BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

16.

Περὶ τοῦ δουρείου ἵππου.

 

 

Φασὶν ὡς Ἀχαιοὶ οἱ ἐν ξυλίνωι κοίλωι ἵππωι ἀριστεῖς κατέβαλον τὴν Ἴλιον. ἔστι δὲ μυθώδης ἄγαν ὁ λόγος.

Ἡ δὲ ἀλήθεια αὕτη. ἵππον κατεσκεύασαν ξύλινον πρὸς μέτρον τῶν πυλῶν, ὅπως μὴ ἑλκόμενος εἰσέλθηι, ἀλλ᾽ ὑπερέχηι τῶι μεγέθει. οἱ δὲ λοχαγοὶ ἐκάθηντο ἐν κοίλωι χωρίωι παρὰ τὴν πόλιν, ὃς Ἀργείων λόχος ἐκαλεῖτο μέχρι τοῦ νῦν. αὐτόμολος δὲ ἐλθὼν παρὰ τῶν Ἀργείων Σίνων φράζει αὐτοῖς κατὰ μαντείαν ὡς, εἰ μὴ εἰσαγάγοιεν τὸν ἵππον εἰς τὴν πόλιν, ὑποστρεψόντων Ἀχαιῶν, ἂν δὲ εἰσαγάγωσι, μηκέθ᾽ ἡξόντων. οὑ ἐπακούσαντες οἱ Τρῶες καὶ καθελόντες τὸ τεῖχος, εἰσάγουσι τὸν ἵππον. εὐωχουμένοις δὲ αὐτοῖς ἐπιπίπτουσιν οἱ Ἔλληνες δι᾽ ἧς καθήιρητο τὸ τεῖχος, καὶ οὕτως ἑάλω ἡ Ἴλιος.