|
Ἀθανάτους μὲν πρῶτα θεούς, νόμωι ὡς διάκεινται,
τίμα καὶ σέβου ὅρκον. ἔπειθ' ἥρωας ἀγαυούς
τούς τε καταχθονίους σέβε δαίμονας ἔννομα ῥέζων
σούς τε γονεῖς τίμα τούς τ' ἄγχιστ' ἐγγεγαῶτας.
|
5 | τῶν δ' ἄλλων ἀρετῆι ποιεῦ φίλον ὅστις ἄριστος.
πραέσι δ' εἶκε λόγοισ' ἔργοισί τ' ἐπωφελίμοισι.
μηδ' ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς,
ὄφρα δύνῆι· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.
Ταῦτα μὲν οὕτως ἴσθι, κρατεῖν δ' εἰθίζεο τῶνδε·
|
10 | γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου λαγνείης τε
καὶ θυμοῦ. πρήξηις δ' αἰσχρόν ποτε μήτε μετ' ἄλλου
μήτ' ἰδίηι· πάντων δὲ μάλιστ' αἰσχύνεο σαυτόν.
εἶτα δικαιοσύνην ἀσκεῖν ἔργωι τε λόγωι τε,
μηδ' ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε,
|
15 | ἀλλὰ γνῶθι μέν, ὡς θανέειν πέπρωται ἅπασιν,
χρήματα δ' ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ' ὀλεσθαι.
ὅσσα δὲ δαιμονίαισι τύχαις βροτοὶ ἄλγε' ἔχουσιν,
ἣν ἂν μοῖραν ἔχηις, ταύτην φέρε μὴδ' ἀγανάκτει.
ἰᾶσθαι δὲ πρέπει καθ' ὅσον δύνηι, ὧδε δὲ φράζευ·
|
20 | οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ Μοῖρα δίδωσιν.
Πολλοὶ δ' ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοί
προσπίπτουσ', ὧν μήτ' ἐκπλήσσεο μήτ' ἄρ' ἐάσηις
εἴργεσθαι σαυτόν. ψεῦδος δ' ἤν πέρ τι λέγηται,
πράως εἶχ'. ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω·
|
25 | μηδεὶς μήτε λόγωι σε παρείπηι μήτε τι ἔργωι
πρῆξαι μηδ' εἰπεῖν, ὅ τί τοι μὴ βέλτερόν ἐστιν.
Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται·
δειλοῦ τοι πράσσειν τε λέγειν τ' ἀνόητα πρὸς ἀνδρός.
ἀλλὰ τάδ' ἐκτελέειν, ἅ σε μὴ μετέπειτ' ἀνιήσει.
|
30 | πρᾶσσε δὲ μηδὲ ἓν ὧν μὴ ἐπίστασαι, ἀλλὰ διδάσκευ
ὅσσα χρεών, καὶ τερπνότατον βίον ὧδε διάξεις.
οὐ δ' ὑγιείας τῆς περὶ σῶμ' ἀμέλειαν ἔχειν χρή,
ἀλλὰ ποτοῦ τε μέτρον καὶ σίτου γυμνασίων τε
ποιεῖσθαι. μέτρον δὲ λέγω τόδ', ὃ μή σ' ἀνιήσει.
|
35 | εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον ἄθρυπτον
καὶ πεφύλαξο τοιαῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει.
μὴ δαπανᾶν παρὰ καιρὸν ὁποῖα καλῶν ἀδαήμων
μηδ' ἀνελεύθερος ἴσθι. μέτρον δ' ἐπὶ πᾶσιν ἄριστον.
πρᾶσσε δὲ ταῦθ', ἅ σε μὴ βλάψει, λόγισαι δὲ πρὸ ἔργου.
|
40 | Μὴ δ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι,
πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν·
«πῆι παρέβην; τί δ' ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;»
ἀρξάμενος δ' ἀπὸ πρώτου ἐπέξιθι καὶ μετέπειτα
δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπευ.
|
45 | Ταῦτα πόνει, ταῦτ' ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε·
ταῦτά σε τῆς θείης Ἀρετῆς εἰς ἴχνια θήσει
ναὶ μὰ τὸν ἁμετέραι ψυχᾶι παραδόντα τετρακτύν,
παγὰν ἀενάου φύσεως. ἀλλ' ἔρχευ ἐπ' ἔργον
θεοῖσιν ἐπευξάμενος τελέσαι.
Τούτων δὲ κρατήσας
|
50 | γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τ' ἀνθρώπων
σύστασιν, ἧι τε ἕκαστα διέρχεται, ἧι τε κρατεῖται,
γνώσηι δ', ἣ θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην,
ὥστε σε μήτε ἄελπτ' ἐλπίζειν μήτε τι λήθειν.
γνώσηι δ' ἀνθρώπους αὐθαίρετα πήματ' ἔχοντας
|
55 | τλήμονας, οἵτ' ἀγαθῶν πέλας ὄντων οὔτ' ἐσορῶσιν
οὔτε κλύουσι, λύσιν δὲ κακῶν παῦροι συνιᾶσιν.
τοίη μοῖρ' αὐτῶν βλάπτει φρένας· ὡς δὲ κύλινδροι
ἄλλοτ' ἐπ' ἄλλα φέρονται ἀπείρονα πήματ' ἔχοντες.
λυγρὰ γὰρ συνοπαδὸς Ἔρις βλάπτουσα λέληθεν
|
60 | σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν.
Ζεῦ πάτερ, ἦ πολλῶν κε κακῶν λύσειας ἅπαντας,
εἰ πᾶσιν δείξαις, οἵωι τῶι δαίμονι χρῶνται.
ἀλλὰ σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν,
οἷς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.
|
65 | Ὧν εἴ σοί τι μέτεστι, κρατήσεις ὧν σε κελεύω
ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶνδε σαώσεις.
ἀλλ' εἴργου βρωτῶν ὧν εἴπομεν ἔν τε Καθαρμοῖς
ἔν τε Λύσει ψυχῆς, κρίνων καὶ φράζευ ἕκαστα
ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.
|
70 | ἢν δ' ἀπολείψας σῶμα ἐς αἰθέρ' ἐλεύθερον ἔλθηις,
ἔσσεαι ἀθάνατος, θεός ἄμβροτος, οὐκέτι θνητός.
|