Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
38.Περὶ Ὕδρας.
Λέγεται καὶ περὶ τῆς ὕδρας τῆς Λερναίας ὅτι ὄφις ἦν ἔχων πεντήκοντα κεφαλάς, σῶμα δὲ ἕν, καὶ ἐπειδὴ αὐτῆς ἀφέλοιτο μίαν Ἡρακλῆς κεφαλήν, δύο ἀνεφύοντο. καὶ ὁ καρκίνος δὲ ἦλθε βοηθῶν τῆι ὕδραι· καὶ τότε δὴ ὁ Ἰόλαος ἀμύνει τῶι Ἡρακλεῖ, ἐπειδὴ καὶ τῆι ὕδραι ἤμυνεν ὁ καρκίνος. τούτων δὲ εἴ τις πείθεταί τι γενέσθαι, μάταιός ἐστιν· γελοία γὰρ καὶ ἡ ὄψις· καὶ πῶς, ὁπότε ἀφέλοιτο μίαν κεφαλήν, ὑπὸ τῶν λοιπῶν οὐ κατησθίετο καὶ ἤλγει;Ἦν οὖν τοιοῦτον. Λέρνος ἦν βασιλεύς του χωρίου, ἔσχε δὲ ἀπ᾽ ἐκείνου τὸ ὄνομα καὶ τὸ χωρίον. ὤικουν δὲ πάντες οἱ ἄνθρωποι τότε κατὰ κώμας, καὶ τοῦτο τὸ χωρίον Ἀργεῖοι νῦν ἔχουσιν. ἦσαν δὲ πόλεις τότε Ἄργος, Μυκήνη, Τυρήνη, Λέρνη, καὶ βασιλεὺς ἐφ᾽ ἐκάστωι ἐτέτακτο τῶν χωρίων τούτων. οἱ μὲν οὖν ἄλλοι βασιλεῖς Εὐρυσθεῖ τοῦ Σθενέλου τοῦ Περσέως ὑπετάττοντο· εἶχε γὰρ τὸ μέγιστον καὶ πολυανδρότατον, τὰς Μυκήνας· ὁ δὲ Λέρνος οὐκ ἤθελεν αὐτῶι ὑποτετάχθαι. ἐπολέμουν οὖν αὐτῶι διὰ τοῦτο. ἦν δὲ τῶι Λέρνωιἐν τῆι εἰσβολῆι τῆς χώρας πολίχνιόν τι καρτερόν, καὶ ἐφρούρουν αὐτὸ πεντήκοντα τοξόται ἀνδρεῖοι, οἳ ἐπήιεσαν ἐπὶ τῶι πύργωι ἀδιαλείπτως νύκτα καὶ ἡμέραν. ὄνομα δὲ ἦν τῶι πολιχνίωι Ὕδρα. πέμπει οὖν Εὐρυσθεὺς Ἡρακλέα ἐκπορθήσοντα τὸ πολίχνιον. οἱ δὲ περὶ Ἡρακλέα ἐπυρπόλουν τοὺς ἐπὶ τῶι πύργωι τοξότας· ὁπότε δέ τις πληγεὶς πέσοι, δύο ἀνέβαινον τοξόται ἀνθ᾽ ἑνός, ἐπεὶ ἀνδρεῖος ἦν ὁ προανηιρημένος. ἐπεὶ δὲ συνείχετο ὁ Λέρνος ὑπὸ τοῦ Ἡρακλέους τῶι πολέμωι, μισθοῦται ἐπικούρους Κᾶρας. ἦλθε δὲ αὐτῶι ἄγων τὴν στρατιὰν Καρκίνος ὀνόματι ἀνὴρ μέγας καὶ πολεμικός. καὶ σὺν τούτωι ἀντεῖχον πρὸς τὸν Ἡρακλέα. εἶτα βοηθεῖ Ἰόλαος ὁ Ἰφικλέους ἀδελφιδοῦς ὢν τῶι Ἡρακλεῖ ἔχων στρατιὰν ἀπὸ Θηβῶν καὶ τὸν [πεφυκότα] πύργον πρὸς τῆι Ὕδραι προσελθὼν ἐνέπρησε, καὶ σὺν ταύτηι τῆι δυνάμει ἐκ πορθεῖ αὐτοὺς ὁ Ἡρακλῆς, καὶ τὴν Ὕδραν ἀναιρεῖ καὶ τὴν στρατιὰν ἀπόλλυσιν. οὗ γενομένου γράφουσι τὴν ὕδραν ὄφιν καὶ τὸν μῦθον προσαναπλάττουσιν. |