BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Ἡ Σοῦδα

περὶ Παλαίφατου

 

Fons: Suda online

 

___________________________________________________

 

 

 

Π 69

Παλαίφατος, Ἀθήνησιν ἐποποιός, υἱὸς Ἀκταίου καὶ Βοιοῦς, οἱ δὲ Ἰοκλέους φασὶ καὶ Μετανείρας: οἱ δὲ Ἑρμοῦ. γέγονε δὲ κατὰ μέν τινας μετὰ Φημονόην, κατὰ δὲ ἄλλους καὶ πρὸ αὐτῆς. ἔγραψε δὲ Κοσμοποιί̈αν εἰς ἔπη ͵εʹ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος γονάς, ἔπη ͵γʹ, Ἀφροδίτης καὶ Ἔρωτος λόγους καὶ φωνὰς ἔπη ͵εʹ, Ἀθηνᾶς ἔριν καὶ Ποσειδῶνος ἔπη ͵αʹ, Λητοῦς πλόκαμον.

 

Π 70

Παλαίφατος, Πάριος ἢ Πριηνεύς, γεγονὼς κατὰ Ἀρταξέρξην. Ἀπίστων βιβλία εʹ: Τρωικῶν βιβλία εʹ: τινὲς δὲ ταῦτα εἰς τὸν Ἀθηναῖον ἀναφέρουσι: πλὴν καὶ οὗτος ἔγραψε.

 

Π 71

Παλαίφατος, Ἀβυδηνός, ἱστορικός. Κυπριακά, Ἀττικά, Δηλιακά, Ἀραβικά. γέγονε δὲ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος: παιδικὰ δὲ Ἀριστοτέλους τοῦ φιλοσόφου, ὡς Φίλων ἐν τῷ ε στοιχείῳ τοῦ περὶ παραδόξου ἱστορίας βιβλίον αʹ καὶ Θεόδωρος ὁ Ἰλιεὺς ἐν δευτέρῳ Τρωϊκῶν.

 

Π 72

Παλαίφατος, Αἰγύπτιος ἢ Ἀθηναῖος, γραμματικός. Αἰγυπτιακὴν θεολογίαν, Μυθικῶν βιβλίον αʹ, Λύσεις τῶν μυθικῶς εἰρημένων, Ὑποθέσεις εἰς Σιμωνίδην, Τρωϊκά: ἅ τινες εἰς τὸν Ἀθηναῖον, τινὲς δὲ εἰς τὸν Πάριον ἀνήνεγκαν. ἔγραψε καὶ ἱστορίαν ἰδίαν.