Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
Manuscripta
|
|
________________________________________________________
|
|
Papyrusfagment P. 21182 (Berliner Papyrusdatenbank, saec. VI p. Chr. n.)
III, 1 - 8 Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγεςβόσκονται κατ᾽ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.Τίτυρ᾽ ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν, | |
5 | τὸν Λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψηι.Ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, τί μ᾽ οὐκέτι τοῦτο κατ᾽ ἄντρονπαρκύπτοισα καλεῖς; τὸν ἐρωτύλον ἦ ῥά με μισεῖς;ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν;
VII, 127 - 135 ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.»Τόσσ᾽ ἐφάμαν· ὃ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσαςὡς πάρος, ἐκ Μοισᾶν ξεινήϊον ὤπασεν ἦμεν. |
130 | χὣ μὲν ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξαςεἶρφ᾽ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμωστραφθέντες χὠ καλὸς Ἀμύντιχος ἔν τε βαθείαιςἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημεςἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέαισι. |
135 | πολλαὶ δ᾽ ἄμμιν ὕπερθε κατὰ κρατὸς δονέοντο
Pap. Oxy. 694 (saec. II p. Chr. n.)
XIII, 19 - 33
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν, |
20 | Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνας,σὺν δ᾽ αὐτῶι κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,ἅτις κυανεᾶν οὐχ ἅψατο συνδρομάδων ναῦς,ἀλλὰ διεξάιξεν (ἀφ᾽ οὗ τότε χοιράδες ἔσταν)αἰετὸς ὣς μέγα λαῖτμα, βαθὺν δ᾽ εἰσέδραμε Φᾶσιν. |
25 | ἆμος δ᾽ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δέἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,τᾶμος ναυτιλίας μιμνάισκετο θεῖος ἄωτοςἡρώων, κοίλαν δὲ καθιδρυθέντες ἐς ἈργώἙλλάσποντον ἵκοντο νότωι τρίτον ἆμαρ ἀέντι, |
30 | εἴσω δ᾽ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶναὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρον.ἐκβάντες δ᾽ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντοδειελινάν, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
Pergamentum P. 5017 (Berliner Papyrusdatenbank, saec. VI p. Chr. n.)
recto
XI, 21 - 25
μόσχω γαυροτέρα, φιαρωτέρα ὄμφακος ὠμᾶς;φοιτῆις δ᾽ αὖθ᾽ οὕτως, ὅκκα γλυκὺς ὕπνος ἔχηι με,οἴχηι δ᾽ εὐθὺς ἰοῖσ᾽, ὅκκα γλυκὺς ὕπνος ἀνῆι με,φεύγεις δ᾽ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα. |
25 | ἠράσθην μὲν ἔγωγε τεοῦς, κόρα, ἁνίκα πρᾶτονverso XIV, 59 - 63
μισθοδότας Πτολεμαῖος ἐλευθέρωι οἷος ἄριστος· |
60 | τἄλλα δ᾽ ἀνὴρ ποῖός τις; [ἐλευθέρωι οἷος ἄριστος]εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ᾽ ἔτι μᾶλλον,πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων |