι τίνος [123e] ἐπιστάμεθα ἄρχειν;Θεάγηςἐμοὶ μὲν δοκεῖ, ἧι τῶν ἀνθρώπων.Σωκράτηςμῶν ἧι τῶν καμνόντων;Θεάγηςοὐ δῆτα.Σωκράτηςἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;Θεάγηςναί.Σωκράτηςἀλλ᾽ ἧι τῶν ἀιδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;Θεάγηςοὔ.Σωκράτηςμουσικὴ γὰρ αὕτη γε;Θεάγηςπάνυ γε.Σωκράτηςἀλλ᾽ ἧι τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;Θεάγηςοὔ.Σωκράτηςγυμναστικὴ γὰρ αὕτη γε;Θεάγηςναί.Σωκράτηςἀλλ᾽ ἧι τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν. [124a]Θεάγηςἧι τῶν ἐν τῆι πόλει, ἔμοιγε δοκεῖ.Σωκράτηςοὐκοῦν ἐν τῆι πόλει εἰσὶν καὶ οἱ κάμνοντες;Θεάγηςναί, ἀλλ᾽ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῆι πόλει.Σωκράτηςἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ἧι τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ἧι τούτων ἄρχομεν. ἦ γάρ;Θεάγηςναί. [124b]Σωκράτηςοὐδέ γε οἶμαι ἧι τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;Θεάγηςναί.Σωκράτηςἀλλ᾽ ἴσως ἧι τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.Θεάγηςταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν. [124c]Σωκράτηςἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;Θεάγηςοὔκ, ἀλλὰ τούτων.Σωκράτηςτί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίαι οὐ τῶν αὐτῶν τούτων ἦρχεν;Θεάγηςναί.ΣωκράτηςΠερίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθωι ἤδη ἀκήκοας γενέσθαι;Θεάγηςἔγωγε.Σωκράτηςοὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῆι αὑτοῦ πόλει; [124d]Θεάγηςναί.Σωκράτηςτί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίαι; οὐ τῶν αὐτῶν ἡγῆι τούτων ἄρχειν;Θεάγηςἔγωγε.ΣωκράτηςἹππίαν δὲ τὸν Πεισιστράτου ἐν τῆιδε τῆι πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;Θεάγηςπῶς γὰρ οὔ;Σωκράτηςεἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;Θεάγηςτίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμωιδοί; [124e]Σωκράτηςὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;Θεάγηςοἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;Σωκράτηςοὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῆι πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;Θεάγηςφαίνεται.Σωκράτηςοὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φήις;Θεάγηςἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.Σωκράτηςὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι [125a] ἐμέμφου τῶι πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς διδασκάλου τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνηι πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῶι καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν – ὁρᾶις; – ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῆι βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος; [125b]Δημόδοκοςναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.Σωκράτηςἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.Δημόδοκοςπυνθάνου δή.Σωκράτηςτί οὖν ἂν εἰ Εὐριπίδηι τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν –σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίαι· [Soph. Frg. 14.1]εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· «ὦ Εὐριπίδη, τῶν τί [125c] σοφῶν συνουσίαι φὴις σοφοὺς εἶναι τοὺς τυράννους;» ὥσπερ ἂν εἰ εἰπόντα –σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίαι,ἠρόμεθα «τῶν τί σοφῶν;» τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρ᾽ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;Θεάγηςοὔκ, ἀλλὰ τοῦτο.Σωκράτηςτί δὲ εἰ εἶπε –σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίαι,εἰ ἠρόμεθα· «τῶν τί σοφῶν;» τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων;Θεάγηςναί.Σωκράτηςτί δ᾽ εἰ –σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίαιεἶπεν, εἰ ἠρόμεθα· «τῶν τί σοφῶν;» ἆρα οὐκ ἂν τῶν [125d] παλαίειν ἔφη;Θεάγηςναί.Σωκράτηςἐπειδὴ δὲ εἶπε –σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίαι,ἡμῶν ἐρωτώντων· «τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη;» τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;Θεάγηςἀλλὰ μὰ Δί᾽ οὐκ οἶδ᾽ ἔγωγε.Σωκράτηςἀλλὰ βούλει ἐγώ σοι εἴπω;Θεάγηςεἰ σὺ βούλει.Σωκράτηςταῦτ᾽ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ἆισμα;Θεάγηςἔγωγε.Σωκράτηςτί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς [125e] ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτηι τῆι Κυάνης καὶ «ἐπίσταται τυραννικά,» ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένηι καὶ τῆι πόλει;Θεάγηςπάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.Σωκράτηςτί δέ; οὐ ταύτης φὴις τῆς σοφίας ἐπιθυμεῖν ἧι πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;Θεάγηςεὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι, [126a] μάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων· καὶ σύ γ᾽ ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι – ἔτι δέ γε ἴσως μᾶλλον θεὸς γενέσθαι – ἀλλ᾽ οὐ τούτου ἔλεγον ἐπιθυμεῖν.Σωκράτηςἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς; οὐ τῶν πολιτῶν φὴις ἄρχειν ἐπιθυμεῖν;Θεάγηςοὐ βίαι γε οὐδ᾽ ὥσπερ οἱ τύραννοι ἀλλ᾽ ἑκόντων, ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῆι πόλει ἐλλόγιμοι ἄνδρες.Σωκράτηςἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν;Θεάγηςνὴ Δία τούτους λέγω.Σωκράτηςτί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς [126b] γενέσθαι; παρὰ τίνας ἂν ἀφικόμενος ὠιήθης δεινὸς ἔσεσθαι ἱππεύς; ἦ παρ᾽ ἄλλους τινὰς ἢ τοὺς ἱππικούς;Θεάγηςμὰ Δία οὐκ ἔγωγε.Σωκράτηςἀλλὰ παρ᾽ αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ ἀλλοτρίοις πολλοῖς.Θεάγηςδῆλον ὅτι.Σωκράτηςτί δὲ εἰ τὰ ἀκοντιστικὰ σοφὸς ἐβούλου γενέσθαι; οὐ παρὰ τοὺς ἀκοντιστικοὺς ὤιου ἂν ἐλθὼν σοφὸς ἔσεσθαι τούτους, οἷς ἔστιν τε ἀκόντια καὶ πολλοῖς καὶ ἀλλοτρίοις καὶ [126c] οἰκείοις ἑκάστοτε χρῶνται ἀκοντίοις;Θεάγηςἔμοιγε δοκεῖ.Σωκράτηςλέγε δή μοι· ἐπεὶ δὲ δὴ τὰ πολιτικὰ βούλει σοφὸς γενέσθαι, οἴει παρ᾽ ἄλλους τινὰς ἀφικόμενος σοφὸς ἔσεσθαι ἢ τοὺς πολιτικοὺς τούτους, τοὺς αὐτούς τε δεινοὺς ὄντας τὰ πολιτικὰ καὶ χρωμένους ἑκάστοτε τῆι τε αὑτῶν πόλει καὶ ἄλλαις πολλαῖς, καὶ Ἑλληνίσιν προσομιλοῦντας πόλεσιν καὶ βαρβάροις; ἢ δοκεῖς ἄλλοις τισὶν συγγενόμενος σοφὸς ἔσεσθαι ταῦτα ἅπερ οὗτοι, ἀλλ᾽ οὐκ αὐτοῖς τούτοις; [126d]Θεάγηςἀκήκοα γάρ, ὦ Σώκρατες, οὕς σέ φασιν λέγειν τοὺς λόγους, ὅτι τούτων τῶν πολιτικῶν ἀνδρῶν οἱ ὑεῖς οὐδὲν βελτίους εἰσὶν ἢ οἱ τῶν σκυτοτόμων· καί μοι δοκεῖς ἀληθέστατα λέγειν ἐξ ὧν ἐγὼ δύναμαι αἰσθέσθαι. ἀνόητος ἂν οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι οἷός τ᾽ ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων.Σωκράτηςτί οὖν ἄν, ὦ βέλτιστε ἀνδρῶν, χρήσαιο σαυτῶι, εἴ σοι ἐπειδὴ γένοιτο ὑὸς τοιαῦτα πράγματα παρέχοι, καὶ φαίη [126e] μὲν ἂν ἐπιθυμεῖν ἀγαθὸς γενέσθαι ζωγράφος, καὶ μέμφοιτο σοὶ τῶι πατρὶ ὅτι οὐκ ἐθέλεις ἀναλίσκειν εἰς αὐτὸν τούτων αὐτῶν ἕνεκα ἀργύριον, τοὺς δὲ δημιουργοὺς αὐτοῦ τούτου, τοὺς ζωγράφους, ἀτιμάζοι τε καὶ μὴ βούλοιτο παρ᾽ αὐτῶν μανθάνειν; ἢ τοὺς αὐλητάς, βουλόμενος αὐλητὴς γενέσθαι, ἢ τοὺς κιθαριστάς; ἔχοις ἂν αὐτῶι ὅτι χρῶιο καὶ ὅποι πέμποις ἄλλοσε μὴ ἐθέλοντα παρὰ τούτων μανθάνειν;Θεάγηςμὰ Δία οὐκ ἔγωγε. [127a]Σωκράτηςνῦν οὖν ταὐτὰ ταῦτα αὐτὸς πρὸς τὸν πατέρα ποιῶν θαυμάζεις, καὶ μέμφηι εἰ ἀπορεῖ ὅτι σοι χρήσηται καὶ ὅποι πέμποι; ἐπεὶ Ἀθηναίων γε τῶν καλῶν κἀγαθῶν τὰ πολιτικὰ ὅτωι ἂν βούληι συστήσομέν σε, ὅς σοι προῖκα συνέσται· καὶ ἅμα μὲν ἀργύριον οὐκ ἀναλώσεις, ἅμα δὲ πολὺ μᾶλλον εὐδοκιμήσεις παρὰ τοῖς πολλοῖς ἀνθρώποις ἢ ἄλλωι τωι συνών.Θεάγηςτί οὖν, ὦ Σώκρατες; οὐ καὶ σὺ τῶν καλῶν κἀγαθῶν εἰ ἀνδρῶν; εἰ γὰρ σύ μοι ἐθέλοις συνεῖναι, ἐξαρκεῖ καὶ οὐδένα ἄλλον ζητῶ. [127b]Σωκράτηςτί τοῦτο λέγεις, Θέαγες;Δημόδοκοςὦ Σώκρατες, οὐ μέντοι κακῶς λέγει, καὶ ἅμα μὲν ἐμοὶ χαριῆι· ὡς ἐγὼ οὐκ ἔσθ᾽ ὅτι τούτου μεῖζον ἂν ἕρμαιον ἡγησαίμην, ἢ εἰ οὗτός τε ἀρέσκοιτο τῆι σῆι συνουσίαι καὶ σὺ ἐθέλοις τούτωι συνεῖναι. καὶ μέντοι καὶ αἰσχύνομαι λέγειν ὡς σφόδρα βούλομαι. ἀλλ᾽ ἐγὼ ἀμφοτέρων ὑμῶν δέομαι, σέ τ᾽ ἐθέλειν τούτωι συνεῖναι καὶ σὲ μὴ ζητεῖν ἄλλωι μηδενὶ συγγενέσθαι ἢ Σωκράτει· καί με πολλῶν καὶ φοβερῶν ἀπαλλάξετε [127c] φροντίδων. ὡς νῦν πάνυ φοβοῦμαι ὑπὲρ τούτου μή τινι ἄλλωι ἐντύχηι οἵωι τοῦτον διαφθεῖραι.Θεάγηςμηκέτι νῦν, ὦ πάτερ, ὑπέρ γ᾽ ἐμοῦ φοβοῦ, εἴπερ οἷός τ᾽ εἶ πεῖσαι τοῦτον τὴν ἐμὴν συνουσίαν προσδέξασθαι.Δημόδοκοςπάνυ καλῶς λέγεις. ὦ Σώκρατες, πρὸς σὲ δ᾽ ἂν ἤδη εἴη ὁ μετὰ τοῦτο λόγος· ἐγὼ γάρ σοι ἕτοιμός εἰμι, ὡς διὰ βραχέων εἰπεῖν, καὶ ἐμὲ καὶ τὰ ἐμὰ ὡς οἷόν τε οἰκειότατα παρέχειν, ὅτου ἂν δέηι ἔμβραχυ, ἐὰν Θεάγη τουτονὶ [127d] ἀσπάζηι τε καὶ εὐεργετῆις ὅτι ἂν οἷός τε ἦις.Σωκράτηςὦ Δημόδοκε, τὸ μὲν ἐσπουδακέναι σε οὐ θαυμάζω, εἴπερ οἴει ὑπ᾽ ἐμοῦ μάλιστ᾽ ἄν σοι τοῦτον ὠφεληθῆναι – οὐ γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ ὑπὲρ ὑέος αὑτοῦ ὅπως ὡς βέλτιστος ἔσται – ὁπόθεν δὲ ἔδοξέ σοι τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν ὑὸν οἷός τ᾽ εἴην ὠφελῆσαι πρὸς τὸ πολίτην ἀγαθὸν γενέσθαι ἢ σὺ αὐτός, καὶ ὁπόθεν οὗτος ὠιήθη ἐμὲ μᾶλλον ἢ σὲ αὐτὸν ὠφελήσειν, τοῦτο [127e] πάνυ θαυμάζω. σὺ γὰρ πρῶτον μὲν πρεσβύτερος εἶ ἐμοῦ, ἔπειτα πολλὰς ἤδη ἀρχὰς καὶ τὰς μεγίστας Ἀθηναίοις ἦρξας, καὶ τιμᾶι ὑπὸ Ἀναγυρασίων τε τῶν δημοτῶν πολὺ μάλιστα καὶ ὑπὸ τῆς ἄλλης πόλεως οὐδενὸς ἧττον· ἐμοὶ δὲ τούτων οὐδὲν ἐνορᾶι οὐδέτερος ὑμῶν. ἔπειτα εἰ ἄρα τῆς μὲν τῶν πολιτικῶν ἀνδρῶν συνουσίας Θεάγης ὅδε καταφρονεῖ, ἄλλους δέ τινας ζητεῖ οἳ παιδεύειν ἐπαγγέλλονται οἷοί τε εἶναι νέους ἀνθρώπους, ἔστιν ἐνταῦθα καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας [128a] ὁ Λεοντῖνος καὶ πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοί, οἳ οὕτω σοφοί εἰσιν ὥστε εἰς τὰς πόλεις ἰόντες πείθουσι τῶν νέων τοὺς γενναιοτάτους τε καὶ πλουσιωτάτους – οἷς ἔξεστιν τῶν πολιτῶν ὧι ἂν βούλωνται προῖκα συνεῖναι – τούτους πείθουσιν ἀπολείποντας τὰς ἐκείνων συνουσίας αὐτοῖς συνεῖναι, προσκατατιθέντας ἀργύριον πάνυ πολὺ μισθόν, καὶ χάριν πρὸς τούτοις εἰδέναι. τούτων τινὰς εἰκὸς ἦν προαιρεῖσθαι καὶ τὸν ὑόν σου καὶ αὐτὸν σέ, ἐμὲ δ᾽ οὐκ [128b] εἰκός· οὐδὲν γὰρ τούτων ἐπίσταμαι τῶν μακαρίων τε καὶ καλῶν μαθημάτων – ἐπεὶ ἐβουλόμην ἄν – ἀλλὰ καὶ λέγω δήπου ἀεὶ ὅτι ἐγὼ τυγχάνω ὡς ἔπος εἰπεῖν οὐδὲν ἐπιστάμενος πλήν γε σμικροῦ τινος μαθήματος, τῶν ἐρωτικῶν. τοῦτο μέντοι τὸ μάθημα παρ᾽ ὁντινοῦν ποιοῦμαι δεινὸς εἶναι καὶ τῶν προγεγονότων ἀνθρώπων καὶ τῶν νῦν.Θεάγηςὁρᾶις, ὦ πάτερ; ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ τι ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν – ἐπεὶ τό γ᾽ ἐμὸν ἕτοιμον, [128c] ἐὰν οὗτος ἐθέληι – ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει. ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγωι πρεσβυτέρων οἳ πρὶν μὲν τούτωι συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ συνεγένοντο τούτωι, ἐν πάνυ ὀλίγωι χρόνωι πάντων βελτίους φαίνονται ὧν πρότερον χείρους.Σωκράτηςοἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου;Θεάγηςναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούληι, καὶ ἐγὼ οἷός τ᾽ ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι. [128d]Σωκράτηςοὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτ᾽ ἔστιν, ἐγὼ δέ σοι φράσω. ἔστι γάρ τι θείαι μοίραι παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον. ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε· καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀποτρέπει καὶ οὐκ ἐᾶι πράττειν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν [128e] γενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνακοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή, καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι «λέγοντός σου μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου· ἀλλὰ μὴ ἄσκει.» «ἴσως,» ἔφη, «σημαίνει σοι ὅτι οὐ νικήσω· ἐγὼ δὲ κἂν μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφεληθήσομαι.» ταῦτα εἰπὼν ἤσκει· ἄξιον οὖν πυθέσθαι αὐτοῦ [129a] ἃ αὐτῶι συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως. εἰ δὲ βούλεσθε, τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῶι Τίμαρχος ἡνίκα ἀποθανούμενος ἤιει †εὐθὺ τοῦ δαιμονίου†, ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπεδέξατο φεύγοντα· ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῶι ταυτί.Θεάγηςτί;Σωκράτης«ὦ Κλειτόμαχε,» ἔφη, «ἐγὼ μέντοι ἔρχομαι ἀποθανούμενος νυνί, διότι Σωκράτει οὐκ ἤθελον πείθεσθαι.» τί δὴ οὖν ποτε τοῦτο εἶπεν ὁ Τίμαρχος; ἐγὼ φράσω. ὅτε [129b] ἀνίστατο ἐκ τοῦ συμποσίου ὁ Τίμαρχος καὶ Φιλήμων ὁ Φιλημονίδου ἀποκτενοῦντες Νικίαν τὸν Ἡροσκαμάνδρου, ἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν, ὁ δὲ Τίμαρχος ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν, «τί λέγεις,» ἔφη, «ὦ Σώκρατες; ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι· ἥξω δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω.» καί μοι ἐγένετο ἡ φωνή, καὶ εἶπον πρὸς αὐτόν, «μηδαμῶς,» ἔφην, «ἀναστῆις· γέγονε γάρ μοι τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.» καὶ ὃς ἐπέσχε. [129c] καὶ διαλιπὼν χρόνον αὖθις ὡρμᾶτο ἰέναι, καὶ ἔφη· «εἶμι δή, Σώκρατες.» αὖθις ἐγένετο ἡ φωνή· αὖθις οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν. τὸ τρίτον, βουλόμενός με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα· καὶ οὕτως ὤιχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ἤιει ἀποθανούμενος. ὅθεν δὴ τοῦτο εἶπεν πρὸς τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἴοι ἀποθανούμενος διὰ τὸ ἐμοὶ ἀπιστῆσαι. ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίαι [129d] πολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆς διαφθορᾶς τοῦ στρατοπέδου. καὶ τὰ μὲν παρεληλυθότα τῶν εἰδότων ἔστιν ἀκοῦσαι· πεῖραν δ᾽ ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα τὶ λέγει. ἐπὶ γὰρ τῆι ἐπὶ στρατείαν ἐξορμῆι Σαννίωνος τοῦ καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλλου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας. ἐγὼ οὖν οἴομαι ἐκεῖνον ἢ ἀποθανεῖσθαι ἢ ὁμοῦ τι τούτωι γ᾽ ἐλᾶν, καὶ περί γε τῆς στρατιᾶς τῆς ἄλλης πάνυ φοβοῦμαι. [129e]ταῦτα δὴ πάντα εἴρηκά σοι, ὅτι ἡ δύναμις αὕτη τοῦ δαιμονίου τούτου καὶ εἰς τὰς συνουσίας τῶν μετ᾽ ἐμοῦ συνδιατριβόντων τὸ ἅπαν δύναται. πολλοῖς μὲν γὰρ ἐναντιοῦται, καὶ οὐκ ἔστι τούτοις ὠφεληθῆναι μετ᾽ ἐμοῦ διατρίβουσιν, ὥστε οὐχ οἷόν τέ μοι τούτοις συνδιατρίβειν· πολλοῖς δὲ συνεῖναι μὲν οὐ διακωλύει, ὠφελοῦνται δὲ οὐδὲν συνόντες. οἷς δ᾽ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις, οὗτοί εἰσιν ὧν καὶ σὺ ἤισθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν. καὶ τούτων αὖ τῶν ἐπιδιδόντων [130a] οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν ὠφελίαν· πολλοὶ δέ, ὅσον ἂν μετ᾽ ἐμοῦ χρόνον ὦσιν, θαυμάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν διαφέρουσιν ὁτουοῦν. τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου. διατρίβων γὰρ μετ᾽ ἐμοῦ πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγωι χρόνωι· ἔπειτα αὐτῶι στρατεία τις ἐγένετο καὶ ὤιχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετ᾽ ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θουκυδίδου. [130b] ὁ δὲ Θουκυδίδης τῆι προτεραίαι μοι δι᾽ ἀπεχθείας ἐν λόγοις τισὶν ἐγεγόνει· ἰδὼν οὖν με ὁ Ἀριστείδης, ἐπειδὴ ἠσπάσατό τε καὶ τἆλλα διελέχθη, «Θουκυδίδην δέ,» ἔφη, «ἀκούω, ὦ Σώκρατες, σεμνύνεσθαι ἄττα πρός σε καὶ χαλεπαίνειν ὡς τὶ ὄντα.» «ἔστι γάρ,» ἔφην ἐγώ, «οὕτως.» «τί δέ, οὐκ οἶδεν,» ἔφη, «πρὶν σοὶ συγγενέσθαι οἷον ἦν τὸ ἀνδράποδον;» «οὐκ ἔοικέν γε,» ἔφην ἐγώ, «νὴ τοὺς θεούς.» «ἀλλὰ μὴν καὶ αὐτός γε,» ἔφη, «καταγελάστως [130c] ἔχω, ὦ Σώκρατες.» «τί μάλιστα;» ἔφην ἐγώ. «ὅτι,» ἔφη, «πρὶν μὲν ἐκπλεῖν, ὁτωιοῦν ἀνθρώπωι οἷός τ᾽ ἦ διαλέγεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων, νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαιδευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῆι ἐμαυτοῦ φαυλότητι.» «πότερον δέ,» ἦν δ᾽ ἐγώ, «ἐξαίφνης σε προύλιπεν αὕτη ἡ δύναμις ἢ κατὰ σμικρόν;» «κατὰ σμικρόν,» ἦ δ᾽ ὅς. [130d] «ἡνίκα δέ σοι παρεγένετο,» ἦν δ᾽ ἐγώ, «πότερον μαθόντι παρ᾽ ἐμοῦ τι παρεγένετο ἤ τινι ἄλλωι τρόπωι;» «ἐγώ σοι ἐρῶ,» ἔφη, «ὦ Σώκρατες, ἄπιστον μὲν νὴ τοὺς θεούς, ἀληθὲς δέ. ἐγὼ γὰρ ἔμαθον μὲν παρά σου οὐδὲν πώποτε, ὡς αὐτὸς οἶσθα· ἐπεδίδουν δὲ ὁπότε σοι συνείην, κἂν εἰ ἐν τῆι αὐτῆι μόνον οἰκίαι εἴην, μὴ ἐν τῶι αὐτῶι δὲ οἰκήματι, μᾶλλον δὲ ὁπότε ἐν τῶι αὐτῶι οἰκήματι, καὶ ἔμοιγε ἐδόκουν πολὺ μᾶλλον ὁπότε ἐν τῶι αὐτῶι οἰκήματι ὢν λέγοντός σου βλέποιμι πρὸς [130e] σέ, μᾶλλον ἢ ὁπότε ἄλλοσε ὁρώιην, πολὺ δὲ μάλιστα καὶ πλεῖστον ἐπεδίδουν ὁπότε παρ᾽ αὐτόν σε καθοίμην ἐχόμενός σου καὶ ἁπτόμενος· νῦν δέ,» ἦ δ᾽ ὅς, «πᾶσα ἐκείνη ἡ ἕξις ἐξερρύηκε.»ἔστιν οὖν, ὦ Θέαγες, τοιαύτη ἡ ἡμετέρα συνουσία· ἐὰν μὲν τῶι θεῶι φίλον ἦι, πάνυ πολὺ ἐπιδώσεις καὶ ταχύ, εἰ δὲ μή, οὔ. ὅρα οὖν μή σοι ἀσφαλέστερον ἦι παρ᾽ ἐκείνων τινὶ παιδεύεσθαι οἳ ἐγκρατεῖς αὐτοί εἰσιν τῆς ὠφελίας ἣν ὠφελοῦσιν τοὺς ἀνθρώπους μᾶλλον ἢ παρ᾽ ἐμοῦ ὅτι ἂν τύχηι τοῦτο πρᾶξαι. [131a]Θεάγηςἐμοὶ μὲν τοίνυν δοκεῖ, ὦ Σώκρατες, ἡμᾶς οὑτωσὶ ποιῆσαι, ἀποπειραθῆναι τοῦ δαιμονίου τούτου συνόντας ἀλλήλοις. καὶ ἐὰν μὲν παρείκηι ἡμῖν, ταῦτα βέλτιστα· εἰ δὲ μή, τότε ἤδη παραχρῆμα βουλευσόμεθα ὅτι δράσομεν, εἴτε ἄλλωι συνεσόμεθα, εἴτε καὶ αὐτὸ τὸ θεῖον τὸ σοὶ γιγνόμενον πειρασόμεθα παραμυθεῖσθαι εὐχαῖσί τε καὶ θυσίαις καὶ ἄλλωι ὅτωι ἂν οἱ μάντεις ἐξηγῶνται.Δημόδοκοςμηκέτι πρὸς ταῦτα ἀντείπηις, ὦ Σώκρατες, τῶι μειρακίωι· εὖ γὰρ λέγει Θεάγης.Σωκράτηςἀλλ᾽ εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν, οὕτω ποιῶμεν. |