BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

27.

Περὶ Γλαύκου τοῦ θαλασσίου.

 

 

Λέγεται ὅτι καὶ οὗτος ὁ Γλαῦκος πόαν ποτὲ φαγὼν ἀθάνατος ἐγένετο καὶ νῦν ἐν τῆι θαλάσσηι οἰκεῖ. τὸ δὲ τῆι πόαι ταύτηι Γλαῦκον μόνον ἐντυχεῖν λίαν ἐστὶν εὔηθες, τό τε ἄνθρωπον ἐν θαλάσσηι ἢ ἄλλο τι τῶν χερσαίων ζῆν, ὁπότε οὔτε ποτάμιόν τι ἐν τῆι θαλάσσηι, οὔτε τὸ ἀνάπαλιν ἐν τῶι ποταμῶι τὰ θαλάσσια ζῆν δύναται. μάταιος οὖν ὁ λόγος.

Ἔχει δὲ τὸ ἀληθὲς οὕτως. Γλαῦκος ἦν ἀνὴρ ἁλιεὺς Ἀνθηδόνιος τὸ γένος· ἦν δὲ κολυμβητής, ἐν τούτωι διαφέρων τῶν ἄλλων. κολυμβῶν δὲ ἐν τῶι λιμένι, ὁρώντων αὐτὸν τῶν ἀπὸ τῆς πόλεως, καὶ διακολυμβήσας εἴς τινα τόπον καὶ μὴ ὀφθεὶς τοῖς οἰκείοις ἡμέρας ἱκανάς, διακολυμβήσας πάλιν, ὤφθη αὐτοῖς· πυνθανομένων δὲ «ποῦ διέτριψας τὰς τοσαύτας ἡμέρας;» ἔφη «ἐν τῆι θαλάσσηι.» καὶ συγκλείων εἰς ἔλυτρον ἰχθῦς, ὁπότε χειμὼν γένοιτο καὶ μηδεὶς τῶν ἄλλων ἁλιέων ἰχθῦς δύναιτο λαβεῖν, ἐπυνθάνετο τῶν πολιτῶν τίνας δὴ βούλοιντο τῶν ἰχθύων ἀποκομισθῆναι αὐτοῖς, καὶ κομίζων οὓς ἂν ἤθελον, Γλαῦκος θαλάσσιος ἐκλήθη, ὥσπερ νῦν εἴ τις ἐν ὄρει οἰκῶν καὶ ὢν ἀγαθὸς θηρευτὴς ὄρειος ἄνθρωπος καλοῖτο. οὕτω καὶ ὁ Γλαῦκος τὰ πλεῖστα ἐν θαλάσσηι διατρίβων Γλαῦκος θαλάσσιος ἐκλήθη. καὶ περιτυχὼν θηρίωι θαλασσίωι ἀπώλετο· μὴ ἐξελθόντα δὲ ἐκ τῆς θαλάσσης ἐμύθευσαν οἱ ἄνθρωποι ὡς ἐν θαλάσσηι οἰκοῦντα κἀκεῖ τοῦ λοιποῦ διάγοντα.