B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Vetus Testamentum
ca. 250/200 a. Chr. n.
     
   



Ψ α λ μ ο ί

__________________________________________________


1

1 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν, 
2 ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 
3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. 
4 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾽ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 
5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· 
6 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. 


2

1 Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 
2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ διάψαλμα 
3 Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν. 
4 ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς. 
5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς 
6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ 
7 διαγγέλλων τὸ πρόσταγμα κυρίου Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· 
8 αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· 
9 ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. 
10 καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. 
11 δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 
12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ. 


3

1 Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ. 
2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ· 
3 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα. 
4 σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 
5 φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα. 
6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήμψεταί μου. 
7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 
8 ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 
9 τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. 


4

1 Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ. 
2 Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιο σύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 
3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; διάψαλμα. 
4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ· κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 
5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα. 
6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον. 
7 πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. 
8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 
9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με. 


5

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυιδ. 
2 Τὰ ῥήματά μου ἐνώτισαι, κύριε, σύνες τῆς κραυγῆς μου· 
3 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ θεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, κύριε· 
4 τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι. 
5 ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος· 
6 οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. 
7 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. 
8 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. 
9 κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου. 
10 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. 
11 κρῖνον αὐτούς, ὁ θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, κύριε. 
12 καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. 
13 ὅτι σὺ εὐλογήσεις δίκαιον· κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. 


6

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ. 
2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 
3 ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, 
4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, κύριε, ἕως πότε; 
5 ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. 
6 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; 
7 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω. 
8 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου. 
9 ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· 
10 εἰσήκουσεν κύριος τῆς δεήσεώς μου, κύριος τὴν προσευχήν μου προσεδέξατο. 
11 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. 


7

1 Ψαλμὸς τῷ Δαυιδ, ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι. 
2 Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, 
3 μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. 
4 κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσίν μου, 
5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά, ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός, 
6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα. 
7 ἀνάστηθι, κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου· ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, 
8 καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. 
9 κύριος κρινεῖ λαούς· κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί. 
10 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον· ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός. 
11 δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. 
12 ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. 
13 ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ 
14 καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. 
15 ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν· 
16 λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο· 
17 ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. 
18 ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. 


8

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ. 
2 Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 
3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. 
4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. 
5 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 
6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· 
7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 
8 πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, 
9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. 
10 κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. 


9

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυιδ. 
2 Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου· 
3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε. 
4 ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, 
5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. 
6 ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής, τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· 
7 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες, ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾽ ἤχους. 
8 καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, 
9 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. 
10 καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει· 
11 καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, κύριε. 
12 ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ, 
13 ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. 
14 ἐλέησόν με, κύριε, ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, 
15 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. 
16 ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήμφθη ὁ ποὺς αὐτῶν· 
17 γινώσκεται κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός. ᾠδὴ διαψάλματος. 
18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ· 
19 ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα. 
20 ἀνάστηθι, κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· 
21 κατάστησον, κύριε, νομοθέτην ἐπ᾽ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. διάψαλμα. 
22 ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει; 
23 ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. 
24 ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται· 
25 παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ. 
26 βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει· 
27 εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ, ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. 
28 οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. 
29 ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον, οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· 
30 ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· 
31 ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. 
32 εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός, ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος. 
33 ἀνάστηθι, κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων· 
34 ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν; εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐκζητήσει. 
35 βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ οὖν ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ἦσθα βοηθῶν. 
36 σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι᾽ αὐτήν· 
37 βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. 
38 τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου 
39 κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. 


10

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πᾶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 
2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 
3 ὅτι ἃ κατηρτίσω, καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν; 
4 κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. 
5 κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 
6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 
7 ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ. 


11

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ. 
2 Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 
3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. 
4 ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα 
5 τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾽ ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; 
6 Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος, θήσομαι ἐν σωτηρίᾳ, παρρησιάσομαι ἐν αὐτῷ. 
7 τὰ λόγια κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. 
8 σύ, κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. 
9 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. 


12

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 
2 Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; 
3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ; 
4 ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, 
5 μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. 
6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. 


13

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός· διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 
2 κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀν θρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν. 
3 πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. [τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.] 
4 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο. 
5 ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ. 
6 βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι κύριος ἐλπὶς αὐτοῦ ἐστιν. 
7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ; ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσθω Ιακωβ καὶ εὐφρανθήτω Ισραηλ. 


14

1 Ψαλμὸς τῷ Δαυιδ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; 
2 πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, 
3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· 
4 ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν· 
5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾽ ἀθῴοις οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. 


15

1 Στηλογραφία τῷ Δαυιδ. Φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 
2 εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. 
3 τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 
4 ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 
5 κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 
6 σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν. 
7 εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 
8 προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. 
9 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι, 
10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 
11 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος. 


16

1 Προσευχὴ τοῦ Δαυιδ. Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις. 
2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. 
3 ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. 
4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. 
5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου. 
6 ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου. 
7 θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου. 
8 φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με 
9 ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον· 
10 τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. 
11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. 
12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. 
13 ἀνάστηθι, κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. 
14 κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. 
15 ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου. 


17

1 Εἰς τὸ τέλος· τῷ παιδὶ κυρίου τῷ Δαυιδ, ἃ ἐλά λησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ, 
2 καὶ εἶπεν Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου. 
3 κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου. 
4 αἰνῶν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 
5 περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με 
6 ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. 
7 καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. 
8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός. 
9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ. 
10 καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. 
11 καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. 
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. 
13 ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. 
14 καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ· 
15 καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς. 
16 καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. 
17 ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. 
18 ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. 
19 προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου 
20 καὶ ἐξήγαγέν με εἰς πλατυσμόν, ῥύσεταί με, ὅτι ἠθέλησέν με. [ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με.] 
21 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, 
22 ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου, 
23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ᾽ ἐμοῦ. 
24 καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 
25 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα· τῶν χειρῶν μου ἐνώπιον τῶν ὀ φθαλμῶν αὐτοῦ. 
26 μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ 
27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. 
28 ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. 
29 ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε· ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου. 
30 ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος. 
31 ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν. 
32 ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου; καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν; 
33 ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου, 
34 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, 
35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· 
36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. 
37 ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. 
38 καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν· 
39 ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 
40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾽ ἐμὲ ὑπο κάτω μου 
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας. 
42 ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. 
43 καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. 
44 ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, 
45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, 
46 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. 
47 ζῇ κύριος, καὶ εὐλογητὸς ὁ θεός μου, καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου, 
48 ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμέ, 
49 ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με. 
50 διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ, 
51 μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 


18

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 
2 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· 
3 ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 
4 οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· 
5 εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· 
6 καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 
7 ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. 
8 ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια· 
9 τὰ δικαιώματα κυρίου εὐθεῖα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς· 
10 ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό, 
11 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. 
12 καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. 
13 παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με. 
14 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. 
15 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός, κύριε βοηθέ μου καὶ λυτρωτά μου. 


19

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 
2 Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ. 
3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου. 
4 μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα. 
5 δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 
6 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. 
7 νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 
8 οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 
9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 
10 κύριε, σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. 


20

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 
2 Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. 
3 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. διάψαλμα. 
4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. 
5 ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. 
6 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν· 
7 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. 
8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ. 
9 εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. 
10 θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώ που σου· κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. 
11 τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, 
12 ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι. 
13 ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. 
14 ὑψώθητι, κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. 


21

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυιδ. 
2 Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμά των μου. 
3 ὁ θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. 
4 σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ισραηλ. 
5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς· 
6 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. 
7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ. 
8 πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν 
9 Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. 
10 ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· 
11 ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ. 
12 μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. 
13 περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· 
14 ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος. 
15 ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· 
16 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. 
17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. 
18 ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. 
19 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 
20 σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίλημψίν μου πρόσχες. 
21 ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· 
22 σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. 
23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε 
24 Οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ιακωβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ, 
25 ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. 
26 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. 
27 φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. 
28 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, 
29 ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. 
30 ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 
31 καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, 
32 καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὅτι ἐποίησεν ὁ κύριος. 


22

1 Ψαλμὸς τῷ Δαυιδ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. 
2 εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, 
3 τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 
4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. 
5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόν των με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον. 
6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ κυρίου εἰς μακρότητα ἡμερῶν. 


23

1 Ψαλμὸς τῷ Δαυιδ· τῆς μιᾶς σαββάτων. Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· 
2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. 
3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 
4 ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. 
5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. 
6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ. διάψαλμα. 
7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 
8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. 
9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 
10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. 


24

1 Ψαλμὸς τῷ Δαυιδ. Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου. 
2 ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. 
3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. 
4 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. 
5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. 
6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. 
7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου, κύριε. 
8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. 
9 ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. 
10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. 
11 ἕνεκα τοῦ ὀνόματός σου, κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. 
12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. 
13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. 
14 κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν, [καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν,] καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. 
15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. 
16 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. 
17 αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. 
18 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. 
19 ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. 
20 φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. 
21 ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. 
22 λύτρωσαι, ὁ θεός, τὸν Ισραηλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. 


25

1 Τοῦ Δαυιδ. Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. 
2 δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. 
3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. 
4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· 
5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. 
6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε, 
7 τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. 
8 κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. 
9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, 
10 ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. 
11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με. 
12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. 


26

1 Τοῦ Δαυιδ· πρὸ τοῦ χρισθῆναι. Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; 
2 ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· 
3 ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρ δία μου· ἐὰν ἐπαναστῇ ἐπ᾽ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. 
4 μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. 
5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέν με· 
6 καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ᾽ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ. 
7 εἰσάκουσον, κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. 
8 σοὶ εἶπεν ἡ καρδία μου Ἐζήτησεν τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, κύριε, ζητήσω. 
9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ θεὸς ὁ σωτήρ μου. 
10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ κύριος προσελάβετό με. 
11 νομοθέτησόν με, κύριε, τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. 
12 μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. 
13 πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. 
14 ὑπόμεινον τὸν κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν κύριον. 


27

1 Τοῦ Δαυιδ. Πρὸς σέ, κύριε, ἐκέκραξα, ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾽ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 
2 εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου. 
3 μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. 
4 δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. 
5 ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. 
6 εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου. 
7 κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ᾽ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. 
8 κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν. 
9 σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. 


28

1 Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, 
2 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 
3 φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν. 
4 φωνὴ κυρίου ἐν ἰσχύι, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ. 
5 φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου 
6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 
7 φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός, 
8 φωνὴ κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης. 
9 φωνὴ κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. 
10 κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 
11 κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. 


29

1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυιδ. 
2 Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾽ ἐμέ. 
3 κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με· 
4 κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. 
5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· 
6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. 
7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. 
8 κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. 
9 πρὸς σέ, κύριε, κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι 
10 Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; 
11 ἤκουσεν κύριος καὶ ἠλέησέν με, κύριος ἐγενήθη βοηθός μου. 
12 ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, 
13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ· κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. 


30

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ· ἐκστάσεως. 
2 Ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. 
3 κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. 
4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με· 
5 ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου. 
6 εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, κύριε ὁ θεὸς τῆς ἀληθείας. 
7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς· ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. 
8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου 
9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. 
10 ἐλέησόν με, κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. 
11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. 
12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου, οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ᾽ ἐμοῦ. 
13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. 
14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾽ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. 
15 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε· εἶπα Σὺ εἶ ὁ θεός μου. 
16 ἐν ταῖς χερσίν σου οἱ καιροί μου· ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. 
17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. 
18 κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου. 
19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. 
20 ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. 
21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. 
22 εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πό λει περιοχῆς. 
23 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 
24 ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ κύριος καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. 
25 ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον. 


31

1 Τῷ Δαυιδ· συνέσεως. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· 
2 μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. 
3 ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν· 
4 ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾽ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν. διάψαλμα. 
5 τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου. διάψαλμα. 
6 ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. 
7 σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. διάψαλμα. 
8 συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. 
9 μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις, ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ. 
10 πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει. 
11 εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. 


32

1 Τῷ Δαυιδ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. 
2 ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. 
3 ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. 
4 ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· 
5 ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ. 
6 τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· 
7 συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. 
8 φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰ κουμένην· 
9 ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. 
10 κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· 
11 ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. 
12 μακάριον τὸ ἔθνος, οὗ ἐστιν κύριος ὁ θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. 
13 ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· 
14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, 
15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν. 
16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· 
17 ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. 
18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ 
19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. 
20 ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν· 
21 ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. 
22 γένοιτο τὸ ἔλεός σου, κύριε, ἐφ᾽ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 


33

1 Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμελεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν. 
2 Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. 
3 ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. 
4 μεγαλύνατε τὸν κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. 
5 ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με. 
6 προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. 
7 οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. 
8 παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. 
9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾽ αὐτόν. 
10 φοβήθητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 
11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. διάψαλμα. 
12 δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον κυρίου διδάξω ὑμᾶς. 
13 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; 
14 παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. 
15 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. 
16 ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 
17 πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. 
18 ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. 
19 ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 
20 πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς. 
21 κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. 
22 θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. 
23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτόν. 


34

1 Τῷ Δαυιδ. Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. 
2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου, 
3 ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιω κόντων με· εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι. 
4 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. 
5 γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς· 
6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς· 
7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. 
8 ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. 
9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ· 
10 πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. 
11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· 
12 ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. 
13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. 
14 ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. 
15 καὶ κατ᾽ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ᾽ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν. 
16 ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν, ἔβρυξαν ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. 
17 κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. 
18 ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. 
19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. 
20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ᾽ ὀργὴν δόλους διελογίζοντο 
21 καὶ ἐπλάτυναν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν. 
22 εἶδες, κύριε, μὴ παρασιωπήσῃς, κύριε, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ· 
23 ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. 
24 κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ὁ θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι· 
25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν. 
26 αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦν τες ἐπ᾽ ἐμέ. 
27 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύ νην μου καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. 
28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. 


35

1 Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυιδ. 
2 Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· 
3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. 
4 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· 
5 ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τῇ δὲ κακίᾳ οὐ προσώχθισεν. 
6 κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν· 
7 ἡ δικαιοσύνη σου ὡσεὶ ὄρη θεοῦ, τὰ κρίματά σου ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. 
8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλ πιοῦσιν. 
9 μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς· 
10 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 
11 παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. 
12 μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. 
13 ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι. 


36

1 Τοῦ Δαυιδ. Μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· 
2 ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. 
3 ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς· 
4 κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. 
5 ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ αὐτὸς ποιήσει 
6 καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν. 
7 ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. 
8 παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι· 
9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν. 
10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· 
11 οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. 
12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· 
13 ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. 
14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ· 
15 ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν. 
16 κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν· 
17 ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος. 
18 γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται· 
19 οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. 
20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον. 
21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει, ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ· 
22 ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται. 
23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει· 
24 ὅταν πέσῃ, οὐ καταραχθήσεται, ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. 
25 νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους· 
26 ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. 
27 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος· 
28 ὅτι κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα φυλαχθήσονται. ἄνομοι δὲ ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται· 
29 δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾽ αὐτῆς. 
30 στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν· 
31 ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. 
32 κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν, 
33 ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ. 
34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν· ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ. 
35 εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· 
36 καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. 
37 φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ· 
38 οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται. 
39 σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως, 
40 καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν. 


37

1 Ψαλμὸς τῷ Δαυιδ· εἰς ἀνάμνησιν περὶ σαββάτου. 
2 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 
3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήρισας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου· 
4 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀρ γῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 
5 ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. 
6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· 
7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. 
8 ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· 
9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 
10 κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη. 
11 ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέν με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ᾽ ἐμοῦ. 
12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· 
13 καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 
14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ 
15 καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 
16 ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. 
17 ὅτι εἶπα Μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησαν. 
18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός. 
19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. 
20 οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· 
21 οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.] 
22 μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ· 
23 πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου. 


38

1 Εἰς τὸ τέλος, τῷ Ιδιθουν· ᾠδὴ τῷ Δαυιδ. 
2 Εἶπα Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσ σῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. 
3 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. 
4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ἐλάλησα ἐν γλώσσῃ μου 
5 Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. 
6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διάψαλμα. 
7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. 
8 καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. 
9 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με. 
10 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποι ήσας με. 
11 ἀπόστησον ἀπ᾽ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 
12 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. διάψαλμα. 
13 εἰσάκουσον τῆς προσευχῆς μου, κύριε, καὶ τῆς δεήσεώς μου ἐνώτισαι· τῶν δακρύων μου μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. 
14 ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω. 


39

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. 
2 Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου 
3 καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου 
4 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον. 
5 μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. 
6 πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. 
7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία δὲ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. 
8 τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· 
9 τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ θεός μου, ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. 
10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· κύριε, σὺ ἔγνως. 
11 τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συν αγωγῆς πολλῆς. 
12 σὺ δέ, κύριε, μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ᾽ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. 
13 ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέν με. 
14 εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με· κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. 
15 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά, 
16 κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Εὖγε εὖγε. 
17 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦν τές σε, κύριε, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ ἀγα πῶντες τὸ σωτήριόν σου. 
18 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος φροντιεῖ μου. βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς. 


40

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 
2 Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. 
3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐ τὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ. 
4 κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. 
5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 
6 οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; 
7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. 
8 ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ᾽ ἐμοῦ ἐλογίζοντο κακά μοι, 
9 λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; 
10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν· 
11 σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώ σω αὐτοῖς. 
12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ. 
13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. 
14 Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. 

___________


41

1 Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορε. 
2 Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. 
3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; 
4 ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ᾽ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου; 
5 ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. 
6 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ θεός μου. 
7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ, ἀπὸ ὄρους μικροῦ. 
8 ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον. 
9 ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ παρ᾽ ἐμοί, προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου. 
10 ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 
11 ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβον τές με ἐν τῷ λέγειν αὐτούς μοι καθ᾽ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου; 
12 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου. 


42

1 Ψαλμὸς τῷ Δαυιδ. Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. 
2 ὅτι σὺ εἶ, ὁ θεός, κραταίωμά μου· ἵνα τί ἀπώσω με; καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχ θρόν μου; 
3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. 
4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ θεὸς ὁ θεός μου. 
5 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ θεός μου. 


43

1 Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ψαλμός. 
2 Ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. 
3 ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν, καὶ κατεφύτευσας αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς. 
4 οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς. 
5 σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ· 
6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομέ νους ἡμῖν. 
7 οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· 
8 ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. 
9 ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. διάψαλμα. 
10 νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν· 
11 ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. 
12 ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς· 
13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν. 
14 ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν· 
15 ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. 
16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με 
17 ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. 
18 ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου, 
19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν· καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. 
20 ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. 
21 εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, 
22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. 
23 ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. 
24 ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος. 
25 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις, ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; 
26 ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. 
27 ἀνάστα, κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. 


44

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. 
2 Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. 
3 ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσίν σου· διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα. 
4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου 
5 καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. 
6 τὰ βέλη σου ἠκονημένα, δυνατέ, - λαοὶ ὑποκάτω σου πεσοῦνται - ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. 
7 ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. 
8 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 
9 σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε. 
10 θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. 
11 ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, 
12 ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ κύριός σου. 
13 καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις, τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. 
14 πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη. 
15 ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· 
16 ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. 
17 ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. 
18 μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 


45

1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυφίων ψαλμός. 
2 Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 
3 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 
4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα. 
5 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 
6 ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί. 
7 ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 
8 κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ. διάψαλμα. 
9 δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. 
10 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. 
11 σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. 
12 κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ. 


46

1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός. 
2 Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, 
3 ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. 
4 ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· 
5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν. διάψαλμα. 
6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. 
7 ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, 
8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. 
9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. 
10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σφόδρα ἐπήρθησαν. 


47

1 Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε· δευτέρᾳ σαββάτου. 
2 Μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ, 
3 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. ὄρη Σιων, τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου, 
4 ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. 
5 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό· 
6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, 
7 τρόμος ἐπελάβετο αὐτῶν, ἐκεῖ ὠδῖνες ὡς τικτούσης. 
8 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις. 
9 καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν· ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. διάψαλμα. 
10 ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου. 
11 κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. 
12 εὐφρανθήτω τὸ ὄρος Σιων, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, κύριε. 
13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, 
14 θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. 
15 ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. 


48

1 Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός. 
2 Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, 
3 οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. 
4 τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν· 
5 κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. 
6 ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. 
7 οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι, 
8 ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ 
9 καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. 
10 καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας. 
11 ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, 
12 καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. 
13 καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. 
14 αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. διάψαλμα. 
15 ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμαίνει αὐτούς· καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί, καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δό ξης αὐτῶν. 
16 πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. διάψαλμα. 
17 μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· 
18 ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. 
19 ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται· ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. 
20 εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. 
21 ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. 


49

1 Ψαλμὸς τῷ Ασαφ. Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. 
2 ἐκ Σιων ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, ὁ θεὸς ἐμφανῶς ἥξει, 
3 ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. 
4 προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ· 
5 συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις, 
6 καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ θεὸς κριτής ἐστιν. διάψαλμα. 
7 Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ισραηλ, καὶ διαμαρτύρομαί σοι· ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ. 
8 οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός· 
9 οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. 
10 ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες· 
11 ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾽ ἐμοῦ ἐστιν. 
12 ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. 
13 μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; 
14 θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· 
15 καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. διάψαλμα. 
16 τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; 
17 σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. 
18 εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις· 
19 τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα· 
20 καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. 
21 ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου. 
22 σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ, μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος· 
23 θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ. 


50

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ 
2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεε. 
3 Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνό μημά μου· 
4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 
5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. 
6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. 
8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 
9 ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 
10 ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. 
11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 
12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 
13 μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. 
14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. 
15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. 
16 ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 
17 κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 
18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 
19 θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξ ουθενώσει. 
20 ἀγάθυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ· 
21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 


51

1 Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυιδ 
2 ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ Ἦλθεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ. 
3 Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; 
4 ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. 
5 ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα. 
6 ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. 
7 διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. διάψαλμα. 
8 καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ᾽ αὐτὸν γελάσονται καὶ ἐροῦσιν 
9 Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾽ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. 
10 ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
11 ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. 


52

1 Εἰς τὸ τέλος, ὑπὲρ μαελεθ· συνέσεως τῷ Δαυιδ. 
2 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστιν ποιῶν ἀγαθόν. 
3 ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀν θρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν. 
4 πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν, οὐκ ἔστιν ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός. 
5 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπε καλέσαντο. 
6 ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς. 
7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ; ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ. 


53

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ 
2 ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ᾽ ἡμῖν; 
3 Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. 
4 ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. 
5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα. 
6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. 
7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς. 
8 ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν· 
9 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. 


54

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ. 
2 Ἐνώτισαι, ὁ θεός, τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, 
3 πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην 
4 ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ᾽ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. 
5 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾽ ἐμέ· 
6 φόβος καὶ τρόμος ἦλθεν ἐπ᾽ ἐμέ, καὶ ἐκάλυψέν με σκότος. 
7 καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω; 
8 ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. διάψαλμα. 
9 προσεδεχόμην τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος. 
10 καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. 
11 ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, 
12 καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. 
13 ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ᾽ αὐτοῦ. 
14 σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, 
15 ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ· 
16 ἐλθέτω θάνατος ἐπ᾽ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. 
17 ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος εἰσήκουσέν μου. 
18 ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι· ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. 
19 λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. 
20 εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. διάψαλμα. οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν. 
21 ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. 
22 διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσιν βολίδες. 
23 ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε δια θρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. 
24 σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν. ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε. 


55

1 Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυιδ εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ. 
2 Ἐλέησόν με, κύριε, ὅτι κατεπάτησέν με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με. 
3 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν, ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. 
4 ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ. 
5 ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν. ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι σάρξ; 
6 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ᾽ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. 
7 παροικήσουσιν καὶ κατακρύψουσιν· αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν, καθάπερ ὑπέμειναν τὴν ψυχήν μου. 
8 ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς, ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ θεός. 
9 τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου. 
10 ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ. 
11 ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον. 
12 ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; 
13 ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι, 
14 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων. 


56

1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον. 
2 Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. 
3 κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με. 
4 ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. διάψαλμα. ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ 
5 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. 
6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 
7 παγίδα ἡτοίμασαν τοῖς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν. διάψαλμα. 
8 ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ. 
9 ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 
10 ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν, 
11 ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. 
12 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 


57

1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν. 
2 Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε; εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων; 
3 καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. 
4 ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη. 
5 θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, 
6 ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ. 
7 ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος. 
8 ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον· ἐντενεῖ τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσουσιν. 
9 ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται· ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον. 
10 πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. 
11 εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. 
12 καὶ ἐρεῖ ἄνθρωπος Εἰ ἄρα ἔστιν καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. 


58

1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλο γραφίαν, ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. 
2 Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με· 
3 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. 
4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί. οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, κύριε· 
5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ. 
6 καὶ σύ, κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. διάψαλμα. 
7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυ κλώσουσιν πόλιν. 
8 ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν; 
9 καὶ σύ, κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. 
10 τὸ κράτος μου, πρὸς σὲ φυλάξω, ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἶ. 
11 ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. 
12 μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου κύριε. 
13 ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι 
14 ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν· καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ιακωβ, τῶν περά των τῆς γῆς. διάψαλμα. 
15 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυ κλώσουσιν πόλιν. 
16 αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν. 
17 ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου. 
18 βοηθός μου, σοὶ ψαλῶ, ὅτι, ὁ θεός, ἀντιλήμπτωρ μου εἶ, ὁ θεός μου, τὸ ἔλεός μου. 


59

1 Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλο γραφίαν τῷ Δαυιδ, εἰς διδαχήν, 
2 ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα, καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας. 
3 Ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ οἰκτίρησας ἡμᾶς. 
4 συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. 
5 ἔδειξας τῷ λαῷ σου σκληρά, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. 
6 ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. διάψαλμα. 
7 ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 
8 ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· 
9 ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εφραιμ κραταίωσις τῆς κεφαλῆς μου, Ιουδας βασιλεύς μου· 
10 Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. 
11 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας; 
12 οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 
13 δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου. 
14 ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. 


60

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυιδ. 
2 Εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. 
3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς με, 
4 ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. 
5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. διάψαλμα. 
6 ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. 
7 ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις, ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. 
8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; 
9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. 


61

1 Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· ψαλμὸς τῷ Δαυιδ. 
2 Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου· 
3 καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. 
4 ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. 
5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα. 
6 πλὴν τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ᾽ αὐτοῦ ἡ ὑπομονή μου· 
7 ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω. 
8 ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ. 
9 ἐλπίσατε ἐπ᾽ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ θεὸς βοηθὸς ἡμῶν. διάψαλμα. 
10 πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. 
11 μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. 
12 ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα, 
13 ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. 


62

1 Ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας. 
2 Ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέν σοι ἡ ψυχή μου. ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ; 
3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. 
4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσίν σε. 
5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. 
6 ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. 
7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· 
8 ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. 
9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου. 
10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· 
11 παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. 
12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. 


63

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 
2 Εἰσάκουσον, ὁ θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. 
3 ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν, 
4 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν 
5 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται. 
6 ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν Τίς ὄψεται αὐτούς; 
7 ἐξηρεύνησαν ἀνομίας, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, 
8 καὶ ὑψωθήσεται ὁ θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, 
9 καὶ ἐξησθένησαν ἐπ᾽ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς, 
10 καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. 
11 εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾽ αὐτόν, καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. 


64

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι. 
2 Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιων, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ. 
3 εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. 
4 λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ. 
5 μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. 
6 ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ ἐν θαλάσσῃ μακράν, 
7 ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, 
8 ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη, 
9 καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν ση μείων σου· ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις. 
10 ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου. 
11 τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. 
12 εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος· 
13 πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 
14 ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. 


65

1 Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· [ἀναστάσεως.] Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ, 
2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. 
3 εἴπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου· 
4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάψαλμα. 
5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, 
6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ, 
7 τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα. 
8 εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, 
9 τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. 
10 ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον· 
11 εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. 
12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. 
13 εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, 
14 ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου· 
15 ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα. 
16 δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν θεόν, ὅσα ἐποίησεν τῇ ψυχῇ μου. 
17 πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου 
18 Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος. 
19 διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός, προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου. 
20 εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾽ ἐμοῦ. 


66

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς. 
2 Ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς διάψαλμα 
3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου. 
4 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 
5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα. 
6 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 
7 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν. 
8 εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. 


67

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμὸς ᾠδῆς. 
2 Ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ. 
3 ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ. 
4 καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. 
5 ᾄσατε τῷ θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, 
6 τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. 
7 ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις. 
8 ὁ θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα 
9 γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν, ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα, ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ. 
10 βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν. 
11 τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ θεός. 
12 κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, 
13 ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. 
14 ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. διάψαλμα. 
15 ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς χιονωθήσονται ἐν Σελμων. 
16 ὄρος τοῦ θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. 
17 ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος. 
18 τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· ὁ κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ. 
19 ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. κύριος ὁ θεὸς εὐλογητός, 
20 εὐλογητὸς κύριος ἡμέραν καθ᾽ ἡμέραν, κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σωτηρίων ἡμῶν. διάψαλμα. 
21 ὁ θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν, καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου. 
22 πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. 
23 εἶπεν κύριος Ἐκ Βασαν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, 
24 ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ. 
25 ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός, αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. 
26 προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. 
27 ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, τὸν κύριον ἐκ πηγῶν Ισραηλ. 
28 ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλων, ἄρχοντες Νεφθαλι. 
29 ἔντειλαι, ὁ θεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ θεός, τοῦτο, ὃ κατειργάσω ἡμῖν. 
30 ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα. 
31 ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. 
32 ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ. 
33 αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ. διάψαλμα. 
34 ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρα νοῦ κατὰ ἀνατολάς· ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. 
35 δότε δόξαν τῷ θεῷ· ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. 
36 θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. εὐλογητὸς ὁ θεός. 


68

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυιδ. 
2 Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. 
3 ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέν με. 
4 ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεόν μου. 
5 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦν τές με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον. 
6 ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. 
7 μὴ αἰσχυνθείησαν ἐπ᾽ ἐμοὶ οἱ ὑπομένοντές σε, κύριε κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ᾽ ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ισραηλ, 
8 ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. 
9 ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, 
10 ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ. 
11 καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί· 
12 καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. 
13 κατ᾽ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον. 
14 ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, κύριε· καιρὸς εὐδοκίας, ὁ θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. 
15 σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων· 
16 μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. 
17 εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ. 
18 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. 
19 πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. 
20 σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με. 
21 ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. 
22 καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. 
23 γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον· 
24 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον· 
25 ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. 
26 γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· 
27 ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν. 
28 πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· 
29 ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. 
30 πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ ἡ σωτηρία τοῦ προσώπου σου, ὁ θεός, ἀντελάβετό μου. 
31 αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾽ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, 
32 καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. 
33 ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, 
34 ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. 
35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. 
36 ὅτι ὁ θεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· 
37 καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ. 


69

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν, 
2 εἰς τὸ σῶσαί με κύριον. Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. 
3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βου λόμενοί μοι κακά, 
4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. 
5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη τοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶν τες τὸ σωτήριόν σου. 
6 ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς. 


70

1 Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. 
2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με. 
3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. 
4 ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· 
5 ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε· κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου. 
6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός. 
7 ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός. 
8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. 
9 μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. 
10 ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ 
11 λέγοντες Ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. 
12 ὁ θεός, μὴ μακρύνῃς ἀπ᾽ ἐμοῦ· ὁ θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. 
13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυ χήν μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κα κά μοι. 
14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. 
15 τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας. 
16 εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. 
17 ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. 
18 καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρ χομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. 
19 ὁ θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ θεός, τίς ὅμοιός σοι; 
20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. 
21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με [καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.] 
22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλή θειάν σου, ὁ θεός· ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ισραηλ. 
23 ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. 
24 ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. 


71

1 Εἰς Σαλωμων. Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως 
2 κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. 
3 ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ ἐν δικαιοσύνῃ. 
4 κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην 
5 καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν 
6 καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. 
7 ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. 
8 καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης. 
9 ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν· 
10 βασιλεῖς Θαρσις καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς Ἀράβων καὶ Σαβα δῶρα προσάξουσιν· 
11 καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. 
12 ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχεν βοηθός· 
13 φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει· 
14 ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ. 
15 καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. 
16 ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾽ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. 
17 ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. 
18 Εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιῶν θαυμάσια μόνος, 
19 καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο γένοιτο. 
20 Ἐξέλιπον οἱ ὕμνοι Δαυιδ τοῦ υἱοῦ Ιεσσαι. 

___________


72

1 Ψαλμὸς τῷ Ασαφ. Ὡς ἀγαθὸς τῷ Ισραηλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. 
2 ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. 
3 ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, 
4 ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· 
5 ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. 
6 διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. 
7 ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν διήλθοσαν εἰς διάθεσιν καρδίας· 
8 διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· 
9 ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. 
10 διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς. 
11 καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός, καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ; 
12 ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται· εἰς τὸν αἰῶνα κατέσχον πλούτου. 
13 καὶ εἶπα Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου· 
14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας. 
15 εἰ ἔλεγον Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα. 
16 καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐναντίον μου, 
17 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. 
18 πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. 
19 πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. 
20 ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. 
21 ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, 
22 καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοί. 
23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, 
24 ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με. 
25 τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; 
26 ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα. 
27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. 
28 ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων. 


73

1 Συνέσεως τῷ Ασαφ. Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; 
2 μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιων τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. 
3 ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. 
4 καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. 
5 ὡς εἰς τὴν εἴσοδον ὑπεράνω, 
6 ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. 
7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. 
8 εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό Δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς. 
9 τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. 
10 ἕως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; 
11 ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; 
12 ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. 
13 σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. 
14 σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. 
15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς Ηθαμ. 
16 σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. 
17 σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. 
18 μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου. 
19 μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. 
20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. 
21 μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος· πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου. 
22 ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. 
23 μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ. 


74

1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ασαφ ᾠδῆς. 
2 Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. 
3 διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. 
4 ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα. 
5 εἶπα τοῖς παρανομοῦσιν Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας, 
6 μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν. 
7 ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, 
8 ὅτι ὁ θεὸς κριτής ἐστιν, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. 
9 ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. 
10 ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ιακωβ· 
11 καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. 


75

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. 
2 Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός, ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ. 
3 καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων· 
4 ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα, 
5 φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. 
6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. 
7 ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ιακωβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους. 
8 σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. 
9 ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν 
10 ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. διάψαλμα. 
11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. 
12 εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα 
13 τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. 


76

1 Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· τῷ Ασαφ ψαλμός. 
2 Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι. 
3 ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. 
4 ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα. 
5 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. 
6 διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· 
7 νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. 
8 μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; 
9 ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; 
10 ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα. 
11 καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. 
12 ἐμνήσθην τῶν ἔργων κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου 
13 καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω. 
14 ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; 
15 σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· 
16 ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ. διάψαλμα. 
17 εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων. 
18 φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· 
19 φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. 
20 ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. 
21 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων. 


77

1 Συνέσεως τῷ Ασαφ. Προσέχετε, λαός μου, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· 
2 ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾽ ἀρχῆς. 
3 ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, 
4 οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν. 
5 καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ καὶ νόμον ἔθετο ἐν Ισραηλ, ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, 
6 ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν, 
7 ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν, 
8 ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεά, ἥτις οὐ κατηύθυνεν τὴν καρδίαν αὐτῆς καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς. 
9 υἱοὶ Εφραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. 
10 οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι 
11 καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς, 
12 ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησεν θαυμάσια ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως. 
13 διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς, ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν 
14 καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. 
15 διέρρηξεν πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ 
16 καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. 
17 καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ 
18 καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῖς καρδίαις αὐτῶν τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν 
19 καὶ κατελάλησαν τοῦ θεοῦ καὶ εἶπαν Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; 
20 ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; 
21 διὰ τοῦτο ἤκουσεν κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν Ιακωβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ, 
22 ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ θεῷ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. 
23 καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξεν 
24 καὶ ἔβρεξεν αὐτοῖς μαννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· 
25 ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. 
26 ἀπῆρεν νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ λίβα 
27 καὶ ἔβρεξεν ἐπ᾽ αὐτοὺς ὡσεὶ χοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά, 
28 καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν, 
29 καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, 
30 οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν 
31 καὶ ὀργὴ τοῦ θεοῦ ἀνέβη ἐπ᾽ αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοῖς πίοσιν αὐτῶν καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ισραηλ συνεπόδισεν. 
32 ἐν πᾶσιν τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ, 
33 καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. 
34 ὅταν ἀπέκτεννεν αὐτούς, ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν 
35 καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν. 
36 καὶ ἠπάτησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ, 
37 ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ᾽ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. 
38 αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῖ καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ· 
39 καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. 
40 ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ; 
41 καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεὸν καὶ τὸν ἅγιον τοῦ Ισραηλ παρώξυναν. 
42 οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας, ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος, 
43 ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως· 
44 καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν· 
45 ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτούς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς· 
46 καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι· 
47 ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ· 
48 καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί· 
49 ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν· 
50 ὡδοποίησεν τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν 
51 καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χαμ. 
52 καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ 
53 καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν θάλασσα. 
54 καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ, 
55 καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ισραηλ. 
56 καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο 
57 καὶ ἀπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν καὶ μετεστράφησαν εἰς τόξον στρεβλὸν 
58 καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. 
59 ἤκουσεν ὁ θεὸς καὶ ὑπερεῖδεν καὶ ἐξουδένωσεν σφόδρα τὸν Ισραηλ 
60 καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ, σκήνωμα αὐτοῦ, οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. 
61 καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ 
62 καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν. 
63 τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν· 
64 οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται. 
65 καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου, 
66 καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. 
67 καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηφ καὶ τὴν φυλὴν Εφραιμ οὐκ ἐξελέξατο· 
68 καὶ ἐξελέξατο τὴν φυλὴν Ιουδα, τὸ ὄρος τὸ Σιων, ὃ ἠγάπησεν, 
69 καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. 
70 καὶ ἐξελέξατο Δαυιδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, 
71 ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτὸν ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτοῦ καὶ Ισραηλ τὴν κληρονομίαν αὐτοῦ, 
72 καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. 


78

1 Ψαλμὸς τῷ Ασαφ. Ὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ιερουσαλημ εἰς ὀπωροφυλάκιον. 
2 ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς· 
3 ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ιερουσαλημ, καὶ οὐκ ἦν ὁ θάπτων. 
4 ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. 
5 ἕως πότε, κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; 
6 ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, 
7 ὅτι κατέφαγον τὸν Ιακωβ καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. 
8 μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. 
9 βοήθησον ἡμῖν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν· ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου, κύριε, ῥῦσαι ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου, 
10 μήποτε εἴπωσιν τὰ ἔθνη Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. 
11 εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. 
12 ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, κύριε. 
13 ἡμεῖς δὲ λαός σου καὶ πρόβατα τῆς νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. 


79

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον τῷ Ασαφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου. 
2 Ὁ ποιμαίνων τὸν Ισραηλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ιωσηφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, ἐμφάνηθι. 
3 ἐναντίον Εφραιμ καὶ Βενιαμιν καὶ Μανασση ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. 
4 ὁ θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. 
5 κύριε ὁ θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου, 
6 ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ; 
7 ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. 
8 κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. διάψαλμα. 
9 ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν· 
10 ὡδοποίησας ἔμπροσθεν αὐτῆς καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ. 
11 ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ· 
12 ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς. 
13 ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; 
14 ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. 
15 ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἰδὲ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην 
16 καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. 
17 ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. 
18 γενηθήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ· 
19 καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα. 
20 κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. 


80

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ασαφ ψαλμός. 
2 Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ιακωβ· 
3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· 
4 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν· 
5 ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Ιακωβ. 
6 μαρτύριον ἐν τῷ Ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν· 
7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. 
8 Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. διάψαλμα. 
9 ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι· Ισραηλ, ἐὰν ἀκούσῃς μου, 
10 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ· 
11 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. 
12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ισραηλ οὐ προσέσχεν μοι· 
13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. 
14 εἰ ὁ λαός μου ἤκουσέν μου, Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, 
15 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου. 
16 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. 
17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. 


81

1 Ψαλμὸς τῷ Ασαφ. Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει 
2 Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα. 
3 κρίνατε ὀρφανὸν καὶ πτωχόν, ταπεινὸν καὶ πένητα δικαιώσατε· 
4 ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. 
5 οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. 
6 ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· 
7 ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. 
8 ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν. 


82

1 Ὠιδὴ ψαλμοῦ τῷ Ασαφ. 
2 Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός· 
3 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν, 
4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· 
5 εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι. 
6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο 
7 τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται, Μωαβ καὶ οἱ Αγαρηνοί, 
8 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· 
9 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ. διάψαλμα. 
10 ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα, ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων· 
11 ἐξωλεθρεύθησαν ἐν Αενδωρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. 
12 θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν, 
13 οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ. 
14 ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· 
15 ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη, 
16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. 
17 πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε. 
18 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν 
19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. 


83

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κορε ψαλμός. 
2 Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων. 
3 ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα. 
4 καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ θεός μου. 
5 μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα. 
6 μακάριος ἀνήρ, οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο 
7 ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον, ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. 
8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιων. 
9 κύριε ὁ θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι, ὁ θεὸς Ιακωβ. διάψαλμα. 
10 ὑπερασπιστὰ ἡμῶν, ἰδέ, ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου. 
11 ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν. 
12 ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος ὁ θεός, χάριν καὶ δόξαν δώσει· κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. 
13 κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. 


84

1 Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός. 
2 Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ· 
3 ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. διάψαλμα. 
4 κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. 
5 ἐπίστρεψον ἡμᾶς, ὁ θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾽ ἡμῶν. 
6 μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; 
7 ὁ θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. 
8 δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. 
9 ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. 
10 πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. 
11 ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· 
12 ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. 
13 καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· 
14 δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. 


85

1 Προσευχὴ τῷ Δαυιδ. Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. 
2 φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. 
3 ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. 
4 εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου. 
5 ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. 
6 ἐνώτισαι, κύριε, τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. 
7 ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου. 
8 οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. 
9 πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου, 
10 ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας. 
11 ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. 
12 ἐξομολογήσομαί σοι, κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, 
13 ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. 
14 ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. 
15 καὶ σύ, κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. 
16 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. 
17 ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με. 


86

1 Τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· 
2 ἀγαπᾷ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ. 
3 δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. διάψαλμα. 
4 μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. 
5 Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. 
6 κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 
7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. 


87

1 Ὠιδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος, ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι· συνέσεως Αιμαν τῷ Ισραηλίτῃ. 
2 Κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· 
3 εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε. 
4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν· 
5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, 
6 ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 
7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 
8 ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ᾽ ἐμὲ ἐπήγαγες. διάψαλμα. 
9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. 
10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου 
11 Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι; 
12 μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 
13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 
14 κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. 
15 ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; 
16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 
17 ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με, 
18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 
19 ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. 


88

1 Συνέσεως Αιθαν τῷ Ισραηλίτῃ. 
2 Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, 
3 ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου 
4 Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυιδ τῷ δούλῳ μου 
5 Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. διάψαλμα. 
6 ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 
7 ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; 
8 ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. 
9 κύριε ὁ θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. 
10 σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις. 
11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. 
12 σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. 
13 τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας, Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. 
14 σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. 
15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. 
16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται 
17 καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. 
18 ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. 
19 ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν. 
20 τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· 
21 εὗρον Δαυιδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. 
22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν· 
23 οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν· 
24 καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. 
25 καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ· 
26 καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. 
27 αὐτὸς ἐπικαλέσεταί με Πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου· 
28 κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς. 
29 εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· 
30 καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. 
31 ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν, 
32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, 
33 ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν, 
34 τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾽ αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου 
35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. 
36 ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι 
37 Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου 
38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. διάψαλμα. 
39 σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· 
40 κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. 
41 καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· 
42 διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. 
43 ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ· 
44 ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. 
45 κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· 
46 ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην. διάψαλμα. 
47 ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; 
48 μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; 
49 τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα. 
50 ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου; 
51 μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν, 
52 οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. 
53 Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. 

___________


89

1 Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· 
2 πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ. 
3 μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας Ἐπιστρέψατε, υἱοὶ ἀνθρώπων. 
4 ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί. 
5 τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι, 
6 τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. 
7 ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. 
8 ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. 
9 ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων. 
10 αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθεν πραύτης ἐφ᾽ ἡμᾶς, καὶ παιδευθησόμεθα. 
11 τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; 
12 ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. 
13 ἐπίστρεψον, κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. 
14 ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· 
15 εὐφράνθημεν ἀνθ᾽ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. 
16 καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν, 
17 καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾽ ἡμᾶς. 


90

1 Αἶνος ᾠδῆς τῷ Δαυιδ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 
2 ἐρεῖ τῷ κυρίῳ Ἀντιλήμπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου, ἐλπιῶ ἐπ᾽ αὐτόν, 
3 ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 
4 ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 
5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 
6 ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 
7 πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· 
8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ. 
9 ὅτι σύ, κύριε, ἡ ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου. 
10 οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, 
11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· 
12 ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· 
13 ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. 
14 ὅτι ἐπ᾽ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 
15 ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. 
16 μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. 


91

1 Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου. 
2 Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε, 
3 τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα 
4 ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾽ ᾠδῆς ἐν κιθάρᾳ. 
5 ὅτι εὔφρανάς με, κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. 
6 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. 
7 ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. 
8 ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
9 σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· 
10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, 
11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, 
12 καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκού σεται τὸ οὖς μου. 
13 δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 
14 πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν· 
15 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται 
16 τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. 


92

1 Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴ κισται ἡ γῆ· αἶνος ᾠδῆς τῷ Δαυιδ. Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. 
2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. 
3 ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· 
4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος. 
5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε, εἰς μακρότητα ἡμερῶν. 


93

1 Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων. Ὁ θεὸς ἐκδικήσεων κύριος, ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. 
2 ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. 
3 ἕως πότε ἁμαρτωλοί, κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, 
4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; 
5 τὸν λαόν σου, κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν 
6 χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν 
7 καὶ εἶπαν Οὐκ ὄψεται κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ Ιακωβ. 
8 σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ, καί, μωροί, ποτὲ φρονήσατε. 
9 ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει, ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ; 
10 ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, 
11 κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰ σὶν μάταιοι. 
12 μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν 
13 τοῦ πραῦναι αὐτῷ ἀφ᾽ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. 
14 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 
15 ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα. 
16 τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν; 
17 εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου. 
18 εἰ ἔλεγον Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι· 
19 κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου. 
20 μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; 
21 θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται. 
22 καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου· 
23 καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν. 


94

1 Αἶνος ᾠδῆς τῷ Δαυιδ. Δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν· 
2 προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. 
3 ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς· 
4 ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν· 
5 ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. 
6 δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς· 
7 ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ. σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, 
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 
9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν, ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου. 
10 τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπα Ἀεὶ πλανῶνται τῇ καρδίᾳ καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, 
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 


95

1 Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμα λωσίαν· ᾠδὴ τῷ Δαυιδ. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ· 
2 ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· 
3 ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. 
4 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· 
5 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν· 
6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. 
7 ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν· 
8 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ· 
9 προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. 
10 εἴπατε ἐν τοῖς ἔθνεσιν Ὁ κύριος ἐβασίλευσεν, καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι. 
11 εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς· 
12 χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ 
13 πρὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. 


96

1 Τῷ Δαυιδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. 
2 νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. 
3 πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· 
4 ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ. 
5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου, ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς. 
6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. 
7 αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ. 
8 ἤκουσεν καὶ εὐφράνθη Σιων, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου, κύριε· 
9 ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. 
10 οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν· φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς. 
11 φῶς ἀνέτειλεν τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. 
12 εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. 


97

1 Ψαλμὸς τῷ Δαυιδ. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν κύριος· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. 
2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. 
3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. 
4 ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε· 
5 ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ· 
6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου. 
7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ· 
8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται, 
9 ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. 


98

1 Ψαλμὸς τῷ Δαυιδ. Ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, σαλευθήτω ἡ γῆ. 
2 κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς· 
3 ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν. 
4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας. 
5 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. 
6 Μωυσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν, 
7 ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα, ἃ ἔδωκεν αὐτοῖς. 
8 κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. 
9 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμῶν. 


99

1 Ψαλμὸς εἰς ἐξομολόγησιν. Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, 
2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. 
3 γνῶτε ὅτι κύριος, αὐτός ἐστιν ὁ θεός, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. 
4 εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, 
5 ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. 


100

1 Τῷ Δαυιδ ψαλμός. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε· 
2 ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. 
3 οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· 
4 οὐκ ἐκολλήθη μοι καρδία σκαμβή, ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. 
5 τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. 
6 οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾽ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. 
7 οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου. 
8 εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομέ νους τὴν ἀνομίαν. 


101

1 Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐν αντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. 
2 Εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω. 
3 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὖς σου πρός με· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου. 
4 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. 
5 ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. 
6 ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. 
7 ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, 
8 ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. 
9 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾽ ἐμοῦ ὤμνυον. 
10 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων 
11 ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέρραξάς με. 
12 αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην. 
13 σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 
14 σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων, ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· 
15 ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν. 
16 καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα κυρίου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, 
17 ὅτι οἰκοδομήσει κύριος τὴν Σιων καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. 
18 ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν. 
19 γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον, 
20 ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν 
21 τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, 
22 τοῦ ἀναγγεῖλαι ἐν Σιων τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ιερουσαλημ 
23 ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ. 
24 ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· 
25 μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. 
26 κατ᾽ ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 
27 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται· 
28 σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 
29 οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. 


102

1 Τῷ Δαυιδ. Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· 
2 εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· 
3 τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· 
4 τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· 
5 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. 
6 ποιῶν ἐλεημοσύνας ὁ κύριος καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις. 
7 ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ισραηλ τὰ θελήματα αὐτοῦ. 
8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος· 
9 οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· 
10 οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν 
11 ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· 
12 καθ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν. 
13 καθὼς οἰκτίρει πατὴρ υἱούς, οἰκτίρησεν κύριος τοὺς φοβουμένους αὐτόν, 
14 ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν· μνήσθητι ὅτι χοῦς ἐσμεν. 
15 ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· 
16 ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. 
17 τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶ νος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν 
18 τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. 
19 κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. 
20 εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ· 
21 εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· 
22 εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. 


103

1 Τῷ Δαυιδ. Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. κύριε ὁ θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω 
2 ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· 
3 ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· 
4 ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. 
5 ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
6 ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· 
7 ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. 
8 ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτοῖς· 
9 ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν. 
10 ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα· 
11 ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν· 
12 ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνήν. 
13 ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. 
14 ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· 
15 καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. 
16 χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν· 
17 ἐκεῖ στρουθία ἐννοσσεύσουσιν, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. 
18 ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. 
19 ἐποίησεν σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. 
20 ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, 
21 σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς. 
22 ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται· 
23 ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. 
24 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου. 
25 αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· 
26 ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. 
27 πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. 
28 δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος. 
29 ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. 
30 ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. 
31 ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰῶνα, εὐφρανθήσεται κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· 
32 ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. 
33 ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω· 
34 ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ. 
35 ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. 


104

1 Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔργα αὐτοῦ· 
2 ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. 
3 ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον· 
4 ζητήσατε τὸν κύριον καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός. 
5 μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ, 
6 σπέρμα Αβρααμ δοῦλοι αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ. 
7 αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. 
8 ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, 
9 ὃν διέθετο τῷ Αβρααμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ισαακ 
10 καὶ ἔστησεν αὐτὴν τῷ Ιακωβ εἰς πρόσταγμα καὶ τῷ Ισραηλ διαθήκην αἰώνιον 
11 λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν. 
12 ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ 
13 καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, ἐκ βασιλείας εἰς λαὸν ἕτερον· 
14 οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς 
15 Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. 
16 καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν· 
17 ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ιωσηφ. 
18 ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ 
19 μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν. 
20 ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν, ἄρχων λαῶν, καὶ ἀφῆκεν αὐτόν· 
21 κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ 
22 τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. 
23 καὶ εἰσῆλθεν Ισραηλ εἰς Αἴγυπτον, καὶ Ιακωβ παρῴκησεν ἐν γῇ Χαμ· 
24 καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. 
25 μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. 
26 ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ, Ααρων, ὃν ἐξελέξατο αὐτόν· 
27 ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χαμ. 
28 ἐξαπέστειλεν σκότος, καὶ ἐσκότασεν, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. 
29 μετέστρεψεν τὰ ὕδατα αὐτῶν εἰς αἷμα καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτῶν. 
30 ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν. 
31 εἶπεν, καὶ ἦλθεν κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. 
32 ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν, 
33 καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψεν πᾶν ξύλον ὁρίου αὐτῶν. 
34 εἶπεν, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός, 
35 καὶ κατέφαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν καὶ κατέφαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν. 
36 καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν, 
37 καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν. 
38 εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ᾽ αὐτούς. 
39 διεπέτασεν νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. 
40 ᾔτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς· 
41 διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. 
42 ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς Αβρααμ τὸν δοῦλον αὐτοῦ 
43 καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. 
44 καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν ἐκληρονόμησαν, 
45 ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. 


105

1 Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
2 τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; 
3 μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. 
4 μνήσθητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου 
5 τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. 
6 ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. 
7 οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ. 
8 καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ· 
9 καὶ ἐπετίμησεν τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ· 
10 καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ· 
11 καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. 
12 καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. 
13 ἐτάχυναν ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ· 
14 καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρῳ. 
15 καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. 
16 καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ καὶ Ααρων τὸν ἅγιον κυρίου· 
17 ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν Δαθαν καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Αβιρων· 
18 καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς. 
19 καὶ ἐποίησαν μόσχον ἐν Χωρηβ καὶ προσεκύνησαν τῷ γλυπτῷ· 
20 καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον. 
21 ἐπελάθοντο τοῦ θεοῦ τοῦ σῴζοντος αὐτούς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, 
22 θαυμαστὰ ἐν γῇ Χαμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς. 
23 καὶ εἶπεν τοῦ ἐξολεθρεῦσαι αὐτούς, εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολεθρεῦσαι. 
24 καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ· 
25 καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς κυρίου. 
26 καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ 
27 καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσιν καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. 
28 καὶ ἐτελέσθησαν τῷ Βεελφεγωρ καὶ ἔφαγον θυσίας νεκρῶν· 
29 καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. 
30 καὶ ἔστη Φινεες καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· 
31 καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. 
32 καὶ παρώργισαν αὐτὸν ἐφ᾽ ὕδατος ἀντιλογίας. καὶ ἐκακώθη Μωυσῆς δι᾽ αὐτούς, 
33 ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ. 
34 οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη, ἃ εἶπεν κύριος αὐτοῖς, 
35 καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν καὶ ἔμαθον τὰ ἔργα αὐτῶν· 
36 καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον· 
37 καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις 
38 καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χανααν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασιν 
39 καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. 
40 καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· 
41 καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς· 
42 καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν. 
43 πλεονάκις ἐρρύσατο αὐτούς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. 
44 καὶ εἶδεν ἐν τῷ θλίβεσθαι αὐτοὺς ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν· 
45 καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ 
46 καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτισάντων αὐτούς. 
47 σῶσον ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι τῷ ἁγίῳ σου, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. 
48 Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. καὶ ἐρεῖ πᾶς ὁ λαός Γένοιτο γένοιτο. 

___________


106

1 Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ 
2 εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. 
3 ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. 
4 ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον 
5 πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν· 
6 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτοὺς 
7 καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. 
8 ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, 
9 ὅτι ἐχόρτασεν ψυχὴν κενὴν καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. - 
10 καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ, 
11 ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν, 
12 καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν· 
13 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς 
14 καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν. 
15 ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, 
16 ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν. - 
17 ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν· 
18 πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου· 
19 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς, 
20 ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. 
21 ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων 
22 καὶ θυσάτωσαν θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. - 
23 οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, 
24 αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ· 
25 εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς· 
26 ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο, 
27 ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη· 
28 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς 
29 καὶ ἐπέταξεν τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς· 
30 καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν. 
31 ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, 
32 ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. - 
33 ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν, 
34 γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. 
35 ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων 
36 καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας 
37 καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος, 
38 καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. 
39 καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. 
40 ἐξεχύθη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. 
41 καὶ ἐβοήθησεν πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς. 
42 ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. 
43 τίς σοφὸς καὶ φυλάξει ταῦτα καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου; 


107

1 Ὠιδὴ ψαλμοῦ τῷ Δαυιδ. 
2 Ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 
3 ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 
4 ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοι ἐν ἔθνεσιν, 
5 ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. 
6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 
7 ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 
8 ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω· 
9 ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ιουδας βασιλεύς μου· 
10 Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. 
11 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας; 
12 οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 
13 δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου. 
14 ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. 


108

1 Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, 
2 ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ 
3 καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν. 
4 ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην· 
5 καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. 
6 κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· 
7 ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. 
8 γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· 
9 γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα· 
10 σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. 
11 ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ· 
12 μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· 
13 γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ. 
14 ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη· 
15 γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, 
16 ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. 
17 καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ. 
18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ· 
19 γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται. 
20 τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. 
21 καὶ σύ, κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνό ματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. 
22 ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. 
23 ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. 
24 τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον. 
25 καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. 
26 βοήθησόν μοι, κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ ἔλεός σου, 
27 καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ, κύριε, ἐποίησας αὐτήν. 
28 καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. 
29 ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοίδα αἰσχύνην αὐτῶν. 
30 ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, 
31 ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. 


109

1 Τῷ Δαυιδ ψαλμός. Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 
2 ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ κύριος ἐκ Σιων, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. 
3 μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. 
4 ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεκ. 
5 κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς· 
6 κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. 
7 ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν. 


110

1 Αλληλουια. Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ. 
2 μεγάλα τὰ ἔργα κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ· 
3 ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
4 μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ, ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος· 
5 τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν, μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. 
6 ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. 
7 ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, 
8 ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. 
9 λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. 
10 ἀρχὴ σοφίας φόβος κυρίου, σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 


111

1 Αλληλουια. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· 
2 δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθείων εὐλογηθήσεται· 
3 δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
4 ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. 
5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· 
6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται, εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. 
7 ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον. 
8 ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ 
9 ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. 
10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. 


112

1 Αλληλουια. Αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου· 
2 εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· 
3 ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου. 
4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. 
5 τίς ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν 
6 καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; 
7 ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα 
8 τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 
9 ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην. 


113

1 Αλληλουια. Ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου, οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου 
2 ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ. 
3 ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν, ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· 
4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. 
5 τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες, καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω; 
6 τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; 
7 ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ 
8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. 
9 μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, 
10 μήποτε εἴπωσιν τὰ ἔθνη Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; 
11 ὁ δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω· ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν. 
12 τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· 
13 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, 
14 ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, 
15 χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. 
16 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς. 
17 οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 
18 οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 
19 οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 
20 κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς, εὐλόγησεν τὸν οἶκον Ισραηλ, εὐλόγησεν τὸν οἶκον Ααρων, 
21 εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. 
22 προσθείη κύριος ἐφ᾽ ὑμᾶς, ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν· 
23 εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. 
24 ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων. 
25 οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου, 
26 ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 


114

1 Αλληλουια. Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, 
2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 
3 περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον. 
4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην Ὦ κύριε, ῥῦσαι τὴν ψυχήν μου. 
5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος, καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ. 
6 φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με. 
7 ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέν σε, 
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 
9 εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων. 


115

1 Αλληλουια. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. 
2 ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης. 
3 τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι; 
4 ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. 
6 τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. 
7 ὦ κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου, 
8 σοὶ θύσω θυσίαν αἰνέσεως· 
9 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ 
10 ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου, Ιερουσαλημ. 


116

1 Αλληλουια. Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί, 
2 ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. 


117

1 Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
2 εἰπάτω δὴ οἶκος Ισραηλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
3 εἰπάτω δὴ οἶκος Ααρων ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
4 εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
5 ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν. 
6 κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. 
7 κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. 
8 ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ᾽ ἄνθρωπον· 
9 ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ᾽ ἄρχοντας. 
10 πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς· 
11 κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς· 
12 ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. 
13 ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ κύριος ἀντελάβετό μου. 
14 ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 
15 φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων Δεξιὰ κυρίου ἐποίησεν δύναμιν, 
16 δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν. 
17 οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου. 
18 παιδεύων ἐπαίδευσέν με ὁ κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με. 
19 ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ. 
20 αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. 
21 ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. 
22 λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 
23 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
24 αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 
25 ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. 
26 εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου κυρίου. 
27 θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. 
28 θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· θεός μου εἶ σύ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. 
29 ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 


118

1 Αλληλουια. α αλφ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. 
2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 
3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 
4 σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. 
5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 
6 τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 
7 ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 
8 τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. 
9 β βηθ. Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου. 
10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 
11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 
12 εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 
13 ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 
14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. 
15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. 
16 ἐν τοῖς δικαιώμασίν σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. 
17 γ γιμαλ. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 
18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. 
19 πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου. 
20 ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 
21 ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 
22 περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 
23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾽ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου. 
24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. 
25 δ᾽ δελθ. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου. 
26 τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. 
27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 
28 ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 
29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. 
30 ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 
31 ἐκολλήθην τοῖς μαρτυρίοις σου· κύριε, μή με καταισχύνῃς. 
32 ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. 
33 ε η. Νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός. 
34 συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 
35 ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 
36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. 
37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 
38 στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 
39 περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· τὰ γὰρ κρίματά σου χρηστά. 
40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. 
41 ϛ ουαυ. Καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, κύριε, τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου. 
42 καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου. 
43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα. 
44 καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 
46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. 
47 καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. 
48 καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου. 
49 ζ ζαι. Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου, ᾧ ἐπήλπισάς με. 
50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέν με. 
51 ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 
52 ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾽ αἰῶνος, κύριε, καὶ παρεκλήθην. 
53 ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 
54 ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. 
55 ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 
56 αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 
57 η ηθ. Μερίς μου κύριε, εἶπα φυλάξασθαι τὸν νόμον σου. 
58 ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 
59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 
60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 
61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 
62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 
63 μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 
64 τοῦ ἐλέους σου, κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. 
65 θ τηθ. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, κύριε, κατὰ τὸν λόγον σου. 
66 χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 
67 πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 
68 χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. 
69 ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 
70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 
71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 
72 ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 
73 ι ιωθ. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. 
74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 
75 ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 
76 γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 
77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. 
78 αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 
79 ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 
80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. 
81 ια χαφ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. 
82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες Πότε παρακαλέσεις με; 
83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 
84 πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 
85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾽ οὐχ ὡς ὁ νόμος σου, κύριε. 
86 πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 
87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 
88 κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. 
89 ιβ λαβδ. Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 
90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. 
91 τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 
92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 
93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε. 
94 σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 
95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. 
96 πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. 
97 ιγ μημ. Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 
98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν. 
99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 
100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 
101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 
102 ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι. 
103 ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. 
104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. [ὅτι σὺ ἐνομοθέτησάς μοι.] 
105 ιδ νουν. Λύχνος τοῖς ποσίν μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου. 
106 ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 
107 ἐταπεινώθην ἕως σφόδρα· κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 
108 τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 
109 ἡ ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην 
110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 
111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. 
112 ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾽ ἀντάμειψιν. 
113 ιε σαμχ. Παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα. 
114 βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ· εἰς τὸν λόγον σου ἐπήλπισα. 
115 ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου. 
116 ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 
117 βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός. 
118 ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιω μάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 
119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός. 
120 καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. 
121 ιϛ αιν. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με. 
122 ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 
123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 
124 ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. 
125 δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. 
126 καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. 
127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 
128 διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 
129 ιζ φη. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 
130 ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 
131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. 
132 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 
133 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 
134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 
135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. 
136 διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. 
137 ιη σαδη. Δίκαιος εἶ, κύριε, καὶ εὐθὴς ἡ κρίσις σου. 
138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. 
139 ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 
140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 
141 νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 
142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. 
143 θλῖψις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. 
144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. 
145 ιθ κωφ. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. 
146 ἐκέκραξά σε· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 
147 προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 
148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. 
149 τῆς φωνῆς μου ἄκουσον, κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 
150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 
151 ἐγγὺς εἶ σύ, κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια. 
152 κατ᾽ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. 
153 κ ρης. Ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην. 
154 κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 
155 μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 
156 οἱ οἰκτιρμοί σου πολλοί, κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με. 
157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 
158 εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 
159 ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 
160 ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. 
161 κα σεν. Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 
162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 
163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 
164 ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 
165 εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 
166 προσεδόκων τὸ σωτήριόν σου, κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 
167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 
168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, κύριε. 
169 κβ θαυ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 
170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 
171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 
172 φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 
173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 
174 ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν. 
175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 
176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελα θόμην. 


119

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέν μου. 
2 κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. 
3 τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; 
4 τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς. 
5 οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ. 
6 πολλὰ παρῴκησεν ἡ ψυχή μου. 
7 μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. 


120

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη Πόθεν ἥξει ἡ βοήθειά μου; 
2 ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 
3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. 
4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ. 
5 κύριος φυλάξει σε, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου· 
6 ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα. 
7 κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου. 
8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 


121

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον κυρίου πορευσόμεθα. 
2 ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ. 
3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. 
4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου· 
5 ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυιδ. 
6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ, καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε· 
7 γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου. 
8 ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· 
9 ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. 


122

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. 
2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. 
3 ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, 
4 ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. 


123

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ισραηλ, 
2 εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾽ ἡμᾶς, 
3 ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾽ ἡμᾶς· 
4 ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· 
5 ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. 
6 εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. 
7 ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν. 
8 ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 


124

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ιερουσαλημ. 
2 ὄρη κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 
3 ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. 
4 ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ· 
5 τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰρήνη ἐπὶ τὸν Ισραηλ. 


125

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήθημεν ὡς παρακεκλημένοι. 
2 τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν Ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν. 
3 ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. 
4 ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. 
5 οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. 
6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν. 


126

1 Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Σαλωμων. Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. 
2 εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἔσθοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. 
3 ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. 
4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 
5 μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ. 


127

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 
2 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. 
3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. 
4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον. 
5 εὐλογήσαι σε κύριος ἐκ Σιων, καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 
6 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν Ισραηλ. 


128

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ισραηλ, 
2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 
3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· 
4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. 
5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων. 
6 γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 
7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, 
8 καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ᾽ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου. 


129

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σε, κύριε· 
2 κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 
3 ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; 
4 ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 
5 ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. 
6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον. 
7 ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾽ αὐτῷ λύτρωσις, 
8 καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 


130

1 Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ. Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. 
2 εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου. 
3 ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 


131

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Μνήσθητι, κύριε, τοῦ Δαυιδ καὶ πάσης τῆς πραύτητος αὐτοῦ, 
2 ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ιακωβ 
3 Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, 
4 εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, 
5 ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ιακωβ. 
6 ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· 
7 εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. 
8 ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· 
9 οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 
10 ἕνεκεν Δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. 
11 ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου· 
12 ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρό νου σου. 
13 ὅτι ἐξελέξατο κύριος τὴν Σιων, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ 
14 Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· 
15 τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, 
16 τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται· 
17 ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· 
18 τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. 


132

1 Ὠιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; 
2 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ααρων, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ· 
3 ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων· ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος. 


133

1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. 
2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον. 
3 εὐλογήσει σε κύριος ἐκ Σιων ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. 


134

1 Αλληλουια. Αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι, κύριον, 
2 οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. 
3 αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· 
4 ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος, Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ. 
5 ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· 
6 πάντα, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις· 
7 ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. 
8 ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους· 
9 ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. 
10 ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς, 
11 τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν, 
12 καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ. 
13 κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 
14 ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. 
15 τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· 
16 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, 
17 ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται, [ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν,] οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν. 
18 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς. 
19 οἶκος Ισραηλ, εὐλογήσατε τὸν κύριον· οἶκος Ααρων, εὐλογήσατε τὸν κύριον· 
20 οἶκος Λευι, εὐλογήσατε τὸν κύριον· οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον. 
21 εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ. 


135

1 Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
2 ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
3 ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
4 τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
5 τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
6 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
7 τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
8 τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
9 τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
10 τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
11 καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
12 ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
13 τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
14 καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
15 καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
16 τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
17 τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
18 καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
19 τὸν Σηων βασιλέα τῶν Αμορραίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
20 καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
21 καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
22 κληρονομίαν Ισραηλ δούλῳ αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
23 ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 
24 καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 
25 ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
26 ἐξομολογεῖσθε τῷ θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 


136

1 Τῷ Δαυιδ. Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιων. 
2 ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· 
3 ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον Ἄισατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων. 
4 πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; 
5 ἐὰν ἐπιλάθωμαί σου, Ιερουσαλημ, ἐπιλησθείη ἡ δεξιά μου· 
6 κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐφρο σύνης μου. 
7 μνήσθητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ τῶν λεγόντων Ἐκκενοῦτε ἐκκενοῦτε, ἕως ὁ θεμέλιος ἐν αὐτῇ. 
8 θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀντ᾽ απέδωκας ἡμῖν· 
9 μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. 


137

1 Τῷ Δαυιδ. Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι. 
2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου. 
3 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει. 
4 ἐξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου, 
5 καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου, ὅτι μεγάλη ἡ δόξα κυρίου, 
6 ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. 
7 ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ᾽ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου, καὶ ἔσωσέν με ἡ δεξιά σου. 
8 κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς. 


138

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· 
2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· 
3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες. 
4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου, 
5 ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. 
6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 
7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 
8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 
9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 
10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. 
11 καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· 
12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. 
13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. 
14 ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. 
15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ. καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς· 
16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς. 
17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· 
18 ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ. 
19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ. 
20 ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου. 
21 οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; 
22 τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. 
23 δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου 
24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. 


139

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. 
2 Ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, 
3 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· 
4 ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα. 
5 φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου· 
6 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα. 
7 εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ· ἐνώτισαι, κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. 
8 κύριε κύριε δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. 
9 μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾽ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν. διάψαλμα. 
10 ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. 
11 πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. 
12 ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. 
13 ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων. 
14 πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. 


140

1 Ψαλμὸς τῷ Δαυιδ. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 
2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 
3 θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 
4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 
5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. 
6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν. 
7 ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. 
8 ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 
9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 
10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω. 


141

1 Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή. 
2 Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς κύριον ἐδεήθην. 
3 ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 
4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. 
5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 
6 ἐκέκραξα πρὸς σέ, κύριε, εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. 
7 πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 
8 ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, κύριε· ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. 


142

1 Ψαλμὸς τῷ Δαυιδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 
2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 
3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 
4 καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 
5 ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων. 
6 διεπέτασα τὰς χεῖράς μου πρὸς σέ, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. διάψαλμα. 
7 ταχὺ εἰσάκουσόν μου, κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 
8 ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 
9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 
10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 
11 ἕνεκα τοῦ ὀνόματός σου, κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 
12 καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι δοῦλός σού εἰμι ἐγώ. 


143

1 Τῷ Δαυιδ, πρὸς τὸν Γολιαδ. Εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· 
2 ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήμπτωρ μου καὶ ῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ᾽ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾽ ἐμέ. 
3 κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; 
4 ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. 
5 κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται· 
6 ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. 
7 ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, 
8 ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 
9 ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι 
10 τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν, τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πο νηρᾶς. 
11 ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. 
12 ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ, 
13 τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, 
14 οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, 
15 ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν· μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ. 


144

1 Αἴνεσις τῷ Δαυιδ. Ὑψώσω σε, ὁ θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ ῶνα τοῦ αἰῶνος. 
2 καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 
3 μέγας κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας. 
4 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιν. 
5 τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν καὶ τὰ θαυμάσιά σου διηγήσονται. 
6 καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. 
7 μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. 
8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος. 
9 χρηστὸς κύριος τοῖς σύμπασιν, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. 
10 ἐξομολογησάσθωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. 
11 δόξαν τῆς βασιλείας σου ἐροῦσιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν 
12 τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. 
13 ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 
13a πιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. 
14 ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους. 
15 οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. 
16 ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. 
17 δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ. 
18 ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. 
19 θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται καὶ σώσει αὐτούς. 
20 φυλάσσει κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει. 
21 αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 


145

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον. 
2 αἰνέσω κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω. 
3 μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας καὶ ἐφ᾽ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία. 
4 ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. 
5 μακάριος οὗ ὁ θεὸς Ιακωβ βοηθός, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ 
6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, 
7 ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν· κύριος λύει πεπεδημένους, 
8 κύριος ἀνορθοῖ κατερραγμένους, κύριος σοφοῖ τυφλούς, κύριος ἀγαπᾷ δικαίους· 
9 κύριος φυλάσσει τοὺς προσηλύτους, ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. 
10 βασιλεύσει κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιων, εἰς γενεὰν καὶ γενεάν. 


146

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. 
2 οἰκοδομῶν Ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει, 
3 ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, 
4 ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 
5 μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. 
6 ἀναλαμβάνων πραεῖς ὁ κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς. 
7 ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ, 
8 τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον [καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,] 
9 διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 
10 οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· 
11 εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. 


147

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Ἐπαίνει, Ιερουσαλημ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιων, 
2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί· 
3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· 
4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ 
5 τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, 
6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; 
7 ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. 
8 ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ. 
9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. 


148

1 Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. 
2 αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. 
3 αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. 
4 αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. 
5 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. 
6 ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. 
7 αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· 
8 πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· 
9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· 
10 τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· 
11 βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· 
12 νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων· 
13 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. 
14 καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ισραηλ, λαῷ ἐγγίζοντι αὐτῷ. 


149

1 Αλληλουια. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. 
2 εὐφρανθήτω Ισραηλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιων ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν· 
3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, 
4 ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. 
5 καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν· 
6 αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν 
7 τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, 
8 τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, 
9 τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον· δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 


150

1 Αλληλουια. Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· 
2 αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 
3 αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· 
4 αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· 
5 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. 
6 πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. αλληλουια. 


151

1 Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυιδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ· ὅτε ἐμονομάχησεν τῷ Γολιαδ. Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου. 
2 αἱ χεῖρές μου ἐποίησαν ὄργανον, οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. 
3 καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου; αὐτὸς κύριος, αὐτὸς εἰσακούει. 
4 αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ. 
5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς κύριος. 
6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· 
7 ἐγὼ δὲ σπασάμενος τὴν παρ᾽ αὐτοῦ μάχαιραν ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν Ισραηλ. 

___________