BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

32.

Περὶ Ἀμαζόνων.

 

 

Τάδε λέγω καὶ περὶ Ἀμαζόνων, ὅτι οὐ γυναῖκες ἦσαν αἱ στρατεύσασαι, ἀλλ᾽ ἄνδρες βάρβαροι, ἐφόρουν δὲ χιτῶνας ποδήρεις ὥσπερ αἱ Θρᾶισσαι καὶ τὴν κόμην ἀνεδοῦντο μίτραις, τοὺς δὲ πώγωνας ἐξυρῶντο ὡς καὶ νῦν οἱ Πατηριᾶται ‹καὶ› Παραξάνθιοι, καὶ διὰ τοῦτο ἐκαλοῦντο πρὸς τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ γένος μάχεσθαι ἀγαθοὶ ἦσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε εἰκὸς γενέσθαι, οὐδὲ γὰρ νῦν οὐδαμοῦ.