Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
34.Περὶ Πανδώρας.
Ὁ περὶ Πανδώρας οὐκ ἀνεκτὸς λόγος, ὡς ἐκ γῆς ἀναπλασθεῖσαν ἀναδοῦναι αὐτὴν καὶ ἄλλοις τὸ πλάσμα.ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο· ἀλλὰ Πανδώρα γυνὴ ἐγένετο Ἕλλην μάλιστα πλουσία, καὶ ὅτε ἐξίοι, ἐκοσμεῖτο καὶ ἐχρίετο πολλῆι τῆι γῆι. πρώτη γὰρ αὕτη ἐξεῦρε χρίεσθαι πολλῆι τῆι γῆι τὸ χρῶμα ὡς καὶ νῦν πολλαί· ὀνομάζεται δὲ οὐδεμία διὰ τὸ πλεῖστον. καὶ τὸ μὲν ἔργον οὕτως ἔχει· ὁ δὲ λόγος ἐπὶ τὸ ἀμήχανον ἐτράπη. |