Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
49.Περὶ Λάδωνος διήγημα.
Ἔδοξε τῆι Γῆι Λάδωνι τῶι ποταμῶι πρὸς συνουσίαν ἐλθεῖν· καὶ ἐπεὶ συνῆλθον ἀλλήλοις, κύει μὲν ἡ Γῆ, τίκτεται δὲ ἡ Δάφνη. φιλεῖ δὲ ἐκείνην ὁ Πύθιος, καὶ ῥήματα ἦν ἐραστοῦ πρὸς τὴν κόρην. ἀλλ᾽ ἡ Δάφνη τὴν σωφροσύνην ἐφίλει. διώκειν οὖν ἔδει, καὶ ἐδιώκετο. πρὶν δὲ ἀπειπεῖν ἐν τῆι φυγῆι, παρακαλεῖ τὴν μητέρα αὑτῆς πάλιν αὐτὴν εἴσω ποιῆσαι καὶ τηρῆσαι οἵα γεγένηται. ἡ μὲν οὖν ὧδε ἐποίει καὶ τὴν Δάφνην εἶχεν ἐν ἑαυτῆι· κατὰ δὲ τὸ μέρος ἐκεῖνο εὐθὺς ἀνεπήδα φυτόν. καὶ παραπεσὼν αὐτῶι κατὰ τὴν ἀκμὴν τοῦ ἔρωτος ὁ θεὸς οὐκ εἶχεν ὅπως ἀποστῆι τοῦ φυτοῦ· ἀλλ᾽ αἵ τε χεῖρες ἀνελαμβάνοντο καὶ ἡ κεφαλὴ τὸ λοιπὸν ἐκοσμεῖτο. λέγεται δὲ καὶ ὁ τρίπους οὐκ ἄνευ τῆς δάφνης ἱδρῦσθαι κατὰ Βοιωτίαν ἐπὶ τοῦ χάσματος. |