Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
18.Περὶ τῶν Ἑσπερίδων.
Λέγεται ὡς γυναῖκές τινες ἦσαν αἱ Ἑσπερίδες, ταύταις δὲ ἦν μῆλα χρυσᾶ ἐπὶ μηλέας, ἣν ἐφύλασσε δράκων, ἐφ᾽ ἃ μῆλα καὶ Ἡρακλῆς ἐστρατεύσατο.Ἔχει δὲ ἡ ἀλήθεια ὧδε. Ἕσπερος ἦν ἀνὴρ Μιλήσιος, ὃς ὤικει ἐν τῆι Καρίαι καὶ εἶχε θυγατέρας δύο αἳ ἐκαλοῦντο Ἑσπερίδες. τούτωι δὲ ἦσαν ὄϊς καλαὶ καὶ εὔκαρποι, τοῦτο τὸ γένος ὃ νῦν ἐστιν ἐν Μιλήτωι. ἐπὶ τούτωι δὴ ὠνομάζοντο χρυσαῖ· κάλλιστον γὰρ ὁ χρυσός, ἦσαν δὲ κἀκεῖναι κάλλισται. μῆλα δὲ ἐκαλεῖτο τὰ πρόβατα. ἅπερ ἰδὼν Ἡρακλῆς βοσκόμενα παρὰ τῆι θαλάσσηι, περιελάσας ἐνέθετο εἰς τὴν ναῦν, καὶ τὸν ποιμένα αὐτῶν ὀνόματι Δράκοντα *** ἤγαγεν εἰς οἶκον, οὐκέτι ζῶντος τοῦ Ἑσπέρου, ἀλλὰ τῶν παίδων αὐτοῦ. ἔλεγον δὴ οἱ ἄνθρωποι· «ἐθεασάμεθα χρυσᾶ μῆλα, ἃ ἤγαγεν ἐξ Ἑσπερίδων Ἡρακλῆς τὸν φύλακα ἀποκτείνας Δράκοντα.» ἔνθεν ὁ μῦθος. |