BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

8.

Περὶ Νιόβης.

 

 

Φασὶν ὡς Νιόβη γυνὴ ζῶσα λίθος ἐγένετο ἐπὶ τῶι τύμβωι τῶν παίδων· ὅστις δὲ πείθεται ἐξ ἀνθρώπου λίθον γενέσθαι ἢ ἐκ λίθου ἄνθρωπον, εὐήθης ἐστί.

Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Νιόβης ἀποθανόντων τῶν παίδων, ποιήσας τις εἰκόνα λιθίνην ἔστησεν ἐπὶ τῶι τύμβωι τῶν παίδων. ἔλεγον οὖν οἱ παριόντες· «Νιόβη λιθίνη ἕστηκεν ἐπὶ τῶι τύμβωι· ἐθεασάμεθα ἡμεῖς αὐτήν», ὥσπερ καὶ νῦν λέγεται «παρὰ τὸν χαλκοῦν Ἡρακλέα ἐκαθήμην» καὶ «παρὰ τὸν Πάριον Ἑρμῆν ὤν». τοιοῦτον ἦν κἀκεῖνο, ἀλλ᾽ οὐχὶ Νιόβη αὐτὴ λιθίνη ἐγένετο.