Aristoteles
384 - 322 a. Chr. n.
Εὔδημος ἢ Περὶ ψυχῆς
Fragmenta
|
|
________________________________________________________
|
|
Fragmentum VI
. . . πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην. τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῶι Μίδαι ἀποφήνασθαι. βέλτιον δ᾽ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δὴ ἐν τῶι Εὐδήμωι ἐπιγραφομένωι ἢ περὶ ψυχῆς ταυτί· Διόπερ, ὦ κράτιστε πάντων καὶ μακαριστότατε, καὶ πρὸς τῶι μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν καὶ τὸ ψεύσασθαί τι κατ᾽ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ἡγούμεθα ὡς κατὰ βελτιόνων καὶ κρειττόνων ἤδη γεγονότων. καὶ ταῦθ᾽ οὕτως ἀρχαῖα καὶ παλαιὰ διατελεῖ νενομισμένα παρ᾽ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα τυγχάνει διὰ τέλους οὕτω νενομισμένα. πρὸς δὲ δὴ τούτοις διὰ στόματος ὂν τοῖς ἀνθρώποις ὁρᾶις ὃ ἐκ πάλαι περιφέρεται θρυλούμενον.» «Τί τοῦτ᾽;» ἔφη. Κἀκεῖνος ὑπολαβών· «Ὁς ἄρα μὴ γίγνεσθαι μέν», ἔφη, «ἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνωι τῶι Μίδαι λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένωι τί ποτέ ἐστι τὸ βέλτιστον τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως· ἐπειδὴ δέ ποτε μόλις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀνακαγχάζοντα εἰπεῖν· δαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ἃ ὑμῖν ἄρειον μὴ γνῶναι; μετ᾽ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος. ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως· ἄριστον γὰρ πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι, τὸ μέντοι μετὰ τοῦτο καὶ τὸ πρῶτον τῶν ἀνθρώπωι ἀνυστῶν τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα. δῆλον οὖν ὡς οὔσης κρείττονος τῆς ἐν τῶι τεθνάναι διαγωγῆς ἢ τῆς ἐν τῶι ζῆν, οὕτως ἀπεφήνατο.» |