Aristoteles
384 - 322 a. Chr. n.
Ἥμνος εἰς Ἑρμίαν
Textus:in: Aristotelis qui ferebantur librorum fragmenta, p. 423Ed.: Valentin RoseLeipzig: Teubner, 1886in: Poetae melici graeci, p. 444Edited by Denys Lionel PageOxford: Clarendon Press, 1962in: Die griechische Literatur in Text und DarstellungBand 3: Klassische Periode II, S. 18Hrsg.: Herwig GörgemannsStuttgart: Philipp Reclam jun. 1987
|
|
________________________________________________________
|
|
Editio Valentin Rose, 1886:
Ἀρετά, πολύμοχθε γένει βροτείωι,θήραμα κάλλιστον βίωι,σᾶς πέρι, παρθένε, μορφᾶςκαὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος | |
5 | καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·τοῖον ἐπὶ φρένα βάλλειςκαρπόν τ' ἀθάνατον χρυσοῦ τε κρείσσωκαὶ γονέων μαλακαυγήτοιό θ' ὕπνου·σεῦ δ' ἕνεχ' οὑ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι |
10 | πόλλ' ἀνέτλασαν ἐν ἔργοιςσὰν ἀγρεύοντες δύναμιν.σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ' Ἀίδαο δόμους ἦλθον·σᾶς δ' ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγάς·τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι |
15 | Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου.
Editio Denys Lionel Page, 1962:
Ἀρετὰ πολύμοχθε γένει βροτείωι,θήραμα κάλλιστον βίωι,σᾶς πέρι, παρθένε, μορφᾶςκαὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος |
5 | καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·τοῖον ἐπὶ φρένα βάλλειςκαρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσωκαὶ γονέων μαλακαυγήτοιό θ' ὕπνου.σεῦ δ' ἕνεκεν 〈καὶ〉 ὁ δῖος |
10 | Ἡρακλῆς Λήδας τε κοῦροιπόλλ' ἀνέτλασαν ἐν ἔργοιςσὰν †έποντες δύναμιν†·σοῖς τε πόθοις Ἀχιλεὺς Αἴ-ας τ' Ἀίδαο δόμους ἦλθον· |
15 | σᾶς δ' ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέοςἔντροφος ἀελίου χήρωσεν αὐγάς.τοιγὰρ ἀοίδιμος ἔργοις,ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι,Μναμοσύνας θύγατρες, Δι- |
20 | ὸς ξενίου σέβας αὔξου-σαι φιλίας τε γέρας βεβαίου.
Editio Herwig Görgemanns, 1987:
Ἀρετὰ πολύμοχθε γένει βροτείωι,θήραμα κάλλιστον βίωι,σᾶς πέρι, παρθένε, μορφᾶςκαὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος |
5 | καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·τοῖον ἐπὶ φρένα βάλλειςκαρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσωκαὶ γονέων μαλακαυγήτοιό θ' ὕπνου.σεῦ δ' ἕνεκεν 〈καὶ〉 ὁ δῖος |
10 | Ἡρακλῆς Λήδας τε κοῦροιπόλλ' ἀνέτλασαν ἐν ἔργοιςσὰν ἐφέποντες δύναμιν·σοῖς τε πόθοις Ἀχιλεὺς Αἴ-ας τ' Ἀίδαο δόμους ἦλθον· |
15 | σᾶς δ' ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέοςἔντροφος ἀελίου χήρωσεν αὐγάς.τοιγὰρ ἀοίδιμος ἔργοις,ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι,Μναμοσύνας θύγατρες, Δι- |
20 | ὸς ξενίου σέβας αὔξου-σαι φιλίας τε γέρας βεβαίου. |