BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

ἡ Σοῦδα περὶ Θεοκρίτου

 

___________________________________________________

 

 

 

Θεόκριτος, θ 166

 

Θεόκριτος, Χῖος, ῥήτωρ, μαθητὴς Μητροδώρου τοῦ Ἰσοκρατικοῦ. ἔγραψε Χρείας· ἀντεπολιτεύσατο δὲ Θεοπόμπωι τῶι ἱστορικῶι. φέρεται αὐτοῦ ἱστορία Λιβύης καὶ ἐπιστολαὶ θαυμάσιαι. ἔστι καὶ ἕτερος Θεόκριτος, Πραξαγόρου καὶ Φιλίννης, οἱ δὲ Σιμίχου· Συρακούσιος, οἱ δέ φασι Κῶιον· μετώικησε δὲ ἐν Συρακούσαις. οὗτος ἔγραψε τὰ καλούμενα Βουκολικὰ ἔπη Δωρίδι διαλέκτωι. τινὲς δὲ ἀναφέρουσιν εἰς αὐτὸν καὶ ταῦτα· Προιτίδας, Ἐλπίδας, Ὕμνους, Ἡρωΐνας, Ἐπικήδεια μέλη, ἐλεγείας καὶ ἰάμβους, ἐπιγράμματα. ἰστέον δὲ ὅτι τρεῖς γεγόνασι Βουκολικῶν ἐπῶν ποιηταί, Θεόκριτος οὑτοσί, Μόσχος Σικελιώτης καὶ Βίων ὁ Σμυρναῖος, ἔκ τινος χωριδίου καλουμένου Φλώσσης.